← 亚历山太的革利免

杂记

§7.14.86-7.14.88

视邻人为弟兄与彻底饶恕的践行

作者援引并阐释使徒保罗的言论,指出真正的知者必须视全人类为弟兄,通过彻底的饶恕与不记恨来顺从神的旨意,并作为教会的属灵身体摒弃世俗生活与行淫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14.86

οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς,1 ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ τῶν κτισμάτων τὴν ἐνέργειαν. δι᾿ ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ. »Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν;« ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ᾿ οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον περιγράφει. »καὶ ταῦτά τινες ἦτε«, τοιοῦτοι δηλονότι οἷοι ἔτι τυγχάνουσιν οἷς αὐτοὶ οὐ συγγινώσκετε. »ἀλλὰ ἀπελούσασθε«, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε. εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, »ἐπὶ δικαίους καὶ ἀδίκους« τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος ἐπιλάμποντες· εἴτ᾿ οὖν μεγαλονοίᾳ τοῦτο περιποιήσεται ὁ γνωστικὸς εἴτε μιμήσει τοῦ κρείττονος· τρίτη δ᾿ αἰτία τὸ »ἄφες καὶ ἀφεθήσεταί σοι«, βιαζομένης ὥσπερ τῆς ἐντολῆς εἰς σωτηρίαν δι᾿ ὑπερβολὴν ἀγαθότητος. »ἀλλ᾿ ἡγιάσθητε·« τῷ γὰρ εἰς τοῦτο ἥκοντι ἕξεως ἁγίῳ εἶναι συμβαίνει, μηδενὶ τῶν παθῶν κατὰ μηδένα τρόπον περιπίπτοντι. ἀλλ᾿ οἷον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἁγίῳ] γεγονότι. διόπερ »ἐδικαιώθητε« φησὶ »τῷ ὀνόματι τοῦ κυρίου«· ἐποιήθητε ὡς εἰπεῖν ὑπ᾿ αὐτοῦ δίκαιοι [εἶναι] ὡς αὐτός. καὶ »τῷ πνεύματι τῷ ἁγίῳ« ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε. μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι;2 »τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν«. ἃ »ὁ θεὸς καταργήσει«, τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσανέχοντας. καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου. ὁ πνευματικὸς καὶ ἅγιος χορός. ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον. βιοῦντες δὲ οὐ κατὰ λόγον. σάρκες εἰσί. »τὸ δὲ σῶμα« τοῦτο τὸ πνευματικόν. τουτέστιν ἡ ἁγία ἐκκλησία. »οὐ τῇ πορνείᾳ« οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ᾿ οὐδένα τρόπον οὐδ᾿ ὁπωστιοῦν οἰκειωτέον.

我们目前尚不知道此事。由这些话清楚得出的结论是:即使并非所有人都是弟兄,至少对我们而言,必须将他们视为弟兄;进而,对于全人类——所有人皆是独一之神的造化,在同一本性上披戴着同一形像,纵使有些人碰巧比另一些人更加蒙昧浑浊——唯有认识者才能识得他们,并识得受造物的功用,且借此功用再度敬拜神的旨意。 “岂不知不义的人不能承受神的国吗?”因此,反施不义之人便是在行不义,无论是在行为上、言语上,抑或在“企图行不义”的意念上——福音在律法的训蒙之后限制了这种意念。“你们中间也有人从前是这样”,显然正是指你们如今所不宽恕的那些人目前所处的光景。“但你们已经洗净了”,并非单单如其他人那样,而是带着真知洗涤了灵魂的情念,以便借着容忍和不记恨,尽其所能地同化于神摄理的良善,如同太阳一般将言行的恩慈“照在义人身上,也照在不义的人身上”。知者获得此点,或出于恢弘的心量,或出于对至善者的仿效;而第三个原因则是“你们饶恕人,就必蒙饶恕”这条诫命,它因极其良善而仿佛将人强令引向救恩。“但你们已经成圣了”。因为对于达到这一性情境界的人而言,他便成就了圣洁,不再以任何方式陷于任何情念,而是犹如已然脱离肉体并超乎这尘世之上。因此使徒说:“你们奉主的名……已经称义了”;你们可谓被祂塑造成像祂一样的义人,并且“借着圣灵”,在力所能及的范围内尽可能地与祂相融。因为使徒难道不是说“凡事我都可行,但我不被辖制”去违背福音行事、思想或言说吗?“食物是为肚腹,肚腹是为食物”,而“神要叫这两样都废坏”——也就是说,神要废坏那些如此计较与生活的人,他们仿佛是为了吃喝而受造,而不是顺应必然为了生存而吃喝,同时将首要关注放在认识之上。使徒难道不是指这些人有如圣洁之身体的血肉吗?而身体被寓意为主的教会,即属灵且圣洁的歌咏班;其中那些只徒具虚名却不依照理性(道)生活的人,不过是血肉而已。“但身子”——即这属灵的身体,也就是圣洁的教会——“不是为淫乱”,绝不可在任何方式或任何情形下与背离福音而归向异教生活的背叛同流。

