- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.9.71-6.9.72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论证了真正的有灵知者效法救主的无激情,不仅克制愤怒与欲望,更超越了勇敢和欢愉等看似良善的情欲,以达到与上帝爱的结合,并阐明人唯在心灵中映现上帝的形象。
Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν διαμονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ’ ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη· ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἁγίᾳ, ἀλλ’ ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι,1 ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον· αὐτὸς δὲ ἁπαξαπλῶς ἀπαθὴς ἦν, εἰς ὃν οὐδὲν παρεισδύεται κίνημα παθητικὸν οὔτε ἡδονὴ οὔτε λύπη. οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ’ ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ’ ἐν ἕξει ἀσκήσεως ἀεὶ μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν. κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ’ οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει2 (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ ἄνευ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν κτισμάτων τοῦ θεοῦ μεμισηκότα)· ἀλλ’ οὐδὲ ζηλοῖ (οὐδὲ γὰρ ἐνδεῖ τι αὐτῷ πρὸς ἐξομοίωσιν τῷ καλῷ καὶ ἀγαθῷ εἶναι· οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ’ ἀγαπᾷ τὸν κτίστην διὰ τῶν κτισμάτων).
因为有灵知者正是如此,以至于他仅会陷入为维系身体而产生的诸种情欲,例如饥饿、干渴以及诸如此类的事。然而就救主而言,若说身体作为身体为了维系而要求必要的侍奉,那将是可笑的;因为他进食并非为了那由圣洁力量维系着的身体,而是免得与他同在的人对他产生别的念头,正如后来确实有人以为他只是以幻象显现一般。但他自己根本是无激情的,无论快乐还是悲伤,任何被动的情欲运动都不曾侵入他的内心。至于使徒们,他们通过主的教导以更具灵知的方式制服了忿怒、恐惧和欲望,甚至连被动的情欲运动中那些看似良好的情绪,诸如勇敢、热忱、喜悦、欢愉,也一概不予接纳;他们以心意坚固的状态毫不动摇,至少在主的复活之后始终以修习的定势保持不变。即使有人认为前述良好的情绪是合乎理性而产生的,但无论如何,在完全人身上绝不可承认这些;因为他既不具有展现勇气的余地(盖因他并未处于危难之中,因为他认为生活中的事物皆无可惧,况且即便没有勇气,也没有任何事物能使他与对上帝的爱隔绝),亦无须欢愉(因为他深信一切都在妥当进行,绝不陷入悲伤),而且他也绝不发怒(因为绝无任何事物能挑动他发怒,他始终爱上帝且全心全意单单归向他,因此从未憎恨上帝的任何受造物);不仅如此,他亦无须热忱(因为在同化于美善方面,他并不缺乏任何东西;因而他绝不用这种世俗的友爱去爱任何人,而是借由受造物去爱造物主)。
οὔτ’ οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι’ ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν· νοερὸς γὰρ ὁ λόγος τοῦ θεοῦ, καθ’ ὃ ὁ τοῦ νοῦ εἰκονισμὸς ὁρᾶται ἐν μόνῳ τῷ ἀνθρώπῳ, ᾗ καὶ θεοειδὴς καὶ θεοείκελος ὁ ἀγαθὸς ἀνὴρ κατὰ ψυχὴν ὅ τε αὖ θεὸς ἀνθρωποειδής· τὸ γὰρ εἶδος ἑκάστου ὁ νοῦς, ᾧ χαρακτηριζόμεθα. παρ’ ὃ καὶ οἱ εἰς ἄνθρωπον ἁμαρτάνοντες ἀνόσιοί τε καὶ ἀσεβεῖς. λῆρος γὰρ καὶ τὸ φάσκειν3 τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων κατεξαναστησομένου τῶν περιστάσεων οὐδ’ ὑπομενοῦντος τὰ δεινά,
因此,他既不陷入任何欲望与渴求,至少在灵魂方面亦不匮乏任何其他事物;他早已借由爱与所爱者同在,依循自身的决意与他紧密契合,并通过修习所得的定势愈发亲近他;他因美善的丰盛而成为有福之人,以至于因这些缘故极力使自己在无激情上同化于导师。因为上帝的道是灵明的,正依此,心灵的形象仅在人身上显现,由此善人在灵魂上具有神圣的形象且如神一般,而上帝亦如人的形貌;因为每个人的形式乃是心灵,我们皆以此为特征。正因如此,那些得罪人的人乃是不洁与不敬虔的。因为若声称绝不可剥夺有灵知的完全人的忿怒与勇气,好像没有这些他就既不能克服境遇亦不能忍受患难一般,纯属荒唐之谈。
- 6.9.71ἀλλ’ ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι
由 ὡς μή 接希求式 ὑπεισέλθοι 构成的否定目的从句。动词 ὑπεισέρχομαι 作非人称用法,意为“(某种想法)悄然潜入人心”,其逻辑主语由不定式短语 τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν(“同在者对他产生别样的看法”)充当。
- 6.9.71ὃς οὔτε θαρσεῖν ἔχει
在由关系代词 ὃς 引导的关系从句中,动词 ἔχω 后接不定式 θαρσεῖν。ἔχω + 不定式为表示能力或机缘的惯用结构,意为“能够……”或“有理由/机会做……”。
- 6.9.72λῆρος γὰρ καὶ τὸ φάσκειν
名词句结构,带定冠词的不定式短语 τὸ φάσκειν ... 作主语,名词 λῆρος(“胡言乱语、无稽之谈”)作表语,系动词 ἐστί 被省略。
