- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.12.74-7.12.76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
知者作为主葡萄园里的神圣农夫,因弃绝恶行并厉行善功而获双倍报偿,且为益及他人而忍受试炼。他将周三与周五的禁食内化为对贪财与嗜乐的摒绝,除灭恶念从而时刻活在主日之中,以不受肉欲沾染的心灵来凝视真正的美。
Ἐπιθυμίαι δὲ καὶ τὰ ἄλλα ἁμαρτήματα »τρίβολοι καὶ σκόλοπες« εἴρηνται. ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελῶνι φυτεύων, κλαδεύων, ἀρδεύων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν καταπεφυτευμένων γεωργός. οἱ μὲν οὖν τὸ κακὸν μὴ πράξαντες μισθὸν ἀξιοῦσιν ἀργίας λαμβάνειν, ὁ δὲ ἀγαθὰ πράξας ἐκ προαιρέσεως γυμνῆς ἀπαιτεῖ τὸν μισθὸν ὡς ἐργάτης ἀγαθός. ἀμέλει καὶ διπλοῦν λήψεται ὧν τε οὐκ ἐποίησεν καὶ ἀνθ᾿ ὧν εὐηργέτησεν.1 ὁ γνωστικὸς οὗτος πειράζεται ὑπ᾿ οὐδενός, πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν.2 ἐπιρρώννυνται γοῦν πρὸς τὴν πίστιν διὰ τῆς ἀνδρικῆς παρακαλούμενοι ὑπομονῆς. ἀμέλει καὶ διὰ τοῦτο οἱ μακάριοι ἀπόστολοι εἰς πῆξιν καὶ βεβαίωσιν τῶν ἐκκλησιῶν εἰς πεῖραν καὶ μαρτύριον τελειότητος ἤχθησαν. ἔχων οὖν ὁ γνωστικὸς ἔναυλον τὴν φωνὴν τὴν λέγουσαν. ὃν ἐγὼ πατάξω, σὺ ἐλέησον, καὶ τοὺς μισοῦντας αἰτεῖται μετανοῆσαι· τὴν γὰρ τῶν κακούργων ἐν τοῖς σταδίοις ἐπιτελουμένην τιμωρίαν καὶ παίδων ἐστὶ μὴ θεάσασθαι. οὐ γὰρ ἔστιν ὅπως ὑπὸ τοιούτων παιδευθείη ποτ᾿ ἂν ὁ γνωστικὸς ἢ τερφθείη, ἐκ προαιρέσεως καλὸς καὶ ἀγαθὸς εἶναι συνασκήσας καὶ ταύτῃ ἄτεγκτος ἡδοναῖς γενόμενος· οὔποτε ὑποπίπτων ἁμαρτήμασιν, ἀλλοτρίων κακῶν ὑποδείγμασιν οὐ παιδεύεται· πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαί τοῦτον,3 ὃς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν κατεμεγαλοφρόνησεν. »οὐ πᾶς ἄρα ὁ λέγων ›κύριε κύριε‹ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.« οὗτος δ᾿ ἂν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατῶν μὲν »τῶν κοσμικῶν ἐπιθυμιῶν« ἐν αὐτῇ ἔτι τῇ σαρκὶ ὤν, περὶ δὲ ὧν ἔγνω, τῶν μελλόντων καὶ ἔτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσὶ παρεῖναι ταῦτα.
欲望与其他罪恶被称为‘荆棘与蒺藜’。因此知者在主的葡萄园中作工,栽种、修剪、浇灌,实为那些被栽植于信仰中的人之属神的农夫。那些未曾行恶的人自以为应当领受懒惰不作工的工钱,而那出于纯粹自主决意而行善的人,则作为一个优良的工人索取工钱。无疑他将得到双倍的报偿,既因他所未犯之罪,也因他所施行的善行。这位知者不被任何人试探,除非神所允许,而这又是为了同伴的益处。至少,他们因着他刚毅的忍耐受到勉励,在信仰上得以坚固。确实也正因如此,福乐的使徒们被引向试炼与完全的见证,好叫教会得以建立和坚固。因此,知者的耳中回响着那句话说:‘我所击打的,你要怜悯’,他也为恨他的人祈求悔改;因为在竞技场中所执行的对恶徒的刑罚,甚至连小儿也是不应当去观看的。知者绝不可能通过此类事物受到教益或感到愉悦,因为他出于自主决意操练自己成为美好良善之人,并以此对诸般享乐无动于衷。由于他从不陷入罪中,便不用他人恶行的例证来受管教;这样的人绝不可能以属地的享乐和观景为满足,他甚至以高尚的胸怀鄙弃了属世的应许,哪怕它们是出于神的。‘所以凡说「主啊,主啊」的人,不能都进神的国;唯独遵行神旨意的人,才能进去。’这正是那属知的工人,他在仍处于肉身之中时就制服了‘世俗的私欲’,且对自己所认识的事物——那些将来的、仍不可见的事物——确信不疑,以至于认为它们比起眼前的琐事更为切近真切。
Οὗτος ἐργάτης εὔθετος. χαίρων μὲν ἐφ᾿ οἷς ἔγνω, συστελλόμενος δὲ ἐφ᾿ οἷς ἐπεγκυλίεται τῇ τοῦ βίου ἀνάγκῃ. μηδέπω καταξιούμενος τῆς ὧν ἔγνω ἐνεργούσης μεταλήψεως. ταύτῃ τῷ βίῳ τῷδε ὡς ἀλλοτρίῳ ὅσον ἐν ἀνάγκης συγχρῆται μοίρᾳ. οἶδεν αὐτὸς καὶ τῆς νηστείας τὰ αἰνίγματα τῶν ἡμερῶν τούτων, τῆς τετράδος καὶ τῆς παρασκευῆς λέγω. ἐπιφημίζονται γὰρ ἣ μὲν Ἑρμοῦ. ἣ δὲ Ἀφροδίτης. αὐτίκα νηστεύει κατὰ τὸν βίον φιλαργυρίας τε ὁμοῦ καὶ φιληδονίας, ἐξ ὧν αἱ πᾶσαι ἐκφύονται κακίαι· πορνείας γὰρ ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρείαν.
