- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.18.166-6.18.168
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免论述了人类理智的局限与神赐智慧的卓越,将基督教教导在迫害中普世传播的神性力量与异教哲学作对比,赞美了先知的神圣默示,并总结了对诺斯替者品格形象的勾勒。
εἶθ’ ὁ μὴ περὶ αὑτοῦ τἀληθῆ λέγειν δυνάμενος ἆρ’ οὐ πλέον οὐδὲ τὰ περὶ θεοῦ πιστευτέος;1 ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου. ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ ἔργα τοῦ θεοῦ. καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. μόνη τοίνυν ἡ παρ’ ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ’ ἧς αἱ πᾶσαι πηγαὶ τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται. ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς2 μυρίοι σημάντορες, καταγγελεῖς, ἑτοιμασταί, πρόδρομοι ἄνωθεν ἐκ καταβολῆς κόσμου, δι’ ἔργων, διὰ λόγων προμηνύοντες, προφητεύοντες ἐλεύσεσθαι, καὶ ποῦ καὶ πῶς καὶ τίνα τὰ σημεῖα.
那么,一个无法道出关于自身的真理的人,在关于神的事物上岂不是更不应被信任吗?因为人在多大程度上欠缺神的力量,他的言辞亦在同等程度上软弱无力,即使他并非谈论神自身,而是谈论神和神圣之道亦然。因为人类的言语在本性上是软弱的,无法表达神——我指的并非祂的名号(因为称呼神名不仅是哲学家的通例,亦是诗人们的通例),亦非祂的本质(因为那是绝无可能的),而是指神的大能与作为。即便如此,那些拜神为师的人,亦不过勉强达到对神的领会,乃是恩典协助他们获得相当程度的认识,使他们习惯于如同以意愿观照意愿、以圣灵观照圣灵一样;因为“圣灵参透神深奥的事,然而属血气的人不领会圣灵的事”。 因此,唯独在我们这里的智慧是受教于神的,一切智慧的泉源——凡是追求真理的——皆系于这智慧之上。确然,正为了主降临人间教导我们,自创世以来,从上头便有无数的号令官、传报者、预备者和先锋,借着作为与言辞预示并预言祂的降临,以及在何处、如何降临、有何种征兆。
ἀμέλει πόρρωθεν προμελετᾷ ὁ νόμος καὶ ἡ προφητεία, ἔπειτα δὲ ὁ πρόδρομος δείκνυσι τὸν παρόντα, μεθ’ ὃν οἱ κήρυκες τῆς ἐπιφανείας τὴν δύναμιν ἐκδιδάσκοντες μηνύουσιν. μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν,3 ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεάνθει Ζήνων, οἳ τοὺς ἰδίους μόνον αἱρετιστὰς ἔπεισαν· ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, ἐχύθη δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς. καὶ τὴν μὲν φιλοσοφίαν τὴν Ἑλληνικὴν ἐὰν ὁ τυχὼν ἄρχων κωλύσῃ, οἴχεται παραχρῆμα, τὴν δὲ ἡμετέραν διδασκαλίαν ἔκτοτε σὺν καὶ τῇ πρώτῃ καταγγελίᾳ κωλύουσιν ὁμοῦ βασιλεῖς καὶ τύραννοι καὶ οἱ κατὰ μέρος ἄρχοντες καὶ ἡγεμόνες μετὰ τῶν μισθοφόρων ἁπάντων, πρὸς δὲ καὶ τῶν ἀπείρων ἀνθρώπων, καταστρατευόμενοί τε ἡμῶν καὶ ὅση δύναμις ἐκκόπτειν πειρώμενοι· ἣ δὲ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ ὡς ἀνθρωπίνη ἀποθνῄσκει διδασκαλία οὐδ’ ὡς ἀσθενὴς μαραίνεται δωρεά (οὐδεμία γὰρ ἀσθενὴς δωρεὰ θεοῦ), μένει δὲ ἀκώλυτος, διωχθήσεσθαι εἰς τέλος προφητευθεῖσα.
