- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.14.84-7.14.85
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免简短总结了知者的诸种美德,并援引《哥林多前书》,论述知者的完全不仅在于宁受不义而不行不义,更在于彻底摈除怨恨、甚至为迫害者与仇敌代祷的无欲境界。
Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κατορθώσῃ, ἀλλ᾿ οὔ τί γε ἐν πᾶσιν ἅμα οὐδὲ μὴν μετ᾿ ἐπιστήμης τῆς ἄκρας. καθάπερ ὁ γνωστικός. καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας,1 καθ᾿ ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι᾿ ἀγάπης »εἰς ἄνδρα τέλειον. εἰς μέτρον ἡλικίας« προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, »ἰσάγγελος« ἀληθῶς γενομένη. πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι. ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ δόγματα κατ᾿ ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα. μιᾶς δ᾿ οὖν διὰ βραχυτάτων ἐπιμνησθήσομαι, ὡς μὴ ἀνεπισημείωτον παραλιπεῖν τὸν τόπον. λέγει γὰρ ἐν τῇ προτέρᾳ [τῆς] πρὸς Κορινθίους ἐπιστολῇ ὁ θεῖος ἀπόστολος· »τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; ἢ οὐκ οἴδατε ὅτι ἅγιοι τὸν κόσμον κρινοῦσι;« καὶ τὰ ἑξῆς. μεγίστης δ᾿ οὔσης τῆς περικοπῆς. ταῖς ἐπικαίροις τῶν ἀποστολικῶν συγχρώμενοι λέξεσι, διὰ βραχυτάτων ἐξ ἐπιδρομῆς οἷον μεταφράζοντες τὴν ῥῆσιν, τὴν διάνοιαν τοῦ ῥητοῦ τοῦ ἀποστόλου παραστήσομεν. καθ᾿ ἣν τοῦ γνωστικοῦ τὴν τελειότητα ὑπογράφει. οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων· οἶδεν γὰρ καὶ τὸν κύριον ἄντικρυς »εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν« παραγγείλαντα. τὸ μὲν οὖν »ἐπὶ τῶν ἀδίκων κρίνεσθαι« τὸν ἠδικημένον φάσκει οὐδὲν ἀλλ᾿ ἢ ἀνταποδοῦναι βούλεσθαι δοκεῖν2 καὶ ἀνταδικῆσαι δεύτερον ἐθέλειν, ὅπερ ὁμοίως ἐστὶν ἀδικῆσαι καὶ αὐτόν. τὸ δὲ »ἐπὶ τῶν ἁγίων κρίνεσθαι« ἐθέλειν τινὰς λέγειν ἐμφαίνει τοὺς δι᾿ εὐχῆς τοῖς ἀδικήσασιν ἀνταποδοθῆναι τὴν πλεονεξίαν αἰτουμένους, καὶ εἶναι μὲν τῶν προτέρων τοὺς δευτέρους ἀμείνους, οὐδέπω δὲ ἀπαθεῖς, ἢν μὴ ἀμνησίκακοι τέλεον γενόμενοι κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν προσεύξωνται καὶ ὑπὲρ τῶν ἐχθρῶν.
关于知者,向希腊人以播种般的方式所当说的话,姑且尽力以最简短的篇幅如上所述。但应当知晓,信徒即使做成了其中的一两件事,也决不能像知者那样同时做成一切事,亦非伴随着至高的认识。事实上,关于我们所说的知者所特有的无欲(情念之超越)——信徒的圆满藉由爱进至“成熟的人,达到身量完全的尺度”,同化于神,真正成为“同于天使的”——圣经中固然还有许多其他见证可以援引,但我认为因论述篇幅的缘故,最好免去这等过度的求全,而将其托付给那些甘愿劳苦、按圣经的精选进一步推敲教义的人。然而,为了不使这一论题略过而不加标明,我仍将极其简略地提及其中的一条见证。因为神圣的使徒在《哥林多前书》中说道:“你们中间有人与别人有争端,怎敢在不义的人面前求审,不在圣徒面前求审呢?岂不知圣徒要审判世界吗?”等等。鉴于这段经文篇幅极大,我们将借助使徒恰合时宜的言辞,极简略地浮光掠影般转述该段讲话,借以阐明使徒经文的原意,使徒正是据此勾勒出知者的完全。因为他不仅使知者停留于宁受不义而不行不义的境地,更教导他不可记恨,甚至不许他祈求降祸于那加害于他的人;因为使徒深知主亦曾断然吩咐“要为仇敌祷告”。因此,受害之人“在不义的人面前求审”,使徒断言这无非是显出想要报复之念,企图再次反施不义,而这同样等于自己也在行不义。至于有人声称想要“在圣徒面前求审”,使徒则指明这代表着那些企图借祈祷求神使贪求不义之人遭受报应的人;这第二种人固然优于前一种人,但若不依照主的教导彻底化解怨恨、转而为仇敌祈祷,他们就仍未达到无欲的境界。
Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν. εἰ γὰρ καὶ ἐχθροὺς ἡ ἀλήθεια τοὺς παραζηλοῦντας κεκτῆσθαι δοκεῖ, ἀλλ᾿ οὔ τί γε αὐτὴ διεχθρεύεταί τινι. »ὅ« τε γὰρ »θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὑτοῦ ἐπιλάμπει ἥλιον« καὶ τὸν κύριόν γε αὐτὸν ἐπὶ δικαίους ἔπεμψεν καὶ ἀδίκους, ὅ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας »ἀφεὶς ἑβδομηκοντάκις ἑπτά« (οἷον κατὰ πάντα τὸν βίον καὶ καθ᾿ ὅλην τὴν κοσμικὴν περιήλυσιν ἑβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντί τῳ χρηστεύεται, εἰ καί τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον ἀδικεῖ τὸν γνωστικόν. οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ᾿ ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως· εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ. πλεονεκτοῦσιν οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ. πῶς δ᾿ ἂν καὶ ἀγγέλους τις κρίναι τοὺς ἀποστάτας, αὐτὸς ἀποστάτης ἐκείνης τῆς κατὰ τὸ εὐαγγέλιον ἀμνησικακίας γενόμενος; »διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;« φησί· »διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε [καὶ ἀποστερεῖτε]«, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ᾿ ἄγνοιαν πλημμελούντων, »καὶ ἀποστερεῖτε« τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ᾿ ὑμῖν3 τοὺς καθ᾿ ὧν εὔχεσθε. »καὶ τοῦτο ἀδελφούς«, οὐ τοὺς κατὰ πίστιν μόνον. ἀλλὰ καὶ τοὺς προσηλύτους λέγων. εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει.
因此,他们借着归向信仰的悔改而领受良善的心智,乃是美好的事。因为真理即使看似以嫉妒它的人为敌,然而真理本身决不敌视任何人。因为“神使祂的太阳照义人,也照不义的人”,并且祂甚至将主差遣给义人和不义的人;而那竭力同化于神的人,借着极大的不记恨“饶恕七十个七次”(犹如在他的一生中以及在以计算的诸周所标示的整个世间周期中),对每一个人都施以慈爱,即使有人在肉身度日的全部时间内加害于知者。因为他不仅要求贤善之人将加害于己者的审判交付于他人,更愿义人向那些审判者为冒犯自己的人祈求罪愆的赦免,而这也是合乎情理的;因为企图行不义之人所能侵害的仅仅是外在事物和肉体之事,哪怕进而夺去生命,而这些皆非知者自身之本真。一个人若自己背弃了福音所教导的不记恨,又怎能审判那些背叛的堕落天使呢?“为什么不情愿受欺呢?”使徒说,“为什么不情愿吃亏呢?你们倒是欺压人”——显而易见,是借着向那些出于无知而犯罪之人咒诅祈求——“并且亏负人”,即在你们力所能及的范围内,剥夺了你们所诅咒之人领受神的博爱与良善的权利。“况且是弟兄”,使徒所说的弟兄不仅指因信而为弟兄者,亦指归附者;因为今日为敌之人,日后亦可能归信。
- 7.14.84τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας
置于句首的属格短语 τῆς... ἀπαθείας 在句法上修饰后文主句中的宾语 πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια(“关于……圣经中的其他许多证据”)。因中间插入了由 καθ᾿ ἣν 引导的关系从句及修饰分词,导致属格修饰语与中心词被大幅度隔离,在修辞上起到了提示论题(悬格主题化)的作用。
- 7.14.84οὐδὲν ἀλλ᾿ ἢ ἀνταποδοῦναι βούλεσθαι δοκεῖν
此处使用了习语 οὐδὲν ἀλλ᾿ ἤ(“无非是……”、“不过是……”),充当由主句动词 φάσκει 支配的不定式间接引语。不定式 δοκεῖν(显得、看来)又进一步支配补足不定式 ἀνταποδοῦναι βούλεσθαι(企图报复),构成了层层嵌套的不定式结构。
- 7.14.85τὸ ὅσον ἐφ᾿ ὑμῖν
这是由宾格短语 τὸ ὅσον 与介词短语 ἐφ᾿ ὑμῖν 结合而成的副词性惯用表达,意为“就你们所能及的限度而言”(相当于拉丁语 quantum in vobis est),用作状语修饰动词 ἀποστερεῖτε。
