← 亚历山太的革利免

杂记

§7.12.71-7.12.73

作为理性死亡的知识与知者的祈祷生活

本节阐明了知识作为理性的死亡以预备灵魂领受神圣真理的意义,描绘了知者如何断绝情念、如同守候主的贞女般生活,并在将全生命化为祈祷的过程中行走于王道之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12.71

ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν.1 οὐχ ὁρᾶτε πῶς μαλάσσεται κηρὸς καὶ καθαίρεται χαλκός, ἵνα τὸν ἐπιόντα χαρακτῆρα παραδέξηται; αὐτίκα ὡς ὁ θάνατος »χωρισμὸς ψυχῆς ἀπὸ σώματος«, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν· ὡς θέλεις ζῶ. ὁ μὲν γὰρ »ἀνθρώποις ἀρέσκειν« προαιρούμενος »θεῷ ἀρέσαι οὐ δύναται«, ἐπεὶ μὴ τὰ συμφέροντα, ἀλλὰ τὰ τέρποντα αἱροῦνται οἱ πολλοί· ἀρέσκων δέ τις τῷ θεῷ τοῖς σπουδαίοις τῶν ἀνθρώπων εὐάρεστος κατ᾿ ἐπακολούθημα γίνεται. τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν. ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ ἐνέργημα τερπνὸν ὑφορᾶται; »οὐδεὶς« γὰρ »δύναται δυσὶ κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνᾷ.« οὐ τὸ ἀργύριον λέγων φησὶ ψιλῶς οὕτως. ἀλλὰ τὴν ἐκ τοῦ ἀργυρίου εἰς τὰς ποικίλας ἡδονὰς χορηγίαν· τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.

这是为了使灵魂在领受知识时变得顺服易塑。难道你们没有看见蜡是如何被软化、青铜是如何被洁净,以便承受印刻在其上的图记吗?直接地说,正如死亡是‘灵魂与肉体的分离’,知识同样宛如一种理性的死亡,它使灵魂摆脱并脱离诸情念,引领它进入善行的生命,以便它届时能坦然向神说:‘我照你的意愿而活。’因为那蓄意‘讨人喜欢’的人‘便不能讨神喜欢’,既然众人所选择的不是有益之事,而是令人悦愉之事;然而讨神喜悦的人,结果也会受到正直之人的悦纳。那么,有关饮食和肉体快乐的事物,对这样的人来说又怎能仍是惬意的呢?甚至连带来某种快乐的言语、心思的萌动以及悦人的举动,他都要加以戒备。因为‘没有人能事奉两个主,事奉神又事奉玛门。’主这样说并不是单指金钱本身,而是指由金钱而来、供应各种享乐的资财;一个崇高且真实地认识了神的人,确实不可能事奉彼此对立的诸般享乐。

§7.12.72

Εἷς μὲν οὖν μόνος ὁ ἀνεπιθύμητος ἐξ ἀρχῆς ὁ κύριος ὁ φιλάνθρωπος ὁ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος· ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι τῷ ὑπ᾿ αὐτοῦ δεδομένῳ χαρακτῆρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως γενέσθαι βιάζονται. ὁ γὰρ ἐπιθυμήσας καὶ κατασχὼν ἑαυτοῦ2 *, καθάπερ καὶ ἡ χήρα διὰ σωφροσύνης αὖθις παρθένος. οὗτος μισθὸς γνώσεως τῷ σωτῆρι καὶ διδασκάλῳ. ὃν αὐτὸς ᾔτησεν, τὴν ἀποχὴν τῶν κακῶν καὶ τὴν ἐνέργειαν τῆς εὐποιίας. δι᾿ ὧν ἡ σωτηρία περιγίνεται. ὥσπερ οὖν οἱ τὰς τέχνας μεμαθηκότες δι᾿ ὧν ἐπαιδεύθησαν πορίζουσι τὰς τροφάς. οὕτως ὁ γνωστικὸς δι᾿ ὧν ἐπίσταται πορίζων τὴν ζωὴν σῴζεται. ὁ γὰρ μὴ θελήσας τὸ τῆς ψυχῆς ἐκκόψαι πάθος ἑαυτὸν ἀπέκτεινεν. ἀλλ᾿ ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς. τροφὴ δὲ ἡ γνῶσις. αὗται δέ εἰσιν αἱ γνωστικαὶ ψυχαί, ἃς ἀπείκασεν τὸ εὐαγγέλιον ταῖς ἡγιασμέναις παρθένοις ταῖς προσδεχομέναις τὸν κύριον. παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον. καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ ›ποθοῦμέν σε, ὦ κύριε,‹ λέγουσαι. ›ἤδη ποτὲ ἀπολαβεῖν. ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι· διὸ καὶ τὰς ὑποσχέσεις ἀπαιτοῦμεν, εὐχόμεθα δὲ τὰ συμφέροντα, οὐ τὰ ἡδέα ὡς καθήκοντος τοῦ αἰτεῖν τὰ κάλλιστα παρὰ σοῦ· καὶ πάντα ἐπὶ συμφόρῳ δεξόμεθα. κἂν πονηρὰ εἶναι δοκῇ τὰ προσιόντα γυμνάσια, ἅτινα ἡμῖν προσφέρει ἡ σὴ οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.‹ Ὁ μὲν οὖν γνωστικὸς δι᾿ ὑπερβολὴν ὁσιότητος αἰτούμενος μᾶλλον ἀποτυχεῖν ἕτοιμος ἢ μὴ αἰτούμενος τυχεῖν.3 εὐχὴ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία πρὸς θεόν, κἂν καθαρὸς ᾖ ἁμαρτημάτων. πάντως οὗ βούλεται τεύξεται. λέγει γὰρ ὁ θεὸς τῷ δικαίῳ· »αἴτησαι, καὶ δώσω σοί· ἐννοήθητι. καὶ ποιήσω.« ἐὰν μὲν οὖν συμφέροντα ᾖ, παραχρῆμα λήψεται· ἀσύμφορα δὲ οὐδέποτε αἰτήσεται, διὸ οὐδὲ λήψεται. οὕτως ἔσται ὃ βούλεται. κἄν τις ἡμῖν λέγῃ ἐπιτυγχάνειν τινὰς καὶ τῶν ἁμαρτωλῶν κατὰ τὰς αἰτήσεις, σπανίως μὲν τοῦτο διὰ τὴν τοῦ θεοῦ δικαίαν ἀγαθότητα, δίδοται δὲ τοῖς καὶ ἄλλους εὐεργετεῖν δυναμένοις. ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ᾿ ἡ οἰκονομία τὸν σῴζεσθαι δι᾿ αὐτοῦ μέλλοντα προορωμένη δικαίαν πάλιν ποιεῖται τὴν δωρεάν. τοῖς δ᾿ ὅσοι ἄξιοι τὰ ὄντως ἀγαθὰ καὶ μὴ αἰτουμένοις δίδοται. ὅταν οὖν μὴ κατὰ ἀνάγκην ἢ φόβον ἢ ἐλπίδα δίκαιός τις ᾖ, ἀλλ᾿ ἐκ προαιρέσεως, αὕτη ἡ ὁδὸς λέγεται βασιλική, ἣν τὸ βασιλικὸν ὁδεύει γένος, ὀλισθηραὶ δὲ αἱ ἄλλαι παρεκτροπαὶ καὶ κρημνώδεις. εἰ γοῦν τις ἀφέλοι τὸν φόβον καὶ τὴν τιμήν, οὐκ οἶδ᾿ εἰ ἔτι ὑποστήσονται τὰς θλίψεις οἱ γεννάδαι τῶν παρρησιαζομένων φιλοσόφων.

