← 亚历山太的革利免

杂记

§7.13.81-7.13.83

饶恕过犯与作为神殿宇的知者观照

克莱门特阐述真正的知者如何饶恕过犯、为贫困者代求,并作为神良善的器皿行善。知者视自身为神的殿宇,超越一切受造之界上升至神圣观照,不惧死亡并坚定屹立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.13.81

Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, »ἄφες ἡμῖν« λέγων· »καὶ γὰρ ἡμεῖς ἀφίεμεν·« ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ θεὸς βούλεται. μηδενὸς ἐπιθυμεῖν. μηδένα μισεῖν· ἑνὸς γὰρ θελήματος ἔργον οἱ πάντες ἄνθρωποι. καὶ μή τι τὸν γνωστικὸν »τέλειον« εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν »ὡς τὸν οὐράνιον πατέρα«. τουτέστιν ἑαυτόν. ὁ λέγων »δεῦτε. τέκνα. ἀκούσατέ μου φόβον κυρίου«, οὐ τῆς δι᾿ ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ᾿ ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν. καὶ τὴν φρουρὰν ἔχειν παρ᾿ ἑαυτοῦ διὰ τῆς εὐπειθείας;1 ὁ τοιοῦτος ἀπαιτεῖ παρὰ κυρίου, οὐχὶ δὲ καὶ αἰτεῖ. καὶ ἐπὶ τῶν πενομένων ἀδελφῶν οὐκ αὐτὸς αἰτήσεται ὁ γνωστικὸς [οὐ] χρημάτων περιουσίαν εἰς μετάδοσιν, ἐκείνοις δὲ ὧν δέονται χορηγίαν εὔξεται γενέσθαι. δίδωσι γὰρ οὕτως καὶ τὴν εὐχὴν τοῖς δεομένοις ὁ γνωστικὸς καὶ τὸ διὰ τῆς εὐχῆς ἀγνώστως ἅμα καὶ ἀτύφως παρέχεται. πενία μὲν οὖν πολλάκις καὶ νόσος καὶ τοιαῦται πεῖραι ἐπὶ νουθεσίᾳ προσφέρονται καὶ πρὸς διόρθωσιν τῶν παρεληλυθότων καὶ πρὸς ἐπιστροφὴν τῶν μελλόντων. ὁ τοιοῦτος τὸν ἐπικουφισμὸν τούτοις αἰτούμενος. ἅτε τὸ ἐξαίρετον τῆς γνώσεως ἔχων, οὐ διὰ κενοδοξίαν, ἀλλὰ δι᾿ αὐτὸ τὸ εἶναι γνωστικός, αὐτὸς ἐργάζεται τὴν εὐποιίαν. ὄργανον γενόμενος τῆς τοῦ θεοῦ ἀγαθότητος.

他绝不记念得罪他的人,反而予以饶恕。因此他亦能理直气壮地祈求说:“饶恕我们,因为我们也饶恕”;因为神所意愿的事之一,正是不贪恋任何事物,不恨恶任何人;全人类皆是神独一旨意的作为。我们的救主——愿知者“完全,像天父一样”,即像祂自己一样,祂说:“孩子们,来从我这里听对主的敬畏”——难道不是意愿这人不再需要藉着天使的相助,而是在自己配得之后从祂自身领受,并通过顺服从祂自身蒙保守吗?这样的人乃是向主索取应得之份,而不单单是祈求。对于贫乏的弟兄,知者自己不会祈求丰盈的钱财以便分施,而是祈求他们所匮乏之物能得供应。因为知者如此将祈祷也施予有需要的人,且在不为人知与毫无虚骄之中,提供那藉由祈祷而来的供应。贫穷、疾病以及诸如此类的试炼,往往是为着劝戒、为了纠正既往之事并为了留心将来之事而临到的。拥有卓越知识的这等人,为了这些受试炼者祈求减轻,并非出于虚荣,而是因其身为知者本身,便自己实行善举,成为神之良善的器皿。

