← 亚历山太的革利免

杂记

§6.9.77-6.9.79

真正灵知者的爱、祈祷与对神的同化

本段论述了真正的灵知者如何借由爱与认识将未来活作现在,不求今世之物而祈愿同化于神圣形象并引导他人,在稳固不变的身心定势中把握真理,践行自足而端庄的德性生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9.77

κἄστιν αὐτῷ δι’ ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον· πεπίστευκεν γὰρ διά τε τῆς προφητείας διά τε τῆς παρουσίας τῷ μὴ ψευδομένῳ θεῷ καὶ, ὅ πεπίστευκεν, ἔχει καὶ κρατεῖ τῆς ἐπαγγελίας (ἀλήθεια δὲ ὁ ἐπαγγειλάμενος) καὶ τὸ τέλος τῆς ἐπαγγελίας διὰ τῆς ἀξιοπιστίας τοῦ ἐπαγγειλαμένου κατ’ ἐπιστήμην βεβαίως ἀπείληφεν. ὁ δὲ τὴν ἐν οἷς ἐστι κατάστασιν βεβαίαν τῶν μελλόντων κατάληψιν εἰδὼς δι’ ἀγάπης προαπαντᾷ τῷ μέλλοντι. αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἔχεσθαι δὲ ἀεὶ1 τῆς ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως. καὶ πρὸς τοῖσδε παμπόλλους ὡς ὅτι μάλιστα ὁμοίους αὐτῷ γενέσθαι εὔξεται, εἰς δόξαν τοῦ θεοῦ, ἣ κατ’ ἐπίγνωσιν τελειοῦται· σωτήριος γάρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν. οὗ δ’ ἔστι τὸ θρῃσκεύειν τὸ θεῖον διὰ τῆς ὄντως δικαιοσύνης, ἔργων τε καὶ γνώσεως, τούτου φωνὴν κατὰ τὴν εὐχὴν οὐκ ἀναμένει κύριος, αἴτησαι λέγων καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω. Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν τροπῇ δὲ τῇ συνεχεῖ, καὶ διὰ τοῦτο ἀστάτου τοῦ ἡγεμονικοῦ γινομένου, ἡ ἑκτικὴ δύναμις οὐ σῴζεται. ὃ γὰρ ὑπὸ τῶν ἔξωθεν ὑπεισιόντων καὶ προσπιπτόντων ἀεὶ μεταβάλλεται, πῶς ἄν ποτε ἐν ἕξει καὶ διαθέσει καὶ συλλήβδην ἐν ἐπιστήμης κατοχῇ γένοιτ’ ἄν; καίτοι καὶ οἱ φιλόσοφοι τὰς ἀρετὰς ἕξεις καὶ διαθέσεις καὶ ἐπιστήμας οἴονται. ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ’ ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ μυστικῇ ἀμετάπτωτος δι’ ἀγάπην μένει· οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ’ αὐτοῦ γεγεννημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ’ αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς ἀληθείας,2 τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα λαβών. κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν. τὰ λόγια δὲ τὰ παρ’ ἡμῖν θεσπίζει περί τε τῶν ὄντων ὡς ἔστι, περί τε τῶν μελλόντων ὡς ἔσται, περί τε τῶν γεγονότων ὡς ἐγένετο.

而且对于他而言,借由爱,未来已经成为现在;因为他既借由预言,又借由降临,信靠了绝不说谎的上帝,并且持守他所信的,紧抓着应许(而施应许者乃是真理),并借由施应许者的无可置疑,以确实的认识稳固地领受了应许的终局。那位知道自己所处的境况即是对未来的稳固把握之人,借由爱预先迎向未来。因此,那深信自己将获得真正美善之人,绝不祈求获得今世之物,而是祈求永远持守那中鹄且带来成就的信仰。除此以外,他还会祈求尽可能多的人变得像他一样,以归荣耀于上帝,这荣耀是在完备的认识中达至完全的;因为凡在人性所能承载其形象的限度内效法救主、无可逾越地遵行诫命之事的人,自身也是某种施救者。对于以真正的公义——即兼具行为与知识——崇拜神圣者的人,主并不等待他在祈祷中发出声音,便说:“你求,我就施行;你心里思想,我就赐予。” 因为总的来说,在不断流转变易之物中,不变之物绝不可能获得凝固与建立;在连续的变易中,由于支配机能因此变得不稳定,身心定势的能力便无法留存。因为那总是被外界潜入与袭来的事物所改变者,又怎能处于定势与心态之中,简言之,处于确切认识的掌握之中呢?尽管哲学家们也认为诸德性乃是定势、心态与科学认识。然而,正如认识并非与人俱生,而是后天获得的,它的学习在起初需要专注、培养与增长,随后借由不间断的默想进入定势,同样,在神秘的定势中达至完全的认识,亦借由爱保持永不退转;因为他不仅把握了第一因以及由第一因而生的原因,并在这些事上站立稳固,持守着恒常不变动且不可动摇的道理,而且关于善、关于恶、关于一切受造物,简而言之,关于主所说的一切,他从真理本身学习并拥有了自创世直到末了最为精确的真理——假若在某处有看似合情合理、或依希腊理性而言无可辩驳的事物出现,他也绝不选择它们而凌驾于真理之上,而是将主所说的话领受为清晰明白的。哪怕对其他人而言这些仍属隐藏,他却已经领受了关乎万物的认识。而我们当中的圣言预言了现存之事如何存在、将临之事如何发生、过去之事如何成就。

