- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.10.80-6.10.83
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了音乐、算术、几何、天文与辩证法等通识学科作为把握与捍卫真理的辅助性预备训练的必要性,驳斥了大众对哲学的恐惧,并宣告真理之光必能驳倒一切诡辩。
Κατ’ ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ’ ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμενος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινὶ ἀριθμῶν ὑποπέπτωκεν, ἐν δὲ τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ’ ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές τι διάστημα νοεῖν καὶ οὐσίαν ἀμετάβλητον. ἑτέραν τῶνδε τῶν σωμάτων οὖσαν· ἔκ τε αὖ τῆς ἀστρονομίας γῆθεν αἰωρούμενος τῷ νῷ συνυψωθήσεται οὐρανῷ καὶ τῇ περιφορᾷ συμπεριπολήσει, ἱστορῶν ἀεὶ τὰ θεῖα καὶ τὴν πρὸς ἄλληλα συμφωνίαν, ἀφ’ ὧν ὁρμώμενος Ἀβραὰμ εἰς τὴν τοῦ κτίσαντος ὑπεξανέβη γνῶσιν. ἀλλὰ καὶ τῇ διαλεκτικῇ προσχρήσεται ὁ γνωστικός, τὴν εἰς εἴδη τῶν γενῶν ἐκλεγόμενος διαίρεσιν, καὶ τὴν τῶν ὄντων προσήσεται διάκρισιν, μέχρις ἂν τῶν πρώτων καὶ ἁπλῶν ἐφάψηται. οἱ πολλοὶ δὲ καθάπερ οἱ παῖδες τὰ μορμολυκεῖα, οὕτως δεδίασι τὴν Ἑλληνικὴν φιλοσοφίαν, φοβούμενοι μὴ ἀπαγάγῃ αὐτούς.
因此,作为附带的结果,他也进一步投身于那些为获得知识而操练他的学科,从每门学问中汲取切合真理之物:从音乐中追求调和之物中的比例;在算术中留意数字的增减以及彼此的关联,并注意万物大多如何归于某种数的比例;在几何学中,就其自身审视本质自身,并习惯于领会一种连续的间隔和一种不同于这些物体的不可变本质;再者,从天文学中,他的心灵脱离大地而高扬,将与天空一同升起并随其周转而巡行,恒常考察神圣之事及其彼此间的和谐,亚伯拉罕便是以此为起点攀升至对造物主的认识。而且,真正的诺斯替者还将运用辩证法,选取将属划分为种的划分法,并接受对存在物的分辨,直到触及最初和单纯之物。然而大众就像孩童害怕怪物一样惧怕希腊哲学,唯恐它将自己引向歧途。
εἰ δὲ τοιαύτη παρ’ αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω,1 διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν· ἀνίκητος γάρ, φησίν, ἡ ἀλήθεια, ψευδοδοξία δὲ καταλύεται. αὐτίκα πορφύραν ἐξ ἀντιπαραθέσεως ἄλλης πορφύρας ἐκλεγόμεθα. ὥστ’ εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων. καὶ πῶς ἔτι τραπεζίτης οὗτος, δοκιμάσαι μὴ δυνάμενος καὶ διακρῖναι τὸ ἀκίβδηλον νόμισμα τοῦ παραχαράγματος; κέκραγεν δὲ ὁ Δαβίδ· ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται δίκαιος· οὔτ’ οὖν ἀπατηλῷ λόγῳ οὐδὲ μὴν πεπλανημένῃ ἡδονῇ, ὅθεν οὐδὲ τῆς οἰκείας κληρονομίας σαλευθήσεται. ἀπὸ ἀκοῆς ἄρα πονηρᾶς οὐ φοβηθήσεται. οὔτ’ οὖν διαβολῆς κενῆς οὐδὲ μὴν ψευδοδοξίας τῆς περὶ αὑτόν, ἀλλ’ οὐδὲ τοὺς πανούργους δεδίξεται λόγους ὁ διαγνῶναι τούτους δυνάμενος πρός τε τὸ ἐρωτᾶν ὀρθῶς καὶ ἀποκρίνασθαι· οἷον θριγκὸς γάρ ἐστι διαλεκτική, ὡς μὴ καταπατεῖσθαι πρὸς τῶν σοφιστῶν τὴν ἀλήθειαν.2 ἐπαινουμένους γὰρ χρὴ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ τοῦ κυρίου κατὰ τὸν προφήτην εὐφραίνεσθαι τὴν καρδίαν ζητοῦντας τὸν κύριον. ζητήσατε οὖν αὐτὸν καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντὸς παντοίως. πολυμερῶς γὰρ καὶ πολυτρόπως λαλήσας οὐχ ἁπλῶς γνωρίζεται.