§7.13.82

Λέγουσι δὲ ἐν ταῖς παραδόσεσι Ματθίαν τὸν ἀπόστολον παρ᾿ ἕκαστα εἰρηκέναι ὅτι »ἐὰν ἐκλεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτός· εἰ γὰρ οὕτως ἑαυτὸν ἦγεν, ὡς ὁ λόγος ὑπαγορεύει, κατῃδέσθη ἂν αὐτοῦ τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτεῖν2«. τί τοίνυν περὶ αὐτοῦ τοῦ γνωστικοῦ φήσαιμεν ἄν; »ἢ οὐκ οἴδατε«, φησὶν ὁ ἀπόστολος. »ὅτι ναός ἐστε τοῦ θεοῦ;« θεῖος ἄρα ὁ γνωστικὸς καὶ ἤδη ἅγιος, θεοφορῶν καὶ θεοφορούμενος. αὐτίκα τὸ ἁμαρτῆσαι ἀλλότριον παριστᾶσα ἡ γραφὴ τοὺς μὲν παραπεσόντας τοῖς ἀλλοφύλοις πιπράσκει· »μὴ ἐμβλέψῃς« δὲ »πρὸς ἐπιθυμίαν ἀλλοτρίᾳ γυναικὶ« λέγουσα. ἄντικρυς ἀλλότριον καὶ παρὰ φύσιν τοῦ ναοῦ τοῦ θεοῦ τὴν ἁμαρτίαν λέγει. ναὸς δέ ἐστιν ὃ μὲν μέγας, ὡς ἡ ἐκκλησία, ὃ δὲ μικρός. ὡς ὁ ἄνθρωπος ὁ τὸ σπέρμα σῴζων τὸ Ἀβραάμ. οὐκ ἄρα ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν. αὐτίκα πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπῶσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν. καὶ διελθὼν τὰς πνευματικὰς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἄκρων, ἐπ᾿ ἐκεῖνο μόνον ἱέμενος, [ἐφ᾿] ὃ ἔγνω μόνον. μείξας οὖν τῇ περιστερᾷ τὸν ὄφιν τελείως ἅμα καὶ εὐσυνειδήτως βιοῖ, πίστιν ἐλπίδι κεράσας πρὸς τὴν τοῦ μέλλοντος ἀπεκδοχήν. αἴσθεται γὰρ τῆς δωρεᾶς ἧς ἔλαβεν ἄξιος γενόμενος τοῦ τυχεῖν, καὶ μετατεθεὶς ἐκ δουλείας εἰς υἱοθεσίαν. [ἀν] ἀκόλουθα τῇ ἐπιστήμῃ [μήτε μὴ] (»γνοὺς τὸν θεὸν [μᾶλλον δὲ] γνωσθείς τε πρὸς αὐτοῦ«) ἐπιτελεῖ, πρὸς ἀξίαν τῆς χάριτος ἐνδεικνύμενος τὰ ἐνεργήματα. ἕπεται γὰρ τὰ ἔργα τῇ γνώσει ὡς τῷ σώματι ἡ σκιά.

传闻中说,使徒马提亚时常说道:“若是选民的邻舍犯了罪,选民便是有罪的;因为若是他按照道所吩咐的去引导自己,就连那邻舍也会敬畏他的品行而不至于犯罪。”那么,关于知者自身,我们又能说些什么呢?“岂不知,”使徒说,“你们是神的殿吗?”因此知者是属神的,已然成圣,怀揣着神亦为神所怀抱。例如,经文将犯罪显明为异己之物,把失足堕落之人出卖给外邦人;又说“不可起贪心观看外邦妇人”,直截了当地指出罪恶乃是异质之物,与神的殿之本性格格不入。殿宇有大有小,大者如教会,小者如保守亚伯拉罕后裔之人。是以得神安息于其中的人,必不再贪图任何别的事物。他立时抛却一切阻碍,藐视一切使他分心的物质,凭着知性划破天际;穿过属灵的本体及一切统治者与掌权者,触及至高的宝座,只一心渴慕奔向那他唯一所认识的。于是,他将灵蛇与驯鸽结合,在完全与无愧良心中度日,将信心与盼望融汇以企盼未来。因为他感知到自己配得而领受的恩赐,已从奴仆转变为义子;因认识了神,亦为神所认识,他便实践与真知相称的作为,显明配得上恩典的行径。因为行为伴随知识,犹如影子伴随身体。

