← 亚历山太的革利免

杂记

§6.8.65-6.8.67

灵知者的博学与作为希腊人盟约的哲学

克莱门论证真正的灵知者应当博学以应对相对的论辩;他援引魔鬼利用真理骗人的例子,驳斥了哲学源于魔鬼的观点,并断言哲学乃是上帝赐给希腊人的专属之约,是通往基督真理的基石。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8.65

Καὶ ταυτὶ μὲν τῇδε ἐχέτω· πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικόν· καί, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους τῶν λόγων ἁρμόζει. λέγει γὰρ ἡ γραφή· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται. παραβολὴν δὲ κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ; ἔστω τοίνυν πιστὸς ὁ τοιοῦτος, ἔστω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις, ἤτω ἁγνός. τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι, ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους φησί. τοιοῦτος οἷός τε ἐκείνῳ πείθεσθαι τῷ παραγγέλματι· καὶ οὓς μὲν ἐκ πυρὸς ἁρπάζετε, διακρινομένους δὲ ἐλεᾶτε. ἀμέλει τὸ δρέπανον ἕνεκεν τοῦ κλαδεύειν προηγουμένως γέγονεν, ἀλλὰ καὶ πεπλεγμένα τὰ κλήματα διαστέλλομεν αὐτῷ καὶ ἀκάνθας κόπτομεν τῶν συμπεφυκυιῶν ταῖς ἀμπέλοις, αἷς οὐ ῥᾴδιόν ἐστι προσελθεῖν. ταῦτα δὲ πάντα τὴν ἀναφορὰν ἔχει ἐπὶ τὸ κλαδεῦσαι. πάλιν ἄνθρωπος προηγουμένως γέγονεν εἰς ἐπίγνωσιν θεοῦ, ἀλλὰ καὶ γεωργεῖ καὶ γεωμετρεῖ καὶ φιλοσοφεῖ, ὧν τὸ μὲν ἐπὶ τὸ ζῆν, τὸ δὲ ἐπὶ τὸ εὖ ζῆν, τὸ δὲ ἐπὶ τὸ μελετᾶν τὰ ἀποδεικτικὰ γεγένηται.1

关于这些事便且作如此论;然而,有灵知者应当博学。既然希腊人自普罗泰戈拉开端便声称“对于每一论辩皆有相对的论辩”,那么他也理当对这类的论辩作好预备。因为经上说:“言多之人亦必被人反诘。”又说:“除了智慧、通达且爱其主的人,谁能领悟主的比喻呢?” 因此,“愿这样的人忠信,愿他能够传述知识,愿他善于辨析言辞,愿他在行为上敏捷,愿他纯洁。因为他越显得伟大,便越应当谦逊”,正如克莱门在《致哥林多人书》中所说。他是能遵从那条诫命的人:“有些人你们要从火中抢救出来,对疑惑的人则要存怜悯之心。” 诚然,镰刀起初主要是为了修剪而造的,但我们亦用它分理缠绕的藤蔓,并砍去与葡萄树共生的荆棘——那些是不易靠近的。而这一切最终都归结于修剪。同样,人起初主要是为了认识上帝而造的,但他也务农,研习几何,从事哲学;在这些活动中,前者是为了生存,次者是为了优良的生存,而后者则是为了研习论证的道理。

§6.8.66

Ναὶ μὴν οἱ λέγοντες τὴν φιλοσοφίαν ἐκ τοῦ διαβόλου ὁρμᾶσθαι κἀκείνῳ ἐπιστησάτωσαν, ὅτι φησὶν ἡ γραφὴ μετασχηματίζεσθαι τὸν διάβολον εἰς ἄγγελον φωτός, τί ποιήσοντα; εὔδηλον, ὅτι προφητεύσοντα.2 εἰ δὲ ὡς ἄγγελος φωτὸς προφητεύει, ἀληθῆ ἄρα ἐρεῖ. εἰ ἀγγελικὰ καὶ φωτεινά, προφητεύσει καὶ ὠφέλιμα τότε, ὅτε καὶ μετασχηματίζεται καθ’ ὁμοιότητα ἐνεργείας, κἂν ἄλλος ᾖ κατὰ τὸ ὑποκείμενον τῆς ἀποστασίας.3 ἐπεὶ πῶς ἂν ἀπατήσειέν τινα, μὴ διὰ τῶν ἀληθῶν ὑπαγόμενος τὸν φιλομαθῆ εἰς οἰκειότητα καὶ οὕτως ὕστερον εἰς ψεῦδος ὑποσύρων; ἄλλως τε καὶ ἐπιστάμενος τὴν ἀλήθειαν εὑρεθήσεται, καὶ εἰ μὴ καταληπτικῶς, ἀλλ’ οὖν οὐκ ἄπειρός γε αὐτῆς. οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων,4 ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.