但若他们的信仰是如此这般(因我不愿称之为认识),以至于能被似是而非的说辞所瓦解,那就让它瓦解吧,因为正由此他们承认了自己并不拥有真理;因为经上说,真理是不可战胜的,而虚假的意见则归于毁灭。正如我们借由与另一种紫色对照来挑选出真正的紫色一样。所以,若有人承认自己未曾拥有一颗辨析分明的心,他就既没有兑换银钱者的台子,也没有衡量言论的标准。如果一个人既不能检验也不能分辨真币与伪钞,他又怎能再算得上是个钱币兑换商呢?大卫呼喊道:“义人永不动摇”;因此无论因欺骗的言论还是因迷乱的快乐,他都不致动摇,因而也不会从自己应得的基业中动摇。 “因此他必不怕凶恶的报道”;因此他既不怕空洞的毁谤,也不怕关乎自身的虚假意见,甚至凡能分辨这些言论以便正确发问和回答的人,也绝不畏惧狡诈之词;因为辩证法犹如一道围栏(压顶石),使真理不至被诡辩家所践踏。因为依照先知所言,寻求主的人应当在主的圣名中得称赞而心中欢喜:“因此你们要寻求祂而得坚固,要常常寻求祂的容面”——以各样的方式;因为上帝以多次多方说过话,祂并非简单划一地为人所认识。
Οὔκουν ὡς ἀρεταῖς ταύταις συγχρώμενος ἡμῖν ὁ γνωστικὸς πολυμαθὴς ἔσται, ἀλλὰ συνεργοῖς τισι, κἀν τῷ διαστέλλειν τά τε κοινὰ καὶ τὰ ἴδια προσήσεται τὴν ἀλήθειαν· ἔστι γὰρ πάσης πλάνης καὶ ψευδοδοξίας αἴτιον τὸ μὴ δύνασθαι διακρίνειν, πῇ τε ἀλλήλοις τὰ ὄντα κοινωνεῖ καὶ πῇ διενήνοχεν. εἰ δὲ μὴ κατὰ τὰ διωρισμένα τις τὸν λόγον ἐφοδεύοι, λήσεται συγχέας τά τε κοινὰ καὶ τὰ ἴδια, τούτου δὲ γινομένου εἰς ἀνοδίαν καὶ πλάνην ἐμπίπτειν ἀναγκαῖον. ἡ διαστολὴ δὲ τῶν τε ὀνομάτων τῶν τε πραγμάτων κἀν ταῖς γραφαῖς αὐταῖς μέγα φῶς ἐντίκτει ταῖς ψυχαῖς· ἀναγκαῖον γὰρ ἐπακούειν τῶν τε πλείονα σημαινουσῶν λέξεων καὶ τῶν πλειόνων, ὅταν ἕν τι σημαίνωσιν· ὅθεν καὶ τὸ ὀρθῶς ἀποκρίνεσθαι περιγίνεται. τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἱονεὶ δὲ συναιτίοις προγυμνάσμασιν εἴς τε τὴν ἀκριβῆ παράδοσιν τῆς ἀληθείας, ὅσον ἐφικτόν, καὶ ἀπερίσπαστον συγχρωμένου τοῖς μαθήμασι τοῦ γνωστικοῦ3 καὶ εἰς προφυλακὴν τῶν κακοτεχνούντων λόγων πρὸς ἐκκοπὴν τῆς ἀληθείας.
