← 亚历山太的革利免

杂记

§7.11.63-7.11.64

效法圣范与殉道中展现的坚定德行

知者仰望族长、先知、天使与主的典范,超脱于世俗的快乐与苦难,展现出超拔死亡的坚定信心(正如彼得与其妻殉道时的纯洁之爱),通过完美的德行使灵魂成为圣灵的殿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11.63

Ὡς ἂν οὖν ἐπ᾿ ἄκρον γνώσεως ἥκειν βιαζόμενος. τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ᾿ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ᾿ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα. μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη. εἰς κατάληψιν δὲ ἐλπιζόμενα. ταύτῃ ἄρα τοὺς πόνους καὶ τὰς βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι. ἐλπίδι τοῦ παύσασθαι μὲν τὰ ἐνεστῶτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομένει, ἀλλ᾿ ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων [ἐλπίδων] ἀπολήψεως. διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεῖ. φασὶ γοῦν τὸν μακάριον Πέτρον θεασάμενον τὴν αὑτοῦ γυναῖκα ἀγομένην τὴν ἐπὶ θάνατον, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν καὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ μάλα προτρεπτικῶς τε καὶ παρακλητικῶς, ἐξ ὀνόματος προσειπόντα »μέμνησο, ὦ αὕτη, τοῦ κυρίου«.

因此,知者仿佛竭力攀登知识的顶峰,品性井然,举止沉稳,具备真正知者的一切优越之处,仰望那些美好的典范——在他之前行事正直的众多族长、极多的先知、在我们看来不可胜数的天使,以及统摄万有的主,这位主教导并显明了获得那至高生命是可能的——正是为此缘故,他不爱世间一切触手可及的美好事物,免得留滞于尘土,而是爱那所盼望之物,或者更确切地说,是爱那已经被认识、但作为完满得着而被盼望之物。 因此,他并非如哲学家中的勇者那样,怀着眼前的痛苦将会止息、再次得享愉悦之事的盼望来忍受劳苦、刑罚与患难,而是知识在他里面生发出对领受未来之事的极稳固信念。因此,他不仅蔑视现世的惩罚,更蔑视一切悦人之事。无论如何,据说福乐的彼得看见自己的妻子被带去受死时,因蒙召以及归回家园而欢喜,并极其勉励与安慰地大声呼喊,指名对她说:“妇人啊,当记念主!”

§7.11.64

τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία διάθεσις. ταύτῃ καὶ ὁ ἀπόστολος »ὁ γαμῶν »ὡς μὴ γαμῶν«. ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ »ἀπερίσπαστον« τῆς πρὸς τὸν κύριον ἀγάπης. ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν.1 ἆρ᾿ οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ; βεβαίαν γάρ, οἶμαι, τὴν πίστιν ἐκέκτηντο. ᾗ κατηκολούθουν πισταὶ καὶ αἱ ἐνέργειαι. ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐρρωμένη τοῦ γνωστικοῦ ἡ ψυχή, οἷον ἀθλητοῦ τὸ σῶμα ἐν ἄκρᾳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα. εὔβουλος μὲν γὰρ ὑπάρχει περὶ τὰ ἀνθρώπων, τῷ δικαίῳ τὸ πρακτέον γνωματεύουσα, τὰς ἀρχὰς θεόθεν ἄνωθεν * καὶ πρὸς τὴν θείαν ἐξομοίωσιν πραότητα ἡδονῶν καὶ λυπῶν σωματικῶν περιπεποιημένη· κατεξανίσταται δὲ τῶν φόβων εὐθαρσῶς καὶ πεποιθότως τῷ θεῷ. ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή. τελείᾳ ἀρετῇ κεκοσμημένη. ἐκ πάντων ἅμα τούτων, φύσεως. ἀσκήσεως, λόγου, συνηυξημένῃ.2 τοῦτο τὸ κάλλος τῆς ψυχῆς »νεὼς« γίνεται »τοῦ ἁγίου πνεύματος«, ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται τὸν βίον.

福乐之人的婚姻以及直至对至亲之人的完满情态,便是如此。因此使徒亦云“娶妻的要像没有娶妻的”,认为婚姻应当无所滞溺,且“不被纷扰牵离”对主的爱,当妻子离开此生前往主那里时,那真正的丈夫便劝勉她持守这份爱。对于在刑罚的极点之中仍向神感恩的他们而言,死后之盼望的信心难道不是显而易见的吗?因为我想,他们拥有坚固的信心,而忠实的行动亦相伴随。因此,在任何处境中,知者的灵魂都是健壮的,宛如运动员的躯体处于极佳的状态与力量之中。因为它在人世之事上富有明断,以正义裁决当作之事,自上从神领受根本原则,为了与神同化而在面对肉体的快乐与痛苦时培育了温和;它亦满怀豪情且依仗神挺身抗击恐惧。因此,知者的灵魂纯粹是神圣力量在尘世的形象,为完美的德行所装点,而这德行乃是由天性、操练与理性这一切共同育成。当灵魂在整个一生中获得与福音完全契合的心怀时,这种灵魂之美便成为“圣灵的殿”。

语法注2 条
  1. 7.11.64ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν

    关系代词 ἧς 的先行词是前文的 τῆς πρὸς τὸν κύριον ἀγάπης,因中动态动词 ἔχεσθαι(紧握、执守)要求支配属格而呈属格形式。主句动词 παρῄνεσεν 支配人称与格(ἀποδημούσῃ ... τῇ γυναικὶ)和不定式(ἔχεσθαι),构成“真正的丈夫劝勉将行的妻子持守这份爱”的句式骨架。

  2. 7.11.64συνηυξημένῃ

    完成时被动分词的与格阴性单数形式,并非与句首主格的主语 ἡ γνωστικὴ ψυχή 一致,而是修饰与之相连的与格 τελείᾳ ἀρετῇ(以完美的德行)。因此意指该德行是“由天性、操练与理性这一切共同育成”的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.11.63-7.11.64