- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.9.73-6.9.76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证完全的有灵知者超脱于一切灵魂的激情和受动之善,主张由于他已借由爱与沉思与上帝合一,甚至连勇敢与节制之类的德性对他而言也是多余的。
ἀλλ’, εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος τοῦ ζῆν.1 τῆς δ’ ἐπιθυμίας εἰ μὴ μετείη αὐτῷ, ᾗ τισιν ἔδοξεν, οὐκ ἂν † τῶν ὁμοίων τοῖς καλοῖς κἀγαθοῖς, φασίν, ἔφεσιν λάβοι. εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ’ ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν ὀρεγόμενος; ἀλλ’ οὐκ ἴσασιν, ὡς ἔοικεν, οὗτοι τὸ θεῖον τῆς ἀγάπης· οὐ γάρ ἐστιν ἔτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, εἰς τὴν ἑνότητα τῆς πίστεως ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου καὶ τόπου μὴ προσδεόμενον. ὅ δ’ ἐν οἷς ἔσται, δἰ ἀγάπης ἤδη γενόμενος,2 τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ’ ἄρα ζηλώσει ἐξομοιωθῆναι τοῖς καλοῖς εἶναι, δἰ ἀγάπης ἔχων τοῦ κάλλους. θάρσους τε καὶ ἐπιθυμίας τίς ἔτι τούτῳ χρεία τὴν ἐκ τῆς ἀγάπης οἰκείωσιν πρὸς τὸν ἀπαθῆ θεὸν ἀπειληφότι καὶ διὰ τῆς ἀγάπης ἑαυτὸν εἰς τοὺς φίλους ἐγγεγραφότι;
而且,若声称即便我们除去了他的欢愉,他也必将被令人悲伤之事扰乱,并因此以极悲惨的方式了结生命,这同样是荒唐之谈。他们说,若他没有欲望,正如某些人所认为的那样,他就不能获得对类似于美善之物的向往。他们说,假若向着美善之物的一切契合都是伴随着欲求而产生的,那么欲求美善之物的人又怎能保持无激情呢?然而这些人看来并不晓得爱的神圣本质;因为爱对于爱者而言已不再是欲求,而是一种深情的契合,它已将有灵知者恢复到信仰的合一之中,〔有灵知者〕不再需要时间与空间。那借由爱已经置身于他将要进入的境地、借由认识而预先领受了盼望的人,由于尽可能地拥有了所欲求的本体,因而根本不再欲求任何事物。因此理所当然,他以具灵知的方式爱着,保持在单一而不变的身心定势中,也绝不热切企图同化于美善之物,因为他借由爱已经拥有了美本身。对于这位借着爱承受了与无激情的上帝之契合、并借由爱将自己列入神的朋友之中的人而言,哪里还需要什么勇气与欲望呢?
ἐξαιρετέον ἄρα τὸν γνωστικὸν ἡμῖν καὶ τέλειον ἀπὸ παντὸς ψυχικοῦ πάθους· ἡ μὲν γὰρ γνῶσις συνάσκησιν, ἡ συνάσκησις δὲ ἕξιν ἢ διάθεσιν, ἡ κατάστασις δὲ ἡ τοιάδε ἀπάθειαν ἐργάζεται, οὐ μετριοπάθειαν· ἀπάθειαν γὰρ καρποῦται παντελὴς τῆς ἐπιθυμίας ἐκκοπή. ἀλλ’ οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μεταλαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ’ οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος τέτακται), κἂν λέγωσί τινες μηκέτ’ εἶναι ταῦτα κακά, ἀλλ’ ἤδη ἀγαθά. ἀδύνατον γὰρ τὸν ἅπαξ τελειωθέντα δἰ ἀγάπης καὶ τὴν ἀπλήρωτον τῆς θεωρίας εὐφροσύνην ἀιδίως καὶ ἀκορέστως ἑστιώμενον ἐπὶ τοῖς μικροῖς καὶ χαμαιζήλοις ἔτι τέρπεσθαι· τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ ἀπρόσιτον ἀπειληφότι φῶς3 κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ’ ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δἰ ἣν καὶ ἡ κληρονομία καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δἰ ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας προείληφεν ὁ γνωστικός; ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δἰ ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