因此,我们的诺斯替者并非将这些学科作为德性,而是作为某种合作工具来使用而成为博学者,并在区分共相与殊相中接纳真理;因为一切错误与虚假意见的根源,正在于不能辨别存在物在何处彼此相通,又在何处彼此差异。一个人若不按照精确限定的区分来推进论证,就会在不知不觉中混淆共相与殊相,而一旦如此,就必然陷入歧途与迷乱。在圣经本身中,对名称与事物的区分亦在灵魂中生发出巨大的光芒;因为人必须辨析那些具有多重含义的词汇,以及当数个词汇表达同一种含义时的情形;由此也能获得正确作答的能力。但人必须摒弃那大量无用之物,它们使人分心于毫无助益的事情;诺斯替者利用这些学问,乃是将它们作为共同起因的预备训练,以便在可能范围内准确而专心致志地传授真理,并防范那些旨在砍伐真理的险恶言论。
οὐκ ἀπολειφθήσεται τοίνυν τῶν προκοπτόντων περὶ τὰς μαθήσεις τὰς ἐγκυκλίους καὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, ἀλλ’ οὐ κατὰ τὸν προηγούμενον λόγον, τὸν δὲ ἀναγκαῖον καὶ δεύτερον καὶ περιστατικόν· οἷς γὰρ ἂν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ καταχρήσεται. μερικῆς οὖν τυγχανούσης τῆς κατὰ τὴν Ἑλληνικὴν φιλοσοφίαν ἐμφαινομένης ἀληθείας, ἡ τῷ ὄντι ἀλήθεια, ὥσπερ ἥλιος ἐπιλάμψας τὰ χρώματα καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὁποῖον ἕκαστον αὐτῶν, διαδείκνυσιν, οὕτως δὲ καὶ αὐτὴ πᾶσαν ἐλέγχει σοφιστικὴν πιθανολογίαν. εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν· "ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσα ἀλήθεια."
因此,他在通识教育和希腊哲学的进修上绝不会落后于他人,但这绝非出于首要的原由,而是出于必要的、次要的和特定情势的缘故;因为凡异端之人狡诈使用的工具,诺斯替者都将善加利用。希腊哲学中显明的真理既是局部的,那么真正存在的真理,正如日光照耀在色彩上显明何为白、何为黑以及它们各自的本相一样,亦将亲自驳斥一切诡辩的说辞。因此,在希腊人当中早有先声宣告实属应当:“伟大德性的源泉,真理女王啊”。
- 6.10.81ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω
ἵνα 从句在此承接前文的 τοιαύτη(如此这般的),表结果或性质规定(相当于古典希腊语中 ὥστε 加不定词的后古典用法)。紧随其后的第三人称不定过去时命令语气 λυθήτω 表让步与容许:“如果是能被说辞所瓦解的,就让它瓦解吧”。
- 6.10.81οἷον θριγκὸς γάρ ἐστι διαλεκτική, ὡς μὴ καταπατεῖσθαι πρὸς τῶν σοφιστῶν τὴν ἀλήθειαν
词汇 θριγκός(压顶石、围墙)化用了柏拉图《理想国》534e 中将辩证法视为各学科“压顶石”的典故。此处搭配 ὡς μή 及被动不定词 καταπατεῖσθαι,构成表目的或防卫性结果的句式:“使真理不至被诡辩家所践踏”。
- 6.10.82τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἱονεὶ δὲ συναιτίοις προγυμνάσμασιν ... συγχρωμένου τοῦ γνωστικοῦ
动词性形容词 παραιτητέον(当摒弃)以非人称方式支配宾格宾语 τὴν πολλὴν ... ἀχρηστίαν。其后接续的属格独立结构 συγχρωμένου ... τοῦ γνωστικοῦ 以松散的结构充当修饰与对比从句:在必须排斥无益事物的同时,诺斯替者乃是将这些学问当作协同起因的预备训练来加以利用。
