← 亚历山太的革利免

杂记

§7.12.79-7.12.80

爱与惧怕的公义与知者的感恩祈祷

革利免阐述了源于爱与惧怕的双重公义、知者满怀感恩的祈祷与对肉体的克服,以及他在行善与试炼中展现如约伯般的超然态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12.79

ἣ μὲν δι᾿ ἀγάπην, ἣ δὲ διὰ φόβον.1 εἴρηται γοῦν· »ὁ φόβος τοῦ κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος.« οἱ γὰρ ἐκ φόβου εἰς πίστιν καὶ δικαιοσύνην ἐπιστρέφοντες εἰς αἰῶνα διαμένουσιν. αὐτίκα ἀποχὴν κακῶν ἐργάζεται ὁ φόβος, ἀγαθοποιεῖν δὲ προτρέπει ἐποικοδομοῦσα εἰς τὸ ἑκούσιον ἡ ἀγάπη, ἵνα τις ἀκούσῃ παρὰ τοῦ κυρίου· »οὐκέτι ὑμᾶς δούλους, ἀλλὰ φίλους λέγω«, καὶ πεποιθὼς ἤδη προσίῃ ταῖς εὐχαῖς. τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχῆς εὐχαριστία ἐπί τε τοῖς προγεγονόσιν ἐπί τε τοῖς ἐνεστῶσιν ἐπί τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν· τούτου δὲ ἡγεῖται τὸ εἰληφέναι τὴν γνῶσιν.2 καὶ δὴ καὶ αἰτεῖται οὕτως ζῆσαι τὸν ὡρισμένον ἐν τῇ σαρκὶ βίον, ὡς γνωστικός, ὡς ἄσαρκος, καὶ τυχεῖν μὲν τῶν ἀρίστων, φυγεῖν δὲ τὰ χείρονα. αἰτεῖται δὲ καὶ ἐπικουφισμὸν περὶ ὧν ἡμαρτήσαμεν ἡμεῖς καὶ ἐπιστροφὴν εἰς ἐπίγνωσιν· οὕτως ὀξέως ἑπόμενος τῷ καλοῦντι κατὰ τὴν ἔξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστῆσαι κἀκεῖ, σὺν Χριστῷ γενόμενος, ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ3 τὴν διὰ τοῦ Χριστοῦ χορηγουμένην. οὐ γὰρ μετουσίᾳ θερμότητος θερμὸς οὐδὲ πυρὸς φωτεινός, ἀλλ᾿ εἶναι ὅλος φῶς βούλεται. οὗτος οἶδεν ἀκριβῶς τὸ εἰρημένον· »ἐὰν μὴ μισήσητε τὸν πατέρα καὶ τὴν μητέρα, πρὸς ἔτι δὲ καὶ τὴν ἰδίαν ψυχήν, καὶ ἐὰν μὴ τὸ σημεῖον βαστάσητε.« τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ ἀλόγῳ πνεύματι, ὅτι »ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος«. »τὸ σημεῖον δὲ βαστάσαι« »τὸν θάνατόν ἐστιν περιφέρειν«, ἔτι ζῶντα »πᾶσιν ἀποταξάμενον«, ἐπεὶ μὴ ἴση ἐστὶν ἀγάπη τοῦ σπείραντος τὴν σάρκα καὶ τοῦ τὴν ψυχὴν εἰς ἐπιστήμην κτίσαντος.