§7.13.83

Ἐπ᾿ οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων οὐδὲν οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους,3 ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον γενήσεσθαι. ὅθεν οὐδέποτε τὸ ἡδὺ καὶ τὸ συμφέρον προκρίνει τῆς οἰκονομίας, γυμνάζων ἑαυτὸν διὰ τῶν ἐντολῶν, ἵνα καὶ πρὸς τὸν κύριον εὐάρεστος ἐν πᾶσι γένηται καὶ πρὸς τὸν κόσμον ἐπαινετός. ἐπεὶ τὰ πάντα ἐφ᾿ ἑνὸς τοῦ παντοκράτορος θεοῦ ἵσταται. »εἰς τὰ ἴδια«. φησίν, »ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.« διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται. ἐπεὶ τὸ τέλος αὐτῷ δι᾿ ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς εἰς θεωρίαν περαιοῦται. ἐνθένδε ἤδη, δι᾿ ἐπιστήμης τὰ ἐφόδια τῆς θεωρίας καρπούμενος μεγαλοφρόνως τε τὸ τῆς γνώσεως ἀναδεξάμενος μέγεθος, πρόεισιν ἐπὶ τὴν ἁγίαν τῆς μεταθέσεως ἀμοιβήν. ἀκήκοεν γὰρ τοῦ ψαλμοῦ λέγοντος· »κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς« αἰνίσσεται γάρ. οἶμαι. τοὺς ὑψηλῶς προσδεξαμένους τὸν λόγον ὑψηλοὺς ὡς πύργους ἔσεσθαι καὶ βεβαίως ἔν τε τῇ πίστει καὶ τῇ γνώσει στήσεσθαι.

因此,他理所当然地对临到的一切事毫不慌乱,对按神之经纶为了益处而发生的事毫无疑虑,亦不以死为耻;因他能怀着无愧的良心面对诸权柄显现,可以说是彻底洗净了灵魂的一切瑕疵,深知自己在离世之后必将获得更美好的境地。故此,他绝不把享乐与利益置于神的经纶之上,而是藉着诫命操练自己,好叫自己在一切事上蒙主喜悦,亦为世人所赞许,因万物皆奠基于独一的全能神。“神的儿子来到自己的地方,”经上说,“自己的人倒不接待祂。”因此,在世间之物的取用上,他不仅感恩并赞叹受造物,而且因其如法使用而受称赞,因他的终局乃是通过依照诫命的知者活动而达到观照。自此,他已藉着真知收获观照的资粮,高尚地领受知识之宏大,迈向迁引的圣洁奖赏。因为他听见诗篇说:“你们当周游锡安,四围环绕,在她的城楼中述说”;我想,这是在暗示那些崇高地接纳了道的人,必将如城楼般高耸,坚固地屹立于信心与真知识之中。

语法注3 条
  1. 7.13.81καὶ μή τι τὸν γνωστικὸν »τέλειον« εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν »ὡς τὸν οὐράνιον πατέρα«, τουτέστιν ἑαυτόν, ὁ λέγων »δεῦτε, τέκνα, ἀκούσατέ μου φόβον κυρίου«, οὐ τῆς δι᾿ ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ᾿ ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν, καὶ τὴν φρουρὰν ἔχειν παρ᾿ ἑαυτοῦ διὰ τῆς εὐπειθείας;

    由句首的 μή τι 与主句中的否定词 οὐ 构成的复合修辞疑问句,预期肯定的回答(“我们的救主……难道不是意愿……吗?”)。主语 ὁ σωτὴρ ἡμῶν 带有分词短语 βουλόμενος... 以及同位分词短语 ὁ λέγων...,主要动词 βούλεται 被置于较后位置,结构层层展开。

  2. 7.13.82κατῃδέσθη ἂν αὐτοῦ τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτεῖν

    与过去事实相反的虚拟条件句归结从句(ἄν 搭配不定过去时直陈式 κατῃδέσθη)。复合动词 καταιδέομαι 作及物动词支配宾格 αὐτοῦ τὸν βίον(“他的行事/生活”),介词短语 εἰς τὸ μὴ ἁμαρτεῖν 表结果或目的(“以致不至于犯罪”)。

  3. 7.13.83εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους

    形容词 εὐσυνείδητος 带有限定性不定式 ὀφθῆναι(“面对……显现而问心无愧”),与格 ταῖς ἐξουσίαις 指显现面对的各执政掌权者。随后的分词 ἀποκεκαθαρμένος 为完成时中动分词,保留直接宾格 σπίλους(“已为自己洗净了……污点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.13.81-7.13.83