← 亚历山太的革利免

杂记

§7.12.69-7.12.70

对邻人的公正之爱与家庭生活中的美德

知者对所有邻人一视同仁地施以爱与援助,超越了消极克制享乐的层面而稳固地保有善与知识;此外,相比于独身生活,在婚姻与家庭生活的试炼中始终持守对神的爱之人才是胜过众人的真正男子汉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12.69

Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς [τε] τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται. οὐ γὰρ ὑπερορᾷ τὸν ἀδελφὸν κατὰ τὸν θεῖον νόμον ὁμοπάτριον ὄντα καὶ ὁμομήτριον· ἀμέλει θλιβόμενον ἐπικουφίζει παραμυθίαις, παρορμήσεσι, ταῖς βιωτικαῖς χρείαις ἐπικουρῶν, διδοὺς τοῖς δεομένοις πᾶσιν, ἀλλ᾿ οὐχ ὁμοίως, δικαίως δὲ καὶ κατὰ τὴν ἀξίαν, πρὸς δὲ καὶ τῷ καταδιώκοντι καὶ μισοῦντι, εἰ τούτου δέοιτο. ὀλίγα φροντίζων τῶν λεγόντων διὰ φόβον αὐτῷ δεδωκέναι, εἰ μὴ διὰ φόβον. δι᾿ ἐπικουρίαν δὲ τοῦτο ποιοίη.1 οἱ γὰρ πρὸς ἐχθροὺς ἀφιλάργυροι καὶ ἀμνησιπόνηροι πόσῳ μᾶλλον πρὸς τοὺς οἰκείους ἀγαπητικοί; ὁ τοιοῦτος ἐκ τούτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἄν τις μάλιστα καὶ ὁπόσον καὶ ὁπότε καὶ ὅπως ἐπιδῴη. τίς δ᾿ ἂν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀνδρὸς οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας: καὶ μή τι. καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μὲν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναί τινος (πάντων γὰρ κτίστης. καὶ οὐδέν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει). φαμὲν δ᾿ αὐτῷ ἐχθροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους. οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἄν. αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ᾿ οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο. ἐχθροὶ δὲ εἶναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ μεταδοτικὴ παρ᾿ ἡμῖν δικαιοσύνη λέγηται· ἀλλὰ καὶ ἡ κατ᾿ ἀξίαν διακριτικὴ πρὸς τὸ μᾶλλον καὶ ἧττον. ἐφ᾿ ὧν καθήκει κατ᾿ ἐπιστήμην γενέσθαι. ἀκροτάτης δικαιοσύνης εἶδος τυγχάνει. ἔστι μὲν οὖν ἃ καὶ κατὰ ἰδιωτισμὸν πρός τινων κατορθοῦται. οἷον ἡδονῶν ἐγκράτεια. ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἔκ τε τοῦ μὴ δύνασθαι »τυχεῖν ὧν ἐρᾷ τις« καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ᾿ οἳ διὰ τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσὶν ἡδέων. οὕτως κἀν τῇ πίστει ἢ δι᾿ ἐπαγγελίαν ἢ διὰ φόβον θεοῦ ἐγκρατεύονταί τινες.

关于这些事便且说到这里。对于肉体与灵魂,以及对于邻人——无论是仆人,或是依法成为仇敌的人,抑或是任何其他人——知者都保持如此的态度,被见为公正且一视同仁。因为他绝不轻视依循神圣律法而同父同母的弟兄。毫无疑问,他以抚慰和勉励减轻受压迫者的重负,在生活的需用上予以资助,周济一切有需要的人,但并非一概而论,而是公义且依其应得而给予;甚至对于迫害他、仇恨他的人,若有需要,他也同样给予。他绝不在意那些声称他是出于畏惧而给与对方的人,他做这事并非出于恐惧,而是为了施以援手。因为那些对仇敌尚且不贪钱财、不念旧恶的人,对同道之人岂不更加充满爱心吗?这样的人由此进而确切知晓,应当最向何人、施予多少、在何时以及如何施予。况且,对于一个绝不以任何方式提供仇怨由头的人,又有谁能合情合理地成为他的仇敌呢?这难道不正像关于神所说的那样吗?我们说神不对抗任何人,也不是任何人的仇敌(因为他是万物的创造者,在存有之物中没有一样是他所不愿其存在的),但我们称那些悖逆且不依其诫命行事的人,例如与他的约敌对的人,乃是他的仇敌。以同样的方式,我们也可以在知者身上见到这一点。因为他自身决不会在任何时候以任何方式成为任何人的仇敌,而那些走向相反道路的人才被视为他的仇敌。尤其是,即使施予的品性在我们中间被称为公义,然而在当依知识行事的事上,依应得而在更多与更少之间进行辨别的品性,乃是至高公义的一种形态。因此,有些事情即便是普通信徒依其素朴状态也能做成,例如克制享乐。因为正如在外邦人中,由于无法‘得到所恋慕之物’以及出于对人的惧怕〔而有人自制〕,又有些人为了更大的快乐而戒除眼前的享乐,在信仰中同样有人因着应许或因着对神的畏惧而实行自制。