其一出于爱,其二出于惧怕。正如经上所记:“敬畏主是洁净的,存到永远。”因为凡因惧怕而归向信仰与公义的人,必存到永远。惧怕立时促成远离恶事,而爱则在自愿的层面上加以建造,激励人行善,好叫人得听主说:“我不再称你们为仆人,乃称你们为朋友”,并满怀信心地进前祈祷。祈祷的本色即是感恩:为了过去的事、现在的事,以及因着信心已如现前的将来的事;而领受了知识则在这一切之先。而且,他确实祈求能以知者之态、如无肉身者一般度过肉身中注定的生命,得着最美好的,避开较为恶劣的。他也为我们所犯之过失祈求宽免,并祈求归向真知识;在离世之时,他依照召他之主的呼召如此敏捷地跟随,可以说是凭着无愧的良心径直前行,急切地要在彼处也献上感恩,与基督同在;因着纯洁,他使自己配得上通过融通而承受藉由基督所赐予的神的大能。因为他不愿凭分沾热度而温热、凭烈火而光亮,而是渴望自己全然成为光明。这人确切明白经上所说:“若不恨恶父母,甚至自己的生命,若不背起这记号。”因为他既恨恶那蕴含极大享乐魅惑的肉体依恋,傲然蔑视一切关乎肉身造作与供养之物,更起而反抗属肉体的魂,给桀骜不驯的无理性之灵戴上嚼辔,因为“肉体的情欲与圣灵相争”。而“背起这记号”即是“背负死亡”,在尚且活着之时“舍弃一切”;因为播种肉身者的爱,与为了认知而创造灵魂者的爱,绝非等量齐观。

§7.12.80

Οὗτος ἐν ἕξει γενόμενος εὐποιητικῇ θᾶττον τοῦ λέγειν καλῶς εὐεργετεῖ, τὰ μὲν τῶν ἀδελφῶν ἁμαρτήματα μερίσασθαι εὐχόμενος εἰς ἐξομολόγησιν καὶ ἐπιστροφὴν τῶν συγγενῶν, κοινωνεῖν δὲ τῶν ἰδίων ἀγαθῶν προθυμούμενος τοῖς φιλτάτοις, αὐτοὶ δὲ οὕτως αὐτῷ οἱ φίλοι.4 αὔξων οὖν τὰ παρ᾿ αὐτῷ κατατιθέμενα σπέρματα καθ᾿ ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται. οὗτος δι᾿ ὅλης ἡμέρας καὶ νυκτὸς λέγων καὶ ποιῶν τὰ προστάγματα τοῦ κυρίου ὑπερευφραίνεται, οὐ πρωίας μόνον ἀναστὰς καὶ μέσον ἡμέρας, ἀλλὰ καὶ περιπατῶν καὶ κοιμώμενος, ἀμφιεννύμενός τε καὶ ἀποδυόμενος· καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ᾖ τὸ γένος, ἀχώριστος ὢν τῆς ἐντολῆς καὶ τῆς ἐλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς πρὸς πᾶσαν πεῖραν· »ὁ κύριος«, φησίν, »ἔδωκεν, ὁ κύριος ἀφείλετο.« τοιοῦτος γὰρ καὶ ὁ Ἰώβ, ὃς καὶ τοῦ ἀφαιρεθῆναι τὰ ἐκτὸς σὺν καὶ τῇ τοῦ σώματος ὑγιείᾳ προαπέθετο πάντα5 διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης. »ἦν γάρ«, φησί, »δίκαιος, ὅσιος, ἀπεχόμενος ἀπὸ πάσης πονηρίας.« τὸ δὲ »ὅσιον« τὰ πρὸς τὸν θεὸν δίκαια κατὰ τὴν πᾶσαν οἰκονομίαν μηνύει, ἃ δὴ ἐπιστάμενος γνωστικὸς ἦν. χρὴ γὰρ μήτε, ἐὰν ἀγαθὰ ᾖ, προστετηκέναι τούτοις ἀνθρωπίνοις οὖσι, μήτε αὖ, ἐὰν κακά, ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλὰ ἐπάνω εἶναι ἀμφοῖν τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. ἀσφαλὴς δὲ ἐν συμπεριφορᾷ ὁ γνωστικὸς μὴ λάθῃ [ἢ] ἡ συμπεριφορὰ διάθεσις γενομένη.6

