← 亚历山太的革利免

杂记

§7.10.58-7.10.59

诗篇中的真知者与基于知识的真正美德

作者引用登圣山诗篇来阐明诺斯替之人与基督的神性,并将缺乏真知、仅凭血气的盲目德行,与由知识和爱所引导、依循理性的真正善行进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10.58

Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβῆς δεῖγμα.1 πολλῶν ὅσων μαρτυρίων ὄντων παραστήσομαι ἓν κεφαλαιωδῶς πρὸς τοῦ προφήτου Δαβὶδ ὧδέ πως εἰρημένον· »τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ· οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.« συντόμως, οἶμαι, τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης· κατὰ παραδρομὴν δ᾿, ὡς ἔοικεν, ἡμῖν θεὸν εἶναι τὸν σωτῆρα ἀπέδειξεν ὁ Δαβὶδ »πρόσωπον« αὐτὸν εἰπὼν »τοῦ θεοῦ Ἰακώβ«, τὸν εὐαγγελισάμενον καὶ διδάξαντα περὶ τοῦ πατρός. διὸ καὶ ὁ ἀπόστολος »χαρακτῆρα τῆς δόξης τοῦ πατρὸς« τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι »θεὸς καὶ πατὴρ εἷς« καὶ μόνος ὁ παντοκράτωρ, »ὃν οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ«. ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ »ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακὼβ« μεμήνυται, ὃν »μόνον« ὄντα θεὸν πατέρα »ἀγαθὸν« χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεός. ἡ γενεὰ δὲ τῶν ζητούντων αὐτὸν »τὸ γένος« ἐστὶ »τὸ ἐκλεκτόν«, τὸ ζητητικὸν εἰς γνῶσιν.

主的运作的第一种方式,乃是我们依着虔敬所说之报偿的明证。在极多的见证之中,我将简要提出先知大卫如此所说的一条见证:“谁能登耶和华的山?或谁能站在祂的圣所?就是手洁心清,不把自己的灵魂归于虚妄,不怀诡诈向邻舍起誓的人。他必蒙耶和华赐福,又蒙救他的神施怜悯。这是寻求耶和华的族类,是寻求雅各之神面的族类。”我想,先知简明地指明了诺斯替之人;而且看来大卫在顺带之间向我们证明了救主是神,称宣扬福音并教导关于父之事的祂为“雅各之神的面”。因此使徒也称子为“父之荣耀的印记”,祂教导了关于神的真理,并标明“神与父原是一位”,且唯独祂是全能者,“除了子以及子所指示的人,没有人知道祂”。神是一位,这借着“寻求雅各之神面的人”得以指明,而我们的救主与神将这位神描绘为“唯一的”、“良善的”父神。至于寻求祂的族类,则是走向知识之求索的“被选拔的族类”。

§7.10.59

Διὰ τοῦτο καὶ ὁ ἀπόστολός φησιν· »οὐδὲν ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ.« καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, ἀλλ᾿ οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας. ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ᾿ οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ᾿ »ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν«· »ἀγάπην γὰρ οὐκ ἔχουσι« κατὰ τὸν ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην. πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ.2 ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων3 τὴν πρᾶξιν κατευθύνει. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, ὥστε καὶ ἐπὶ θεοσεβείας ἀνὰ λόγον. οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα. τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.

因此使徒也说:“若不藉着启示,或知识,或预言,或教导,给你们讲演,我对你们就毫无益处。”虽然非诺斯替之人也能正确地行出某些事,但并不是依从理性而行,例如在勇敢上的情形就是如此。因为有些人因着天性脾气刚烈,继而在没有理性的情况下滋养了这一点,便盲目地冲向多数事情,行出类似勇敢之人的行为,以致有时成就了同样的正当之事,例如轻松地忍受酷刑;但这既非出于与诺斯替之人相同的原因,亦非立下相同的目的,甚至“即使他们舍弃全身”也是如此;因为依使徒所说,他们“没有爱”,即那种通过知识而生发出来的爱。因此,凡通过有真知者所行的作为皆是善行,而通过无真知者所行的作为皆是劣行,哪怕它维持了坚毅之态;因为他并非出于理性计算而行事刚勇,亦未将作为导向归于美德并由美德发出的任何有用之事。同样的道理也适用于其他美德,从而按比例亦适用于虔敬。因此,对我们而言,诺斯替之人不仅在圣洁方面是如此,而且与具有学知的虔敬相一致的,亦有关于其余生活行为的践履。因为我们眼下的任务是勾勒诺斯替之人的生活,而不是陈列教义的观照,这一观照我们将在日后合宜的时机予以阐述,同时保持其条理的连贯性。

语法注3 条
  1. 7.10.58Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβῆς δεῖγμα.

    系动词(ἐστί)被省略的名词句。主语为 Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος(“主的运作的第一种方式”),表语名词为 δεῖγμα(“明证/标本”),前置的属格短语 τῆς εἰρημένης... ἀμοιβῆς 作为宾格性属格修饰 δεῖγμα(“关于所说之报偿的明证”)。

  2. 7.10.59κἂν ἔνστασιν σῴζῃ

    由 κἄν(καὶ ἐάν 的缩合形)后接现在时虚拟语气 σῴζῃ 构成的让步从句,意为“即使维持着毅力/坚定”。它与前面的表语 κακοπραγία(“恶行/劣行”)形成对比,表明在缺乏理性的真知与爱时,即使外在维持了坚忍,亦不能算作美德之善行。

  3. 7.10.59τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων

    分词 καταστρεφόντων 是中性复数属格的定冠词分词,作为部分属格依附于前置的 τι χρήσιμον(“某种有益之事”)。介词短语 ἐπὶ ἀρετὴν(“导向美德/归于美德”)与 ἀπὸ ἀρετῆς(“源于美德”)并列修饰该分词,表明善行之目标与源头皆与美德相联结。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.10.58-7.10.59