- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.11.60-7.11.62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特阐述了真知者如何从惊叹受造物进至神圣教导与德行,在肉欲诱惑与死亡苦难前坚守不移,本着感恩恰当使用造物,藉着爱从仆人升华为神的朋友。
Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν.1 ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασθαι λαβεῖν τὴν γνῶσιν κομίζων οἴκοθεν. πρόθυμος μαθητὴς τοῦ κυρίου γίνεται. εὐθέως δὲ ἀκούσας θεόν τε καὶ πρόνοιαν ἐπίστευσεν ἐξ ὧν ἐθαύμασεν. ἐνθένδε οὖν ὁρμώμενος ἐκ παντὸς τρόπου συνεργεῖ πρὸς τὴν μάθησιν. πάντ᾿ ἐκεῖνα ποιῶν δι᾿ ὧν λαβεῖν δυνήσεται τὴν γνῶσιν ὧν ποθεῖ (πόθος δὲ κατὰ προκοπὴν πίστεως ἅμα ζητήσει κραθεὶς συνίσταται), τὸ δ᾿ ἐστὶν ἄξιον γενέσθαι τῆς τοσαύτης καὶ τηλικαύτης θεωρίας.2 οὕτως γεύσεται τοῦ θελήματος τοῦ θεοῦ ὁ γνωστικός· οὐ γὰρ τὰς ἀκοάς. ἀλλὰ τὴν ψυχὴν παρίστησι τοῖς ὑπὸ τῶν λεγομένων δηλουμένοις πράγμασιν. οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει. τὸ »μὴ μοιχεύσῃς. μὴ φονεύσῃς« ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ. οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.
因此,他作为承受了神圣教导之人,真实而庄严地理解了万物。事实上,他从惊叹受造物开始,从自身内部带来了能够领会知识的明证,成为主的殷切门徒。而在一听到关于神与眷顾之事后,他便立刻根据自己所惊叹的事物产生了信从。于是,他以此为出发点,以各种方式协助这一学习过程,践行一切能使自己获得所渴求之事的知识的行为(而渴求是随着信仰的进步并与探求相融合而产生的),这便是使自己配得上如此广博而伟大的观照。知者将以此方式品尝神的意旨;因为他并非将耳朵,而是将灵魂呈献给话语所昭示的事实本身。因此,他在通过言辞领受了本质与事物本身之后,自然将灵魂引向应行之事,独特地理解“不可奸淫,不可杀人”这条诫命,将其视为向知者而言的,而非如其余众人所设想的那样。
Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπιστημονικῇ θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις. εἰδὼς εὖ μάλα ὅτι »ὁ διδάσκων ἄνθρωπον γνῶσιν« κατὰ τὸν προφήτην »κύριός« ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργῶν· ταύτῃ καὶ σάρκα ἀνείληφεν. εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται. οὐδ᾿ ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή,3 ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή. ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα. γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος. τὸ κόσμιον δὲ τοῦ ἤθους περιβαλλόμενος. εἰ γὰρ καὶ οἱ τοῦ δεσπότου ὀφθαλμοὶ οὐχ ἑώρων, τοῦ Αἰγυπτίου λέγω. τὸν Ἰωσήφ, ἀλλ᾿ οἵ γε τοῦ παντοκράτορος ἐπεσκόπουν. ἡμεῖς μὲν γὰρ τῆς φωνῆς ἀκούομεν καὶ τὰ σώματα θεωροῦμεν, ὁ θεὸς δὲ τὸ πρᾶγμα, ἀφ᾿ οὗ φέρεται τὸ φωνεῖν καὶ βλέπειν, ἐξετάζει. ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ »φάρμακον« γίνεσθαι »σωτηρίας«, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ᾿ ἀξίαν μεριζόμενα προνοίας.