因此,我们必须让有灵知的完全人超脱于一切灵魂的激情;因为认识产生共同的修习,修习产生定势或心态,而这样的状态所造就的是无激情,而非适度情欲;因为彻底根除欲望所结出的果实乃是无激情。然而,有灵知者甚至也不分享那些众人津津乐道的所谓善,即紧挨着情欲的受动性之善——我指的是诸如欢悦(紧挨着快乐)、沮丧(与悲伤同轭)、审慎(顺从于恐惧),乃至意气(排列在忿怒之旁)——哪怕有人说这些已不再是恶,而已经是善了。因为一个借由爱一劳永逸达至完全、并在对沉思的无尽欢悦中永远不知餍足地享受盛宴的人,绝不可能再去喜悦于微小与卑微的事物;对于那位已经领受了不可逼近之光的人而言,还有什么合理的理由让他倒退回属世的善中呢?即使在时间和空间上尚未成就,但至少借由那伴随着嗣业与完全复原的灵知之爱已经成就,并且报偿者以作为证实了有灵知者借由爱以灵知方式做出决意所预先把握之事。难道不是如此吗?他因着对主的爱而在归向主的旅程中,即便其肉身帐幕仍显现在地上,他虽不结束自己的生命(因为这并未被准许),却已将灵魂引出了诸般激情(因为这已被恩准),他在处死诸欲望后再次活着,不再妄用肉体,而仅仅允许它使用必需之物,免得自己成为肉体解体的原由。
Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ; τίς δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς; τὸ γὰρ ἔχειν τοιαύτας ἐπιθυμίας, ὡς σωφροσύνης δεῖσθαι πρὸς τὴν τούτων ἐγκράτειαν, οὐδέπω καθαροῦ, ἀλλ’ ἐμπαθοῦς, ἀνδρεία τε διὰ φόβον καὶ δειλίαν παραλαμβάνεται. οὐ γὰρ δὴ πρέπον ἔτι τὸν φίλον τοῦ θεοῦ, ὃν προώρισεν ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἰς τὴν ἄκραν ἐγκαταλεγῆναι υἱοθεσίαν, ἡδοναῖς ἢ φόβοις περιπίπτειν καὶ περὶ τὴν καταστολὴν ἀπασχολεῖσθαι τῶν παθῶν. τολμήσας γὰρ φήσαιμ’ ἄν· καθάπερ προωρισμένως κεῖται δἰ ὧν πράξει οὗ τεύξεται, οὕτως καὶ αὐτὸς προορίσας ἔχει4 δἰ ὧν ἔγνω ὃν ἠγάπησεν, οὐκ ἔχων δυστέκμαρτον τὸ μέλλον, καθάπερ οἱ πολλοὶ στοχαζόμενοι βιοῦσιν, ἀπειληφὼς δὲ διὰ πίστεως γνωστικῆς, ὃ τοῖς ἄλλοις ἄδηλον.
那么,对于一个既不处于危难之中、又不在此地、且已完全与所爱者同在的人而言,怎么还会需要勇敢呢?对于一个不需要节制的人而言,又有什么必要节制呢?因为拥有需要借节制来加以自制的欲望,属于尚未洁净而仍受情欲驱使之人,而勇敢亦是因恐惧与怯懦而被采纳的。上帝在创世之前便预定要将其列入至高养子名分之中的上帝之友,若仍陷入快乐或恐惧中,并忙于压制情欲,乃是绝不相宜的。因为我敢放胆说:正如他借由将要行的事而将获得之物已被预定立定,他自己也借由所认识的事物预定了所爱的那一位,他并不像多数人依靠猜测度日那样将未来视为难测之事,而是通过灵知的信仰,预先领受了对他人而言隐蔽未显之事。
- 6.9.73ἀλλ’, εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος τοῦ ζῆν.
承接前一节末尾支配句 λῆρος γὰρ καὶ τὸ φάσκειν ... ὡς ...(“声称……纯属荒唐之谈”)间接引语之中的独立属格结构延续。将来时分词 συγχεθησομένου 与 ἀπαλλάξοντος 的逻辑主语是承前省略的“有灵知者”(τοῦ γνωστικοῦ),表达了论敌所设想的假定性反驳。
- 6.9.73ὅ δ’ ἐν οἷς ἔσται, δἰ ἀγάπης ἤδη γενόμενος
写本中的 ὅ δ’ 依据上下文及主节动词 οὐδὲ ὀρέγεται 的主语位置,应理解为阳性单数主格定冠词 ὁ 连带小词 δέ(即 ὁ δ’,“而那……的人”)。紧随的关系代词分句 ἐν οἷς ἔσται 作介词短语修饰分词 γενόμενος,共同构成实质性的主语短语。
- 6.9.75τῷ τὸ ἀπρόσιτον ἀπειληφότι φῶς
该分词短语与前文与格代词 τούτῳ(见 τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία...)同格。定冠词 τῷ 与分词 ἀπειληφότι 之间,宾语短语 τὸ ἀπρόσιτον ... φῶς 构成了包孕分词的倒装隔离结构(hyperbaton)。
- 6.9.76προορίσας ἔχει
由动词 ἔχει 与不定过去时主动分词 προορίσας 构成的迂说法完成时结构(periphrasis)。相较于单纯完成时,它更强调“预先设定并在此后始终保有该状态”的持续性结果。