这是一个适宜合用的工人。他因自己所认识的事物而欢喜,却因受制于生活的必然性所卷入的事物而感到沉重压抑,因为他尚未配得对自己所认识之事的实际有能的分享。因此,他仅在必然性所限的范围内,将这现世的生命当作异己之物加以借用。他自己也明白这些日子——我是指星期三与星期五——禁食的奥秘;因为前者归于赫尔墨斯,后者归于阿佛洛狄忒。直接地说,他终身禁绝贪财与嗜乐,一切恶行皆由这两者滋生;因为我们此前已多次依照使徒指出,奸淫的三种最高形式即是嗜乐、贪财与偶像崇拜。
Νηστεύει τοίνυν καὶ κατὰ τὸν νόμον ἀπὸ τῶν πράξεων τῶν φαύλων καὶ κατὰ τὴν τοῦ εὐαγγελίου τελειότητα ἀπὸ τῶν ἐννοιῶν τῶν πονηρῶν. τούτῳ καὶ οἱ πειρασμοὶ προσάγονται οὐκ εἰς τὴν ἀποκάθαρσιν, ἀλλ᾿ εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφέλειαν, εἰ πεῖραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο. ὁ δ᾿ αὐτὸς καὶ περὶ ἡδονῆς λόγος. μέγιστον γὰρ ἐν πείρᾳ γενόμενον εἶτα ἀποσχέσθαι. τί γὰρ μέγα εἰ ἃ μὴ οἶδέν τις ἐγκρατεύοιτο; οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων. ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὁρᾶν νομίζει. τὰς ὄψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγῶν, κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ. κολάζων τὸ ὁρατικόν.4 ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολὴν τῆς ὄψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον ὁρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ. αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.
因此,他既按照律法禁绝恶行,又按照福音的完全禁绝恶念。试炼临到这人,不是为了洁净他,而是如我们所说,为了邻人的益处,如果他在经历劳苦与剧痛后加以轻视并付之一笑。对于快乐亦是同样的道理;因为身历其境而后节制自守,才是最伟大的。若是对自己不知晓之事实行克制,又有何了不起呢?这人践行了福音的诫命,每当他摒弃恶念而领受属知的思想时,他便把那一日当作主日,在他自己里面荣耀主的复活。不仅如此,每当他领会一个确凿的知识命题时,他便以为自己看见了主,引导自己的目光朝向不可见之物;即便他看似见到了自己不愿见到的事物,每当他在目光接触中意识到自己心生快感时,他便惩治这视觉机能;因为他只愿观看和聆听那与他相称的事物。直接地说,在观照弟兄们的灵魂时,他也是用灵魂本身来注视肉身之美,而这灵魂已习惯于摒除肉体快乐、仅专注于善美之物。
- 7.12.74ὧν τε οὐκ ἐποίησεν καὶ ἀνθ᾿ ὧν εὐηργέτησεν
解释获得双倍报偿(διπλοῦν λήψεται)依据的并列结构。前项 ὧν 乃是关系代词同化(相当于 τούτων ἃ οὐκ ἐποίησεν),表示原因或代价的属格;后项 ἀνθ᾿ ὧν 结合了介词 ἀντί,意为‘作为所行善举的报偿’。
- 7.12.74πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν
短语 πλὴν εἰ μή 为惯用表达,意为‘除非/除……之外’。希求法 ἐπιτρέψαι 表达较为疏远的假设可能性(‘除非神万一许可’);καὶ τοῦτο 为副词性宾格短语,用于追加限定说明:‘而且即便如此,也是为了同伴的益处’。
- 7.12.74πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαί τοῦτον
πολλοῦ δεῖ 为非人称熟语,意为‘绝不/相差甚远’,后接带不定式的宾格句(τοῦτον εὐαρεστεῖσθαι)。τοῦτον 作为不定式的主语,同时是后续关系从句 ὃς... 的先行词。
- 7.12.76κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ, κολάζων τὸ ὁρατικόν
让步条件从句 κἂν (= καὶ ἐάν) βλέπειν δοκῇ 内嵌了关系从句 ἃ μὴ βλέπειν ἐθέλῃ,一同修饰主句的分词 κολάζων。主格分词 κολάζων 与主语(知者)一致,说明每当他意识到(ὅταν... συναίσθηται)视觉触碰带来快感时,便立刻克制惩戒自己的视觉官能(τὸ ὁρατικόν)。