这人既已处于乐善好施的德性状态中,行善之速更甚于美言,祈愿分担弟兄的罪过以促成同胞的认罪与回心,且乐意将自己的善物分享给至亲至爱之人,而他的朋友们对他亦是如此。因此,照着主所吩咐的耕耘,使交付给他的种子成长加增,他便保持无罪并成为克制之人;哪怕仍滞留于地上,他在灵里已与同类者一同居于众圣徒的队列之中。这人通宵达旦谈论并遵行主的诫命,满心喜乐,不仅在早晨起来与正午之时,而且在行走与卧榻、穿衣与脱衣之际皆是如此;若有子嗣,他亦教导其子,与诫命和盼望形影不离,恒常向神献上感恩,宛如以赛亚书中被寓指的称颂赞美的活物,凡遇试炼皆具坚忍。“主赏赐,”他说,“主收取。”约伯正是如此之人,因着对主的爱,甚至在外在之物与肉身健康被夺去之前,他就已经预先舍弃了一切。经上说:“因为他为人公义、敬虔,远离一切恶事。” “敬虔”指示着在全盘经纶中对神的公义作为,而他正明晓这些,便是知者。因为人不当因外物是美好的(毕竟属乎人性)便沉溺固着于其中,亦不当因其是恶劣的便心怀怨恨,而应超拔于二者之上,践踏其一,将另一部分转赐给有需要的人。然而知者在屈尊俯就与交往中务求审慎,免得这种俯就交往在不知不觉中演变成为内在的习性倾向。

语法注6 条
  1. 7.12.79ἣ μὲν δι᾿ ἀγάπην, ἣ δὲ διὰ φόβον

    承接前一语段末尾的 ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ(因为公义亦是双重的)。阴性单数代词(ἣ μέν ... ἣ δέ)指代省略的名词 δικαιοσύνη,构成“其一出于爱,其二出于惧怕”的省略判断句。

  2. 7.12.79τούτου δὲ ἡγεῖται τὸ εἰληφέναι τὴν γνῶσιν

    动词 ἡγεῖται(ἡγέομαι)在此支配属格(τούτου),意为“先行于、引导”,以带冠词的完成时不定式短语 τὸ εἰληφέναι τὴν γνῶσιν(领受知识之事)作主语,即“领受了知识先行于此(感恩祈祷)”。并非带宾格不定式的“认为”之义。

  3. 7.12.79ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ

    不定式 ἔχειν 依附于形容词 ἄξιον,作解释性/说明性不定式(epexegetical infinitive),修饰“使自己相称于……”,整句结构为“因着纯洁,使自己配得上通过融通而承受神的大能”。

  4. 7.12.80αὐτοὶ δὲ οὕτως αὐτῷ οἱ φίλοι

    省略系动词 εἰσί 的紧凑句:“他的朋友们对他自身亦是如此”。αὐτῷ 为表示关系的与格,呼应前面的相互分享善物之情谊。

  5. 7.12.80καὶ τοῦ ἀφαιρεθῆναι τὰ ἐκτὸς σὺν καὶ τῇ τοῦ σώματος ὑγιείᾳ προαπέθετο πάντα

    复合动词 προαπέθετο 中的前缀 πρό-(在……之前)支配属格冠词不定式 τοῦ ἀφαιρεθῆναι,表示时间上的在先关系:“甚至在外在之物……被剥夺之前,便已预先舍弃了一切”。τὰ ἐκτός 为被动不定式 ἀφαιρεθῆναι 的主语。

  6. 7.12.80μὴ λάθῃ [ἢ] ἡ συμπεριφορὰ διάθεσις γενομένη

    由 μή 引领的顾虑/否定目的从句,接虚拟式 λάθῃ 并与分词 γενομένη 连用,构成 λανθάνω + 分词的经典句式(“不知不觉地成为……”)。句意为“免得迁就顺应在不经意间演变成了固定性向”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.12.79-7.12.80