- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.8.68-6.8.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了与使徒所斥绝的世俗智慧相对立的真正认识(灵知)的优越性,指出知识乃一切理性行动的源泉,且完全的灵知者能够通过神圣启示把握他人认为不可知的事物。
ταύτην σοφίαν τοῦ αἰῶνος τούτου τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει,1 ὡς ἂν τὰ τοῦ κόσμου τοῦδε καὶ τὰ περὶ αὐτὸν μόνον διδάσκουσαν ὑποκειμένην τε ἀκολούθως κατὰ προστασίαν τοῖς τῇδε ἄρχουσι· διὸ καὶ στοιχειωτική τίς ἐστιν ἡ μερικὴ αὕτη φιλοσοφία, τῆς τελείας ὄντως ἐπιστήμης ἐπέκεινα κόσμου περὶ τὰ νοητὰ καὶ ἔτι τούτων τὰ πνευματικώτερα ἀναστρεφομένης, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνέβη ἀνθρώπων, πρὶν ἢ διασαφῆσαι τὸν περὶ τούτων λόγον ἡμῖν τὸν διδάσκαλον, ἅγια ἁγίων καὶ ἔτι τούτων κατ’ ἐπανάβασιν τὰ ἁγιώτερα ἀποκαλύψαντος2 τοῖς γνησίως καὶ μὴ νόθως τῆς κυριακῆς υἱοθεσίας κληρονόμοις. αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπόρων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἦν Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι. γνώσεως γὰρ πλήρης ἡ προφητεία, ὡς ἂν παρὰ κυρίου δοθεῖσα καὶ διὰ κυρίου πάλιν τοῖς ἀποστόλοις σαφηνισθεῖσα· καὶ μή τι ἡ γνῶσις ἰδίωμα ψυχῆς τυγχάνει λογικῆς εἰς τοῦτο ἀσκουμένης, ἵνα διὰ τῆς γνώσεως εἰς ἀθανασίαν ἐπιγραφῇ. ἄμφω γὰρ δυνάμεις τῆς ψυχῆς, γνῶσίς τε καὶ ὁρμή.
使徒称这爱宴乐且自爱的智慧为“今世的智慧”,因为它只教导属于此世以及围绕此世的事物,并且依其管辖权相应地臣属于此地的统治者。因此,这种局部的哲学不过是一种初级入门之学,而那真正完全的学问则超越世界,专注于可理知的事物,以及比这些更属灵的事物,“是眼睛未曾看见,耳朵未曾听见,也没进入过人心里的”,直到那位导师向我们阐明关于这些事物的道理,向上提升,将至圣之所乃至比这更神圣的事物启示给那些按主之认养而名正言顺、非私生之继承人。因为我们敢于随即断言(这便是有灵知的信仰所在),那真正具有灵知的人——正如雅各、彼得、约翰、保罗及其他使徒那样——乃是通晓万物、包揽万物的,即使在对于我们属于难解之事上,亦怀有稳固的把握。因为预言充满知识,因其既由主所赐,又借着主再次向使徒们阐明;而知识难道不是受训于此目的的理性灵魂之特有属性吗?好使它能借由知识被铭刻进入永生。因为二者皆为灵魂的能力:知识与冲动。
εὑρίσκεται δ’ ἡ ὁρμὴ μετά τινα συγκατάθεσιν κίνησις οὖσα· ὁ γὰρ ὁρμήσας εἴς τινα πρᾶξιν πρότερον τὴν γνῶσιν τῆς πράξεως λαμβάνει, δεύτερον δὲ τὴν ὁρμήν. ἔτι κἀπὶ τοῦδε κατανοήσωμεν· ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὅ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι, ἕπεται δὲ τῇ ἐπιστήμῃ ἡ ὁρμὴ μεθ’ ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ’ ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς· τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων ἤτοι τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων.
冲动被发现乃是某种认同之后的一种运动;因为冲动于某种行动的人,首先领受对该行动的知识,其次才领受冲动。让我们再就此点予以考察:因为既然学习先于行动(盖在自然上,行动者首先学习他意欲付诸行动之事),而知识出于学习,行动出于冲动,伴随着学问的是冲动,冲动之后乃是行动,那么知识便是一切理性行动的本原与肇始者;因此,唯独以此来表征理性灵魂的固有特质当属合宜。因为事实上,冲动好似在存在之物上运动的知识,而知识正是此事本身:乃是灵魂对存在之物——即对某些存在之物,而在完满时则是对一切存在之物——的某种观照。
καίτοι φασί τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναί τινα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος,3 ὅτι ἀκατάληπτα ἔσται τὰ ἀκατάληπτα. ὅπερ ἐστὶ κοινὸν καὶ τῶν ὀλίγον προορᾶσθαι δυναμένων· βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναί τινα ἀκατάληπτα. ὁ γνωστικὸς δὲ ἐκεῖνος, περὶ οὗ λέγω, τὰ δοκοῦντα ἀκατάληπτα εἶναι τοῖς ἄλλοις αὐτὸς καταλαμβάνει, πιστεύσας ὅτι οὐδὲν ἀκατάληπτον τῷ υἱῷ τοῦ θεοῦ, ὅθεν οὐδὲ ἀδίδακτον· ὁ γὰρ δι’ ἀγάπην τὴν πρὸς ἡμᾶς παθὼν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν τῆς γνώσεως. γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται. εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων ὁ τῆς σοφίας μαθητής.
然而有人说,智者深信某些事物是不可把握的,以便关于这些事物亦具有某种把握,即把握到不可把握之事终究不可把握。这对于稍能先见之人亦是相通的;因为这样的人断言某些事物是不可把握的。但我所说的那个有灵知者,自己却把握了那些在其他人看来是不可把握的事物,因为他深信对于上帝之子而言绝无不可把握之事,因此亦无不可教授之事;盖因出于对我们的爱而受难的那一位,绝不会在知识的教导上有所隐瞒。因此,这一信仰便成了稳固的证明,因为真理伴随着由上帝所传下的事物。 智慧的门徒,“倘若有人亦渴求博学,他晓得古事,揣测未来,精通言辞的委婉转折与隐谜的解答,预知征兆与奇事,以及时期与岁月的结局。”
- 6.8.68ταύτην σοφίαν τοῦ αἰῶνος τούτου τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει
双宾格(二重对格)结构。指示代名词 ταύτην(指前文提及的带有享乐与无神论倾向的哲学)(受限定修饰语 τὴν φιλήδονον καὶ φίλαυτον 修饰)作直接宾语,述语宾格为 σοφίαν τοῦ αἰῶνος τούτου。全句解作“使徒称这爱宴乐且自爱的[智慧]为‘今世的智慧’”。
- 6.8.68ἀποκαλύψαντος
虽然在语义上指涉前述“对格+不定式”结构(πρὶν ἢ διασαφῆσαι ... τὸν διδάσκαλον)中处于对格的逻辑主语(导师),但该分词在语法形式上却呈现为阳性属格单数。此属于句法错位(anacoluthon)或松散的属格独立分词用法,但在逻辑和句意上仍应作为“导师……启示之时/之前”来连贯理解。
- 6.8.70καταλαμβάνοντος
该分词为现在时属格单数,尽管在语义上呼应前句中 πεπεῖσθαι 的对格逻辑主语 τὸν σοφὸν ἄνθρωπον。它呈现出一种偏离严格格一致的属格独立分词用法,但在意义上修饰智者的认知方式:“当他把握到不可把握之事终究不可把握时”。
