- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.12.77-7.12.78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述了真弟兄在品德与信仰上的一致,指出知者如何在世如客旅般舍己爱邻,过着达于天使境地的祈祷与完全的生活。
Ἀδελφοὶ δ᾿ εἰσὶ τῷ ὄντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἃ ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὄντας φρονεῖν. πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν. κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος.1 ταύτῃ οὐδὲ ὄναρ ποτὲ μὴ ἁρμόζον ἐκλεκτῷ βλέπει. ἀτεχνῶς »ξένος γὰρ καὶ παρεπίδημος« ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὃς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ᾿ ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ. ἀλλ᾿ ἡ προαίρεσις δεικνύῃ δίκαιον. ὁ γνωστικὸς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικὴν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς, ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ »ὄρη μεθιστὰς« τῶν πλησίον καὶ τὰς τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων. καίτοι ἕκαστος ἡμῶν αὑτοῦ τε ἀμπελὼν καὶ ἐργάτης. ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν (»ὅπου γὰρ ὁ νοῦς τινος«, φησίν, »ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ«), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.2
他们照着那蒙选的受造、相通的品性以及作为的本质,乃是真正同为弟兄的人;他们行出、思念并说出相同的圣洁良善之作为,即主定意使蒙选的他们所思念的。因为信心在于选择相同的事物,知识在于学习并思念相同的事物,盼望在于渴求相同的事物。即使按照生命的必然性,他在片刻时间为食物所耽搁,他也自以为因受此事的牵扯而遭受了剥夺与亏损。因此他甚至在梦中也从未见过不合于蒙选者之事。实际上,凡这样的人在毕生之中皆是‘寄居的客旅’,他虽居于城中,却蔑视城中被他人艳羡之物,居于城中如处旷野,好叫不是环境强迫他,而是自主决意显出他是公义的。简而言之,这位知者藉着端正的生活、确凿的认知、造就相称之人、挪开邻舍的‘大山’并除去他们灵魂的凹凸偏差,弥补了使徒的缺席;尽管我们各人既是自己的葡萄园,又是自己的工人。他行最善之事却愿避开人们的视线,使主与自己皆确信他是照着诫命生活,优选那些他深信其生命所寄托的事物(正如经上所说:‘人的心在哪里,他的财宝也在哪里’);因着在爱里的完全,为了绝不轻忽陷入患难的弟兄,他使自己遭受亏损,尤其当他确知自己比弟兄更能轻易承受匮乏时更是如此。
Ἡγεῖται γοῦν τὴν ἀλγηδόνα ἐκείνου ἴδιον ἄλγημα· κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι᾿ εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι μᾶλλον τὴν εὐεργεσίαν. ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι᾿ ἔργων καὶ θεωρίας ἐπαινῶν. καὶ δὴ »οὐ τὸν ἔπαινον παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τοῦ θεοῦ« καρποῦται, ἃ ἐδίδαξεν ὁ κύριος, ταῦτα ἐπιτελῶν. οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν· οἰκτείρων τοὺς μετὰ θάνατον παιδευομένους διὰ τῆς κολάσεως ἀκουσίως ἐξομολογουμένους, εὐσυνείδητος πρὸς τὴν ἔξοδον καὶ ἀεὶ ἕτοιμος ὤν, ὡς ἂν »παρεπίδημος καὶ ξένος« τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἰδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια ἡγούμενος· οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ᾿ ὡς ἔπος εἰπεῖν δι᾿ αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος. ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς [ὁ] γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας. διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμῶν. ἐὰν ὁ λόγος αἱρῇ,3 ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεῖ· ταύτῃ καθαρὸς εἰς εὐχὴν πάντοτε. ὃ δὲ καὶ μετ᾿ ἀγγέλων εὔχεται. ὡς ἂν ἤδη καὶ »ἰσάγγελος«. οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται. τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει. Διττὴν οὗτος οἶδε πίστιν, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν. τὴν δὲ τοῦ πιστευομένου τὴν κατ᾿ ἀξίαν ὑπεροχήν,4 ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ.
他确将那人的痛苦视作自己的痛苦;哪怕从自己的缺乏中施与行善而遭受艰难,他也不为此心生怨尤,反而更加增自己的恩惠。因为他对诸般事物持守纯全的信心,以行为与观照称颂福音。他确实实践主所教导之事,因而收获‘不是从人来的称赞,乃是从神来的称赞’。这人被自己的盼望所引,尝不到世间任何美好之物,对今世之一切皆超然视之;他怜恤那些死后藉着惩治受训而被迫认罪之人,对离世心怀无愧的良心且时刻预备,作为今世之事的‘客旅与寄居者’,唯独谨记自己当承继之业,将这里的一切视为异己之物;他不仅景仰主的诫命,更可以说借由知识本身得以分享神的旨意,实为主与诸诫命的密友,被选为义人。作为知者,他具有主导与王者的气度,轻视地上与地下所有的黄金以及从大洋一端到另一端的国度,以求专心执着于服事主。因此,无论吃喝,或在理性允准时婚娶,乃至做梦之时,他所行所思皆是圣洁之事;以这种方式,他随时保持适于祈祷的洁净。更有甚者,他与天使一同祈祷,宛如已是‘同于天使之人’。他从未脱离圣洁的守护;哪怕独自祈祷,他也有众圣徒的队列与他同立。这人深知双重的信仰:其一乃是信者之功效作为,其二乃是被信之对象照其尊严的超越卓越;因为公义亦是双重的。
- 7.12.77χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος
动词 χρεωκοπέω 本义为‘勾销债务、欺诈债权人’,此处在被动语态下转喻为‘(时间或本职被)剥夺、遭受损失’。分词 περισπώμενος 为原因状语分词,意为‘因受此事(即饮食的必然性)牵扯分心’。
- 7.12.77ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα
动词 ἐπίστηται 带宾格加分词结构 ἑαυτὸν ... οἴσοντα(φέρω 的将来时分词)。ῥᾷον 作为比较级中性单数宾格作副词用(‘更容易地’),τοῦ ἀδελφοῦ 为比较属格(‘比起弟兄’),整体结构为‘若他确知比起弟兄,自己能更容易地承受匮乏’。
- 7.12.78ἐὰν ὁ λόγος αἱρῇ
成语性短语,意为‘若理性允许’或‘若道理所指’。虽然动词 αἱρέω 在能动态通常意为‘抓取、捕获’,但在 ὁ λόγος αἱρεῖ/αἱρῇ 这一固定搭配中,表示‘若理性如此决断/合理允许’。
- 7.12.78τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν. τὴν δὲ τοῦ πιστευομένου τὴν κατ᾿ ἀξίαν ὑπεροχήν
由 μέν ... δέ 引领的并列对照结构,用以解释前文的 Διττὴν ... πίστιν(‘双重信仰’)。前者指‘信者本身的功效活动’(主体性信仰),后者指‘被信者照其价值所具之超越卓越性’(客体/所信的神)。
