- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.11.65-7.11.66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了真正的知者如何依凭德行与理性明断超越死亡、疾病等外在恐惧,并基于对真正善恶的认知忍受世间磨难。他进一步将这种真正的、合乎理性的勇敢与出于无知或盲动的所谓殉道区分开来,阐明知者的勇敢乃是基于正道与神真正的呼召。
ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων ἐπιθυμιῶν κύριος. εὖ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκὼς κατὰ κράτος τά τε τῷ ὄντι δεινὰ καὶ τὰ μή. ὅθεν ἐπιστημόνως ὑφίσταται ἃ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαρραλέα (τουτέστι τὰ ἀγαθὰ) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερὰ ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ πενίας. ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται. οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον. τούτῳ »πάντα εἰς ἑαυτὸν ἀνήρτηται« πρὸς τὴν τοῦ τέλους κτῆσιν. τὰ μὲν γὰρ λεγόμενα τυχηρὰ δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινὰ ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδὴ κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ τὰ ἐναντία κατὰ ταὐτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον. ἀμεμφῶς τοίνυν »ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου«, ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τά τε πρακτέα τά τε ὑπομενετέα γνωρίζει.
因此,这样的人挺身抗击一切恐惧、一切可畏之事,不仅包括死亡,而且包括贫困、疾病、恶名以及所有与此类同之事,他不为享乐所屈服,并成为无理欲望的主人。因为他深知当作之事与不可作之事,彻底认识了何为真正可畏之事,何为非可畏之事。由此,他本着知识忍受理性向他指示为必须且合宜之事,本着知识将真正令人奋发之物(即诸善)与表面现象区分开来,并将真正可怕之事与那些看似可怕之事(如死亡、疾病与贫困)区分开来,后者乃属于意见而非真理。这位真正良善、超脱于诸情念之外的人,依循有德灵魂的持守或心怀,超越了整个充满情念的生活。对他而言,为着达成终极目标,“万物皆系于自身”。因为所谓的偶然灾祸对贤人并不构成为可怕,因其并非恶事;而真正可畏之事既然是恶,便与诸善截然背道而驰,对作为知者的基督徒乃是格格不入的,而相反之物绝不可能在同一时间、同一方面同时临到同一个人。因此,他毫无瑕疵地“扮演人生的戏剧”——凡神所赋予他去奋争的——明晓当行之事与当忍受之事。
Μή τι οὖν, εἰ δι᾿ ἄγνοιαν τῶν δεινῶν καὶ μὴ δεινῶν συνίσταται ἡ δειλία, μόνος θαρραλέος ὁ γνωστικός,1 τά τε ὄντα ἀγαθὰ καὶ τὰ ἐσόμενα γνωρίζων, συνεπιστάμενος δὲ τούτοις, ὥσπερ ἔφην, καὶ τὰ μὴ τῷ ὄντι δεινά, ἐπεὶ μόνην κακίαν ἐχθρὰν οὖσαν εἰδὼς καὶ καθαιρετικὴν τῶν ἐπὶ τὴν γνῶσιν προκοπτόντων, τοῖς ὅπλοις τοῦ κυρίου πεφραγμένος καταπολεμεῖ ταύτης.2 οὐ γὰρ εἰ δι᾿ ἀφροσύνην τι συνίσταται καὶ διαβόλου ἐνέργειαν, μᾶλλον δὲ συνέργειαν. τοῦτ᾿ εὐθέως διάβολος ἢ ἀφροσύνη (ὅτι μηδεμία ἐνέργεια φρόνησις· ἕξις γὰρ ἡ φρόνησις, οὐδεμία δὲ ἐνέργεια ἕξις)· οὐ τοίνυν οὐδὲ ἡ δι᾿ ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι᾿ ἄγνοιαν, οὐ μὴν ἄγνοια· οὐδὲ γὰρ τὰ πάθη, οὐδὲ τὰ ἁμαρτήματα κακίαι, καίτοι ἀπὸ κακίας φερόμενα. οὐδεὶς οὖν ἀλόγως ἀνδρεῖος γνωστικός· ἐπεὶ καὶ τοὺς παῖδας λεγέτω τις ἀνδρείους ἀγνοίᾳ τῶν δεινῶν ὑφισταμένους τά φοβερά (ἅπτονται γοῦν οὗτοι καὶ πυρός), καὶ τὰ θηρία τὰ ὁμόσε ταῖς λόγχαις πορευόμενα ἀλόγως ὄντα ἀνδρεῖα ἐνάρετα λεγόντων. τάχα δ᾿ οὕτως καὶ τοὺς θαυματοποιοὺς ἀνδρείους φήσουσιν εἰς τὰς μαχαίρας κυβιστῶντας ἐξ ἐμπειρίας τινὸς κακοτεχνοῦντας ἐπὶ λυπρῷ τῳ μισθῷ. ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται. ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορμὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ᾿ ὅπως (εὐστομεῖν γὰρ δίκαιον). οἳ δὲ3 περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν. ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες. καὶ »τὴν κλῆσιν« ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι »βεβαιοῦσιν« καὶ τὸ ἀνδρεῖον ἐν τῇ κατὰ ἀλήθειαν λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
那么,如果胆怯是由于对可畏与不可畏之事的无知而成立,难道唯独知者才是勇敢的吗?因为他认识现存的与未来的诸善,并且如我所说,他还同时明晓那些并非真正可畏之事;既然他知道唯有恶习才是仇敌,并会摧毁那些向着知识进深之人,他便以主的军装自卫而与这恶习交战。因为,并不因某事是出于愚昧与魔鬼的作用——或者更确切地说是协同作用——而成立,这事便立时成了魔鬼或愚昧(因为没有任何行动是明智;明智乃是一种持守,而没有任何行动是持守);因此,因无知而产生的行动也并非就是无知本身,而是因无知而产生的恶行,决非无知本身;因为情念与罪愆都不是恶习本身,尽管它们是由恶习生发而来的。因此,没有任何知者是无理智地勇敢的;否则,有人也可以称小孩子是勇敢的,因为他们因不晓得可怕之事而经受可畏之事(无论如何,他们甚至会去抓火),也可以因那些迎着长矛冲过去的野兽无理智地勇敢,而称它们是有德的。也许依此逻辑,他们也会称那些扑向刀刃翻跟头的杂耍者是勇敢的,因为他们凭着某种经验为着微薄的报酬而行恶劣的伎俩。但那真正勇敢之人,因着大众的狂热而面临明显的危险时,满怀豪情地承担一切临到之事。在此,他与其余所谓的殉道者区分开来:因为后者为自己提供借口,不知为何将自己抛入危险之中(谨慎而言方为合宜);而前者则依照正道谨慎自守,随后在神真正召引之时甘愿献出自己,因自知毫无鲁莽妄动而“坚固其蒙召”,使自我的英勇在真正合乎理性的勇敢中经受检验。
- 7.11.66Μή τι οὖν, εἰ δι᾿ ἄγνοιαν τῶν δεινῶν καὶ μὴ δεινῶν συνίσταται ἡ δειλία, μόνος θαρραλέος ὁ γνωστικός
助词短语 μή τι 在此处引导修辞性疑问(省略系动词 ἐστιν),带有强烈的肯定意蕴:“难道不是……吗?”在条件从句 εἰ ... 之后的正句主干为 μή τι οὖν ... μόνος θαρραλέος [ἐστιν] ὁ γνωστικός。作者借助苏格拉底/斯多亚学派关于“胆怯乃是对可怕与不可怕之事之无知”的定义,推导出唯有知者才是真正勇敢的。
- 7.11.66καταπολεμεῖ ταύτης
复合动词 καταπολεμέω 通常支配宾格,意为“击败、征服”,但此处支配了属格 ταύτης(指代前面的 κακίαν)。这种句法可能是受到前缀 κατά 表示敌对、对抗含义的影响,或者等同于“针对……作战(πολεμεῖ κατ' αὐτῆς)”的构造。
- 7.11.66οἳ μὲν ... οἳ δὲ ...
承接前文 τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ...(“在……这一方面,与其余所谓的殉道者区分开来”)的对比结构。οἳ μὲν 指那些鲁莽地自投于危险的自封殉道者,而 οἳ δὲ 则指作为真正殉道者的知者。该句在直陈语气主动词(ἐπιρριπτοῦσιν ... βεβαιοῦσιν)与分词结构(περιστελλόμενοι ... ἐπιδιδόντες)之间交错交替,呈现出较为松散的破格句法(anacoluthon)。
