- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.11.67-7.11.68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
真正的知者绝非出于虚荣或惩罚之惧,而是纯粹出于对神的爱顺服殉道的呼召,在勇敢与节制中达到完全的自律。知者凭借这至高之爱与知识超越情念,作为神的朋友与儿子在属灵的教会中得享面对面观照神的安息。
οὔτ᾿ οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ᾿ αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ. ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει. μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ ἆθλα τῶν πόνων. οἳ μὲν γὰρ φιλοδοξίᾳ, οἳ δὲ εὐλαβείᾳ κολάσεως ἄλλης δριμυτέρας, οἳ δὲ διά τινας ἡδονὰς καὶ εὐφροσύνας τὰς μετὰ θάνατον ὑπομένοντες παῖδες ἐν πίστει.1 μακάριοι μέν, οὐδέπω δὲ ἄνδρες ἐν ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καθάπερ ὁ γνωστικὸς γεγονότες (εἰσὶ γάρ, εἰσὶ καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς. οὕτως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν στέφανοι ἀνδρῶν τε καὶ παίδων)· ἡ δὲ ἀγάπη αὐτὴ δι᾿ αὑτὴν αἱρετή, οὐ δι᾿ ἄλλο τι. σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται. μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.2 Ἄφοβον οὖν καὶ ἀδεᾶ καὶ πεποιθότα ἐπὶ κύριον ἡ ἀγάπη ἀλείφουσα καὶ γυμνάσασα κατασκευάζει τὸν ἴδιον ἀθλητήν, ὥσπερ δικαιοσύνη τὸ διὰ παντὸς ἀληθεύειν αὐτῷ τοῦ βίου περιποιεῖ. δικαιοσύνης γὰρ ἦν ἐπιτομὴ φάναι· »ἔσται ὑμῶν τὸ ναὶ καὶ τὸ οὒ οὔ.« ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς σωφροσύνης. οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ᾿ οὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ᾿ οὐδὲ δι᾿ ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ᾿ ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς). τοιοῦτοι δὲ καὶ οἱ νόμῳ καὶ φόβῳ κωλυόμενον καιρὸν γὰρ λαβόντες παρακλέπτουσι τὸν νόμον, ἀποδιδράσκοντες τὰ καλά. ἡ δὲ δι᾿ αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.
因此,他们绝非如其余大众那样因惧怕更大的可怕之事而忍受较小之事,也绝非因防范同侪与同道之人的非议而坚守蒙召的认信;而是因着对神的爱甘心顺从呼召,除取悦于神之外别无其他目的,也并非为着劳苦的奖赏。因为有些人出于虚荣而忍受,有些人出于对另一种更严厉刑罚的畏惧,还有些人则是为了死后的某些快乐与欢欣而忍受;这些人在信仰上只是孩童——虽是有福的,却尚未像知者那样在对神的爱中长大成人(因为确实,正如在体育竞赛中一样,在教会中同样既有成年男子的冠冕,也有孩童的冠冕)。爱本身因其自身而值得选取,绝非为着别的缘故。因此对知者而言,勇气的完备几乎是随着知识从一生的共同操练中增长起来的,因他不断操练克制诸般情念。 因此,爱如同为自己的健儿敷油并加以操练,使他成为无所畏惧、毫无怯意且仰赖主的人,正如正义使他终生始终恪守真实。因为正义的纲领乃是说:“你们的话,是就说是,不是就说不是。”同样的道理也适用于节制。因为绝没有任何人是为了虚荣(正如运动员为了冠冕与美誉)而真正节制,也不是为了贪财(正如某些人伪装节制,却以一种可怕的情念去追逐善),更不是出于爱惜肉体而为了健康,甚至也不是出于鄙野粗鲁以致自制且未尝过享乐而算得真正节制(确实,那些过着劳作者生活的人一旦尝到享乐,便立时将自制的刚毅击碎在享乐之中)。那些因律法与恐惧受到约束的人亦是如此;因为他们一旦获得时机,便会暗中避开律法,背离良善之事。但那因其自身而值得选取、依循知识达于完全且恒常持久的节制,却使人成为自身的主人与统治者,使知者成为节制且超脱情念的人,对享乐与痛苦坚不可摧,正如人们所说金刚石对火焰一样。
Τούτων οὖν αἰτία ἡ ἁγιωτάτη καὶ κυριωτάτη πάσης ἐπιστήμης ἀγάπη· διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν. ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται,3 φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, »τέλειον« ὡς ἀληθῶς »ἄνδρα εἰς μέτρον ἡλικίας« αὐξήσαντα. ἀλλὰ καὶ [ἡ] ὁμόνοια ἡ περὶ ταὐτὸ πρᾶγμα συγκατάθεσίς ἐστι, τὸ δὲ ταὐτὸν ἕν ἐστιν, ἥ τε φιλία δι᾿ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἑνὶ κειμένης. ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλεγεὶς τάξει. ταυτὶ γὰρ ὀνόματα εὐγενείας καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπὴν ἡ γνωστικὴ ψυχὴ λαμβάνει, καθαρὰ τέλεον γενομένη, »πρόσωπον«, φησί, »πρὸς πρόσωπον« ὁρᾶν ἀιδίως καταξιουμένη τὸν παντοκράτορα θεόν. πνευματικὴ γὰρ ὅλη γενομένη πρὸς τὸ συγγενὲς χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.
因此,这一切的缘由乃是至圣且高于一切知识的爱。因为因着事奉最善与至高之物——那确实以“一”为特征的——爱使知者同时成为朋友与儿子,真正成长为“身量成熟的完人”。不仅如此,融洽乃是对同一事物的赞同,而同一事物乃是一,友谊通过相类而达成,共通性便寓于“一”之中。所以,知者既然是那真正独一之神的热爱者,便真正是完人与神的朋友,被列入儿子的位阶。因为在观照神的事上,这些都是尊贵、知识与完满的称号;知者的灵魂完全得洁净之后,便获得了〔观照神〕这一最高的长进,配得如经上所说“面对面”永远仰瞻全能的神。因为它全然成为属灵的,归向其同类之物,便在属灵的教会中常存,进入神的安息。
- 7.11.67οἳ μὲν γὰρ φιλοδοξίᾳ... ὑπομένοντες παῖδες ἐν πίστει
这是由 οἳ μὲν... οἳ δὲ... οἳ δὲ 引导的并列划分结构,全句省略了系动词 εἰσί(ν)。分词 ὑπομένοντες 修饰各分句的主语,句末的名词短语 παῖδες ἐν πίστει 充当表语(“在信仰上是孩童”)。
- 7.11.67μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν
此处理解为松散的属格绝对结构(破格结构),其逻辑主语实际上指代主句中的与格词 τῷ γνωστικῷ,表原因或伴随状况:“因他不断操练克制诸般情念”。若严格遵循句法呼应本应采用与格分词 μελετήσαντι,但作者在此独立使用了属格结构。
- 7.11.68ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται
关系代词 ὃ 的先行词是中性名词化短语 τὸ ἄριστον καὶ ἐξοχώτατον(最善与至高之物,即神圣本性)。τῷ ἑνὶ 是表方式或特征的与格(“借着‘一’”),修饰 χαρακτηρίζεται,意为“那确实以‘一’为特征的(最善之物)”。