§6.9.79

ἔν τε τοῖς ἐπιστημονικοῖς, μόνος ὢν ἐπιστήμων, κρατιστεύσει καὶ τὸν περὶ τἀγαθοῦ λόγον πρεσβεύσει, τοῖς νοητοῖς προσκείμενος ἀεί, ἀπ’ ἐκείνων ἄνωθεν τῶν ἀρχετύπων τὴν περὶ τὰ ἀνθρώπεια αὑτοῦ διοίκησιν ἀπογραφόμενος, καθάπερ οἱ πλοϊζόμενοι καὶ πρὸς τὸ ἄστρον τὴν ναῦν κατευθύνοντες, πρὸς πᾶσαν καθήκουσαν πρᾶξιν ἑτοίμως ἔχειν παρεσκευασμένος, πάντα τὰ ὀχληρὰ καὶ δεινὰ εἰθισμένος ὑπερορᾶν, ὅταν ὑπομεῖναι δέῃ, μηδὲν προπετὲς μηδὲ ἀσύμφωνον μήτε αὑτῷ μήτε τοῖς κοινοῖς ποτε ἐπιτελῶν, προορατικὸς ὢν καὶ ἄκαμπτος ἡδοναῖς ταῖς τε ὕπαρ ταῖς τε δι’ ὀνειράτων· διαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμένος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος·3 προηγουμένη γὰρ αὐτῷ ἡ γνῶσις.

在关乎科学认识的事上,他是唯一的具认识者,必将卓越绝伦并尊崇关于至善的道理,时刻依附于可知世界,正如航海之人将船只对准星宿一般,从天上的原型中摹写出对自己属人事务的治理,随时预备好去执行每一项合宜的行动,习惯在需要忍受时蔑视一切烦扰与可怕之事,绝不做出任何对自己或对公共利益而言鲁莽或不协调之事,具有预见性,且对醒时的快乐与梦中的快乐都不可屈服;因为他以节制习惯于简朴的生活与自足,庄重而齐整,只需要极少的生活必需品,绝不经营任何多余之物,甚至不将这些必需品视为首要之物,而仅仅将它们视为因今生交往而对肉身寄居而言必不可少之物,唯在需要的限度内予以接纳;因为认识对他而言才是首要的。

语法注3 条
  1. 6.9.77ἔχεσθαι δὲ ἀεὶ

    不定式 ἔχεσθαι 承接前文 οὐδὲ εὔξεται τυχεῖν...(不祈求获得……)的支配,借助带有转折意味的 δὲ(相当于 ἀλλά)构成对比,表达“他不祈求获得……反而祈求始终持守……”。

  2. 6.9.78οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς ἀληθείας

    否定词 οὐκ 直接修饰分词 αἱρούμενος,其间插入了无 ἄν 的祈愿语气条件从句(εἴ... φανείη),构成隔置(hyperbaton)。句意脉络为:“哪怕某处显得合理,也不在真理本身之前选择它”。

  3. 6.9.79ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος

    分词 προσιέμενος(接纳、采纳)修饰主语(有灵知者),宾语为指示代词 ταῦτα(指代上文维生所必需的少数事物)。全句以 ὡς προηγούμενα(作为首要之物)与 ὡς ἀναγκαῖα(作为必需之物)形成对比,并由 εἰς ὅσον ἀνάγκη(仅在必要限度内)加以限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.9.77-6.9.79