律法与先知固然在遥远处事先演习,接着先锋指明当下的主,在他之后,显现的传报者们教导祂的大能并将其昭示出来。希腊哲学家们仅仅取悦于少数人,且连这些人亦未完全取悦;苏格拉底仅仅取悦了柏拉图,柏拉图取悦了色诺克拉底,亚里士多德取悦了泰奥弗拉斯托斯,芝诺取悦了克利安西斯,他们仅仅说服了自己学派的追随者。然而我们导师的道却不单留存在犹太一地(如同哲学在希腊那样),而是倾注于整个天下,在每一个民族、村落和城邦中,说服了希腊人与蛮族,折服整个家族以及每一个聆听者个人,甚至已将哲学家当中的不少人归正到真理之中。希腊哲学若有任何随意的统治者予以查禁,便立刻消逝无踪;而我们的教训自初次宣讲以来,君王、僭主、地方长官和行省总督,连同他们的一切雇佣军以及无数的民众,一同予以禁止并向我们进军讨伐,倾尽全力试图将其扑灭,然而它却愈发繁盛。因为它并不像属人的教义那样死亡,亦不像脆弱的恩赐那样凋零(因为神的恩赐绝无脆弱之物),而是畅行无阻地存留,正如它曾被预言将遭受迫害直至终局一样。
εἶτα περὶ μὲν ποιητικῆς Πλάτων κοῦφον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς γράφει καὶ οὐχ οἷός τε ποιεῖν. πρὶν ἂν ἔνθεός τε καὶ ἔκφρων γένηται. καὶ ὁ Δημόκριτος ὁμοίως· ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετ’ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν. ἴσμεν δὲ οἷα ποιηταὶ λέγουσιν. τοὺς δὲ τοῦ παντοκράτορος προφήτας θεοῦ οὐκ ἄν τις καταπλαγείη, ὄργανα θείας γενομένους φωνῆς; Καθάπερ οὖν ἀνδριάντα ἀποπλασάμενοι τοῦ γνωστικοῦ, ἤδη μὲν ἐπεδείξαμεν, οἷός ἐστι, μέγεθός τε καὶ κάλλος ἤθους αὐτοῦ ὡς ἐν ὑπογραφῇ δηλώσαντες· ὁποῖος γὰρ κατὰ τὴν θεωρίαν ἐν τοῖς φυσικοῖς, μετὰ ταῦτα δηλωθήσεται, ἐπὰν περὶ γενέσεως κόσμου διαλαμβάνειν ἀρξώμεθα.
随后,关于诗艺,柏拉图写道:“因为诗人乃是轻飘而神圣之物,若非受到神灵感召且出神忘我,便无法创作。”德谟克利特亦同样说道:“诗人凡在狂喜与神圣之灵中所写作的一切,皆极为美好。”我们熟知诗人们所言;然而,对于全能之神的先知们——他们成为了神圣之声的器皿——又有谁能不肃然起敬呢? 因此,我们仿佛已经塑成了诺斯替者的雕像,展示了他究竟是怎样的人,如同一幅速写般表明了他品德的崇高与优美;至于他在关于自然事物的观照中究竟如何,将在我们随后开始探讨世界的生成时予以表明。
- 6.18.166ἆρ’ οὐ πλέον οὐδὲ τὰ περὶ θεοῦ πιστευτέος;
动形容词 πιστευτέος 采用了人称句构,在性、数、格上与主语 ὁ μὴ...δυνάμενος 一致(“应当不被相信”),同时又支配中性复数宾格 τὰ περὶ θεοῦ 作为直接宾语。副词性用的 πλέον 与否定词 οὐ 呼应,构成“岂不是更加不应当……”的反问语气。
- 6.18.166ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς
此处 ὡς ἄν 与属格独立结构(τοῦ κυρίου ἥκοντος...)连用,表达某种预期性或合目的性的情境(“正如同主将要降临世间教导我们一样”)。具有未来意味的将来分词 τοῦ διδάξοντος 与属格主语(τοῦ κυρίου)同格,修饰并指明主降临的目的。
- 6.18.167μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν
动词 ἤρεσαν(复数第三人称)的主语由上下文隐含的希腊哲学家们承担。与格短语 μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν(“仅对少数人,且对这所有人亦未能完全”)被置于句首以示强调,说明异教哲学学派传播受众的极度局限,紧随其后的“苏格拉底之于柏拉图……”则是对其具体对象的列举说明。