§7.12.70

ἀλλ᾿ ἔστι μὲν θεμέλιος γνώσεως ἡ τοιαύτη ἐγκράτεια καὶ προσαγωγή τις ἐπὶ τὸ βέλτιον καὶ ἐπὶ τὸ τέλειον ὁρμή. ἀρχὴ γὰρ σοφίας«. φησί. »φόβος κυρίου.« ὁ τέλειος δὲ δι᾿ ἀγάπην »πάντα στέγει. πάντα ὑπομένει. οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων. ἀλλὰ θεῷ«. καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ᾿ ἐπακολούθημα. οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ χρῆσιν. λέγεται καὶ κατ᾿ ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν. ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα. ἀφ᾿ ὧν καρποφορεῖ τὰς κατ᾿ ἀρετὴν ἐνεργείας. ταύτῃ οὐδέποτε περιστάσεως γενομένης τῆς ἰδίας ἕξεως ὁ γνωστικὸς ἐξίσταται. ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις. ἐπιστήμη θείων καὶ ἀνθρωπείων πραγμάτων ὑπάρχουσα. οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν· διὸ καὶ ἐσθίει καὶ πίνει καὶ γαμεῖ οὐ προηγουμένως. ἀλλὰ ἀναγκαίως. τὸ γαμεῖν δὲ ἐὰν ὁ λόγος αἱρῇ2 λέγω καὶ ὡς καθήκει· γενόμενος γὰρ τέλειος εἰκόνας ἔχει τοὺς ἀποστόλους. καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ᾿ ἐκεῖνος »ἄνδρας νικᾷ« ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος. μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης. τῷ δὲ ἀοίκῳ τὰ πολλὰ εἶναι συμβέβηκεν ἀπειράστῳ. μόνου γοῦν ἑαυτοῦ κηδόμενος ἡττᾶται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν. περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ.3 εἰκόνα ἀτεχνῶς σῴζοντος ὀλίγην τῆς τῇ ἀληθείᾳ προνοίας. Ἀλλ᾿ ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν.

然而,这样的自制乃是知识的根基,是通向更善之事的引导,是迈向完全的冲动。因为经上说:‘敬畏主是智慧的开端。’但那完全的人因着爱‘凡事包容,凡事忍耐,不是要讨人喜欢,而是要讨神喜欢’。然而赞誉也会作为附带结果伴随他,并非为了他自身的益处,而是为了赞誉之人的效法与获益。在另一种含义上,‘自制者’不仅是指克制情念的人,也是指牢固把握善、稳固获得知识的崇高成就的人,他由此在依循美德的活动中结出果实。因此,无论出现何种处境,知者都决不会偏离自己固有的品性。因为对神圣与属人事物的知识——对善的学知性掌握——是坚定且不可改变的。所以知识绝不会变为无知,善也不会变为恶;因此他也吃、喝、嫁娶,但并非将其作为首要目的,而是出于必然。我说嫁娶,也是在理智许可且合乎当尽之责的前提下;因为他既已成为完全人,便以使徒们为榜样。真正的男子汉并非体现在选择独身生活,而是体现在那人在婚姻、生养子女以及家庭照料中,不受享乐诱惑也不为痛苦所动地操练自己,在掌管家庭的同时不离开对神的爱,经受住通过子女、妻子、仆人和家产而来的诸般试炼,此人乃是‘胜过众男子’。反之,无家者在许多事情上往往未受试炼。无论如何,仅顾念自己的人,比起那虽然在自身救赎上有所欠缺、但在生活管理上绰绰有余、真实持守着真正眷顾之微小映象的人,反倒是逊色的。 然而对我们来说,应当尽可能以多样的操练来预先磨砺灵魂。

语法注3 条
  1. 7.12.69εἰ μὴ διὰ φόβον, δι᾿ ἐπικουρίαν δὲ τοῦτο ποιοίη

    从属句中的祈愿语气(ποιοίη)在此体现了转述或潜在的语意(optativus obliquus)。它并非表达单纯的愿望,而是用来刻画知者本人的主观意图,与毁谤者认为其出于畏惧的主张相对立,表明知者行此事并非出于恐惧,而是为了施以援手。

  2. 7.12.70ἐὰν ὁ λόγος αἱρῇ

    字面义为“若理智选择”。这是古典希腊语中的固定习语,意为“若理智认可/要求/许可”(相当于拉丁语 ratio postulat)。

  3. 7.12.70ἡττᾶται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν, περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ

    由被动动词 ἡττᾶται 与前置词短语 πρὸς 加属格构成的比较结构,意为“劣于/输给……”。句子的主语(仅顾及自身一人的独身者)在此被置于对比之下,被判定逊色于那位虽在自身得救上有所欠缺却在家庭生活管理上绰绰有余的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.12.69-7.12.70