§7.14.88

πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ »τὸ αὑτοῦ σῶμα« ὁ ἐθνικῶς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ᾿ οὖν ἐν ἔργῳ. εἴτε καὶ ἐν λόγῳ. εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. »ὁ« ταύτῃ »κολλώμενος τῇ πόρνῃ«. τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, »εἰς σάρκα μίαν« καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι«. »πνευματικὸν σῶμα«, τὸ διάφορον τῆς συνόδου γένος. υἱὸς οὗτος ἅπας. ἄνθρωπος ἅγιος. ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ. ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ. ἀπόχρη τὸ δεῖγμα τοῖς ὦτα ἔχουσιν. οὐ γὰρ ἐκκυκλεῖν χρὴ τὸ μυστήριον. ἐμφαίνειν δὲ ὅσον εἰς ἀνάμνησιν τοῖς μετεσχηκόσι τῆς γνώσεως, οἳ καὶ συνήσουσιν ὅπως εἴρηται πρὸς τοῦ κυρίου· »γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειοι«, τελείως ἀφιέντες τὰς ἁμαρτίας καὶ ἀμνησικακοῦντες καὶ ἐν τῇ ἕξει τῆς ἀπαθείας καταβιοῦντες. ὡς γὰρ τέλειόν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικόν· ἀλλ᾿ οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται. οὐ γάρ. καθάπερ οἱ Στωϊκοί, ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ. μή τι οὖν τέλειοι γίγνεσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεός ἐστι γενέσθαι τινὰ τέλειον·3 βούλεται δὲ ὁ πατὴρ ζῶντας ἡμᾶς κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι. ἢν οὖν, κατ᾿ ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ᾿ ἀξίαν τῆς ἐντολῆς εὐσεβῶς ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.

因为凡在教会中以异教方式行事为人者,无论是在行为上、言语上,抑或在心意本身之中,都是在对教会行淫,也是在对“自己的身子”行淫。“与这娼妓联合的”——即与背离圣约的行径联合的——便成了另一具不圣洁的身体,“成了一体”,归入异教的生活与另一种盼望。“但与主联合的,便是与主成为一灵”,“属灵的身体”即聚会中卓异的族类。凡属此列者皆是儿子,是圣洁之人、无欲之人、知者、完全人,为主的教导所塑造,以致在行为、言语及灵本身上皆紧随于主,得以领受为如此长成成熟之男子所预备的那应得的居所。对于有耳之人,这一例证已然足够。因为奥秘不应公开展露于舞台,而只需向分享了认识的人指明到足以引发忆念的程度即可;这些人也将领悟主所说的“你们要完全,像你们的天父完全一样”是何用意:即借着彻底赦免罪过、不怀怨恨,并在无欲的性情中度日。因为正如我们说完全的医生和完全的哲学家一样,我认为同样可以说完全的知者;然而这一切虽至大,却不能被用来与神等同相提并论。因为我们决不似斯多亚派那样,极不虔敬地宣称人与神具有相同的德性。那么,我们难道不当按照父所意愿的那样成为完全吗?因为任何人要达到像神那样的完全是不可能的,亦是行不通的;但父所意愿的,乃是我们按照福音的顺从生活,无可指摘地成为完全。因此,如果针对这句带有省略的经文,我们依照留给有领会力之人去把握的方式,补足经文中欠缺的部分,我们就既能明白神的旨意,亦能配得上这条诫命,虔敬而恢弘地行事为人。

语法注3 条
  1. 7.14.86ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς

    由非人称动词 συνάγεται 引导的间接引语结构。主语是其后的整套不定式短语,并出现了不定式的层叠(δοκεῖν δεῖν εἶναι)。让步分句 εἰ καὶ μὴ πάντας εἶναι(“即使并非所有人[事实上都是弟兄]”)包含宾格主语 πάντας 与不定式 εἶναι,补足表语 ἀδελφούς 承后文而省略。其核心主干为“至少对我们而言,必须将他们视为弟兄”(ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς)。

  2. 7.14.87μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι;

    μὴ ... οὐ 构成预期肯定回答的修辞疑问句(“难道不是……吗”)。在引用保罗的话(“凡事我都可行,但我不被辖制”)后,后置的不定式短语(παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι...)依附于 οὐκ ἐξουσιασθήσομαι,意即“使徒难道不是说自己不被辖制去违背福音行事、思想或言说吗”。

  3. 7.14.88μή τι οὖν τέλειοι γίγνεσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεός ἐστι γενέσθαι τινὰ τέλειον

    围绕连词 ὡς 的多义性所展开的句法与释经辩论。革利免指出,经文中“像你们的天父完全一样”(ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν)的 ὡς,不能理解为等同于神本体的存在方式(“像神那样”,ὡς ὁ θεός ἐστι),而应通过补足省略(κατ᾿ ἔλλειψιν)理解为“按照父所意愿的那样”(ὡς ὁ πατὴρ βούλεται)。句首的 μή τι 引出修辞性反问,并与随后的原因分句 ἀδύνατον γάρ 相呼应以确立正确解法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.14.86-7.14.88