再者,那些声称哲学源于魔鬼的人,亦当留意经上所说:魔鬼化作“光明的使者”——为了作何事呢?显然是为了发预言。若他作为光明的使者发预言,那他所说的必是真实的。若是属天使且明亮的事物,那么当他在运作的类似性上化身时,即便就背叛的本相而言他是另类,他亦会预言有益之事。因为倘若不是通过真实的事物引诱好学者与之亲近,随后再将其拖入虚假之中,他又如何能够欺骗人呢?此外,人们还会发现他通晓真理,纵使不是具把握性的通晓,但他至少对真理绝非一无所知。因此,即便盗贼与说谎者依照运作的变相而说出真理,哲学亦非虚妄;绝不可因说话者而盲目地预先断罪于所说之内容——这一点对于现今被称作发预言的人亦须予以留意——相反,应当查考所说之内容是否持守真理。

§6.8.67

Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα τὰ ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἢ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον. ὥσπερ δὲ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ, οὕτως καὶ ἐν τῇ Ἑλληνικῇ ἐπεσπάρη τὰ ζιζάνια πρὸς τοῦ τῶν ζιζανίων οἰκείου γεωργοῦ. ὅθεν αἵ τε αἱρέσεις παρ’ ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἄλλα παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς θεόθεν δωρηθείσης γεωργίας Ἕλλησιν ὑπάρχουσι καρποί.

如今,若从根本的道理而言,我们若说生命所需且有益的一切皆从神临到我们,便不算有过错;而哲学尤其是赐给希腊人的,犹如专属于他们的约,作为迈向基督哲学的基石,纵使研习希腊学问的哲学家们故意充耳不闻真理,蔑视蛮族的言辞,抑或畏惧国家法律下悬在信徒头上的死刑危险。然而,正如在蛮族哲学中一样,在希腊哲学中,稗子亦由专司稗子的农夫所播下。因此,在我们之中异端与丰饶的麦子一同滋生,而那些宣扬伊壁鸠鲁的无神论、享乐主义以及一切背离正理而播入希腊哲学之说的人,正是神赐予希腊人的农作中所结出的私生之果。

语法注4 条
  1. 6.8.65ὧν τὸ μὲν ἐπὶ τὸ ζῆν, τὸ δὲ ἐπὶ τὸ εὖ ζῆν, τὸ δὲ ἐπὶ τὸ μελετᾶν τὰ ἀποδεικτικὰ γεγένηται

    关系代词属格 ὧν 作为部分属格,指代前文动词所隐含的三种活动(γεωργεῖ, γεωμετρεῖ, φιλοσοφεῖ)。随后的三分对比结构(τὸ μέν... τὸ δέ... τὸ δέ...)分别对应务农(为了生存)、几何(为了优良的生活)与哲学(为了演练论证)。

  2. 6.8.66τί ποιήσοντα; εὔδηλον, ὅτι προφητεύσοντα

    宾格将来时分词 ποιήσοντα 与 προφητεύσοντα 与前文不定式的宾格主语 τὸν διάβολον 一致,表示目的(“为了做什么?……为了发预言”)。

  3. 6.8.66κἂν ἄλλος ᾖ κατὰ τὸ ὑποκείμενον τῆς ἀποστασίας

    短语 κατὰ τὸ ὑποκείμενον 采用哲学术语,意为“依其底层实相/实体”,τῆς ἀποστασίας 为限制性属格,意即“即使依其背道者的实质而言,他是另一类(非真正天使)”。

  4. 6.8.66οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων

    动词性形容词 προκαταγνωστέον 继承了复合动词 καταγιγνώσκω 支配属格的用法,以属格 τῶν λεγομένων 为宾语。副词 ἀμαθῶς 修饰 προκαταγνωστέον,而连词 καί 则修饰 τῶν λεγομένων,表“连同所说之话亦(断罪)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.8.65-6.8.67