因此,从起初就毫无欲望的唯有一位,就是爱人类的主,为了我们他也成了人;而凡急切要效法他所赐予的品貌印记的人,都竭力通过修练使自己成为无欲之人。因为那怀有欲望而克制自己的人,正如那因节制而重新成为处女的寡妇一样。这就是献给救主与导师的知识报偿,正是他自己所要求的克绝恶事与实行善举,救恩正是借此得以获得。因此,正如同习得技艺的人靠着所受的教导获得给养,知者也是借着所知晓的事物获得生命并得救。因为那不愿剪除灵魂情念的人,乃是杀害了自己。然而显而易见,无知是灵魂的萎缩饥馑,知识则是它的滋养。这些就是知性的灵魂,福音书将她们比作等候主的分别为圣的处女。因为她们因远离恶事而为处女,因爱而等候主,并为了观照万物而点亮自己固有的光明;这些贤明的灵魂说道:‘主啊,我们切望终能迎见你;我们照着你所吩咐的去生活,未曾逾越任何戒命;因此我们也祈请所应许的,我们祈求有益之事,而非令人愉悦之事,因为向你祈求至善之事乃是本分;并且凡事我们都当作有益来领受,即便摆在眼前的磨练看似严酷,而这正是你的经纶为了共同操练坚定性而赐给我们的。’因此,知者出于极度的虔敬,宁愿在祈求中落空,也不愿在不祈求中得着。因为他的整个生命都是向神的祈祷与交谈,且若脱离了罪,他凡所愿的就必得着。因为神对义人说:‘你求,我就赐给你;你心里思想,我就成全。’因此,如果是有益的事,他必立时得着;但他绝不求无益的事,所以也不会得着。如此便成就他所愿的。即便有人对我们说,罪人中也有某些人按其所求而获应允,这也是因着神公义的良善而极少发生的事,并且是赐给那些亦能造福他人的人。因此,这一赐予并非为了祈求者自己,而是经纶预先鉴察到将要借着他得救的人,再次使这项恩赐成为公义的。然而对于那些配得的人,真正良善的事物即便不祈求也会赐给他们。因此,当一个人不是出于必然、惧怕或指望,而是出于自主决意而成为义人时,这条道路便被称为王道,乃是王室子民所行的,而其余偏离之途则是滑跌险峻的。无论如何,若有人取走惧怕与尊荣,我不知道那些夸夸其谈的哲学家中的高尚之辈,是否还能忍受患难。

语法注3 条
  1. 7.12.71ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν.

    此目的从句直接承接前一语段末尾的动词性形容词句式(προγυμναστέον)。形容词 εὐεργός 意为材料‘易塑的、顺服的、便于加工的’,与紧接着出现的蜡(κηρός)的软化及青铜(χαλκός)的熔铸比喻紧密呼应。

  2. 7.12.72ὁ γὰρ ἐπιθυμήσας καὶ κατασχὼν ἑαυτοῦ

    此处文本疑似存在脱漏。分词短语 κατασχὼν ἑαυτοῦ 支配反身代词属格,意为‘克制住自己的人’。结合后文的比喻从句(καθάπερ καὶ ἡ χήρα...),此处主句的谓语部分(如值得称赞、得蒙洁净之意)被理解为承前省略或在传抄中脱落。

  3. 7.12.73αἰτούμενος μᾶλλον ἀποτυχεῖν ἕτοιμος ἢ μὴ αἰτούμενος τυχεῖν

    在比较结构(μᾶλλον ... ἤ ...)中,分词 αἰτούμενος 与 μὴ αἰτούμενος 以及不定词 ἀποτυχεῖν 与 τυχεῖν 构成了严格的对照。意为‘宁愿在祈求中落空,也不愿在不祈求中获致’,表明对知者而言,与神的交通和对白本身远比单纯获取结果更为根本。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.12.71-7.12.73