因此,他在科学性的观照中受磨炼,进而致力于践行那些更为普遍且庄严昭示的事物,他极为清楚地知晓,按照先知的说法,“教导人以知识的”正是主,主借着人的口施行作为,正因如此他也取了肉身。于是,他理所当然地绝不将悦人之事置于有益之事之前;即便有一美妇在某种境况下趁他不备挑逗他,如妓女般向他施压,他也绝不顺从,正如主人的妻子未能使约瑟脱离其坚守一样。反之,当她用力抓住他的外衣时,他便向她褪去了外衣,虽脱去了罪恶而赤身,却披戴上了德行的庄重。因为即使主人的眼睛——我是指那个埃及人——没有看见约瑟,全能者的眼睛却在监察着。盖因我们听其声音、观其躯体,神却审察发出言语和视觉的根本之物。因此,即使疾病以及某种困境降临于知者,乃至最可怕的死亡临头,他在灵魂上依然保持坚定不移,深知所有此类事情皆是造物的必然,但即便如此,借着神的大能,它们亦会成为“拯救的良药”,通过管教使那些受到更严厉重塑的人获益,由真正至善的眷顾按其功德予以分配。
Χρώμενος τοίνυν τοῖς κτιστοῖς. ὁπόταν αἱρῇ λόγος, εἰς ὅσον αἱρεῖ. κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως κύριος καθίσταται. οὐ μνησικακεῖ ποτε, οὐ χαλεπαίνει οὐδενί, κἂν μίσους ἄξιος τυγχάνῃ, ἐφ᾿ οἷς διαπράττεται· σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου. οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ᾿ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος.4 κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτὸν ἀπὸ τῶν πόνων ἐπὶ τὰ οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀβλαβὴς τηρεῖται ἡ ψυχή. οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ᾿ οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ. ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ [καὶ] ἐνεργῷ. οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ »ἀγαθοῦ καὶ πιστοῦ δούλου« μεταβαίνων δι᾿ ἀγάπης εἰς »φίλον« διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.
因此,当理性有所择取时,知者在理性所择取的限度内使用受造之物,依据对创造者的感恩,他也成了享用这些事物的主人。他绝不记恨,不向任何人发怒,即使那人因其所作所为本应招致仇恨;因为他敬畏造物主,爱惜生命的同伴,因其无知而怜悯他并为他代祷。确实,他因与天生具有受苦性的身体连结在一起而与之同受苦难,但在激情方面却不主动屈服于激情。无论如何,在身不由己的逆境中,他使自己从痛苦中抽离并回归自身固有之物,不被外在于他的事物所卷走,仅在灵魂能保持不受损伤的限度内顺应其必需之事。因为他绝非想在舆论中,亦非想在表象上做忠信之人,而是在知识与真理中,亦即在坚实的行动和有效的言语中做忠信之人。因此,他不仅赞美美善之事,而且自己也竭力成为美善之人,因着品行状态的完满,通过爱从“又良善又忠心的仆人”转变为“朋友”,这一完满乃是他从真理的学习和长期的共同操练中纯全地获得的。
- 7.11.60ὡς ἂν θείαν χωρήσας διδασκαλίαν
ὡς ἄν 后接不定过去时分词 χωρήσας。在此处该结构表达方式或主观缘由(“作为承受了神圣教导之人”),而非纯粹的假设条件(“仿佛承受了……”),因为知者在语境中已被视为确实领受了神的教导。
- 7.11.60τὸ δ᾿ ἐστὶν ἄξιον γενέσθαι τῆς τοσαύτης καὶ τηλικαύτης θεωρίας
句首的 τό 起代词作用,指代前句所述的整体行为(践行一切以获得所求知识),充当主语,与系动词 ἐστίν 及不定式短语 ἄξιον γενέσθαι 构成表语结构:“而这便是使自己配得上如此广博而伟大的观照”。
- 7.11.61οὐδ᾿ ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή
连词 οὐδέ 与 ἄν 结合,引导接现在时虚拟语气 προκαλῆται 的让步状语从句(“即便有一美妇……挑逗他”)。主格分词 ἐκβιαζομένη 修饰主语 ὡραία γυνή,而宾格分词 προκαταληφθέντα 修饰宾语 αὐτόν。主句承前省略了谓语动词 αἱρεῖται。
- 7.11.62ἀλλ᾿ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος
动词 πρωτοπαθέω 意为“首先受动”或“主动屈服于激情”。它与前面的 συμπάσχει(与身体同受苦难)形成对比,表明知者虽感受身体的生理苦痛,但在激情(πάθος)面前绝不主动屈从或丧失心灵的主体性。
