- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.8.62-6.8.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文章援引保罗书信论证哲学乃通往真理的初阶预备教育,并结合多处经文阐明上帝普遍的恩惠不偏待人地临及外邦人,指出他们过去亦曾对上帝存有认识。
ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, στοιχεῖα τοῦ κόσμου ταύτην ἀλληγορῶν, στοιχειωτικήν τινα οὖσαν καὶ προπαιδείαν τῆς ἀληθείας. διὸ καὶ τοῖς Ἑβραίοις γράφων τοῖς ἐπανακάμπτουσιν εἰς νόμον ἐκ πίστεως πάλιν φησὶ χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς,1 τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. ὡσαύτως ἄρα καὶ τοῖς ἐξ Ἑλλήνων ἐπιστρέφουσι Κολοσσαεῦσι· βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου τούτου καὶ οὐ κατὰ Χριστόν, δελεάζων αὖθις εἰς φιλοσοφίαν ἀναδραμεῖν, τὴν στοιχειώδη διδασκαλίαν. κἂν λέγῃ τις κατὰ σύνεσιν ἀνθρώπων φιλοσοφίαν ηὑρῆσθαι πρὸς Ἑλλήνων, ἀλλὰ τὰς γραφὰς εὑρίσκω τὴν σύνεσιν θεόπεμπτον εἶναι λεγούσας.
因为保罗在书信中似乎也并非诋毁哲学,而是认为那分享了灵知之高度的人不应再倒退回希腊哲学,他将希腊哲学寓意为“世俗的小学”,因其乃是对真理的某种基础性的初阶训练与预备教育。因此,他在写给那些从信仰回转到律法的希伯来人时亦说道:“你们还需要有人再次教导你们上帝圣言初阶的小学,并成了需要吃奶而不能吃干粮的人。” 同样,对于那些从希腊人中回转的歌罗西人也是如此:“你们要谨慎,恐怕有人用哲学和虚空的妄言,照着人的传统,照着这世上的小学,而不照着基督,把你们掳去”,诱惑〔你们〕再次奔回哲学这一初阶的教导。即便有人说哲学是希腊人凭人的悟性发现的,但我发现经文说悟性是神所赐予的。
ὁ γοῦν ψαλμῳδὸς μεγίστην ἡγεῖται δωρεὰν τὴν σύνεσιν καὶ αἰτεῖ λέγων· δοῦλος σός εἰμι ἐγώ· συνέτισόν με. καὶ μή τι τὸ πολύπειρον τῆς γνώσεως αἰτούμενος ὁ Δαβὶδ γράφει· χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. κυρίας δ’ εἶναι τὰς διαθήκας ὡμολόγηται καὶ τοῖς τιμιωτέροις δίδοσθαι. λέγει γοῦν ὁ ψαλμὸς πάλιν ἐπὶ τοῦ θεοῦ· οὐκ ἐποίησεν οὕτως οὐδενὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. τὸ δὲ οὐκ ἐποίησεν οὕτως πεποιηκέναι μὲν δηλοῖ,2 ἀλλ’ οὐχ οὕτως. ἐν συγκρίσει γοῦν τὸ οὕτως πρὸς τὴν ὑπεροχὴν τὴν καθ’ ἡμᾶς γινομένην· ἐξῆν δὲ δήπου τῷ προφήτῃ εἰπεῖν ἁπλῶς τὸ οὐκ ἐποίησεν ἄνευ τῆς προσθήκης τοῦ οὕτως. ναὶ μὴν καὶ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἐπ’ ἀληθείας καταλαμβάνομαι φησίν, ὅτι προσωπολήπτης οὐκ ἔστιν ὁ θεός, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
无论如何,诗篇作者视悟性为最大的恩赐,并祈求道:“我是你的仆人,求你赐我悟性。” 而且大卫难道不也是在祈求广博的知识经验时写道:“求你将美善、管教和知识教导我,因我信了你的命令”吗? 此外,人们公认各立约都是确立的,并且赐给了更为尊贵的人。诗篇关于上帝再次说道:“祂未曾这样待过别国,也没有将祂的典章指示他们。” 而“未曾这样待过”表明祂确曾施为,但“并未这样”。无论如何,“这样”乃是与发生在我们身上的卓越相比较;因为先知本可单单说“未曾待过”,而无需加上“这样”。再者,彼得在《使徒行传》中也说:“我真看出上帝是不偏待人的,原来在各邦国中,凡敬畏祂而行义的人都为祂所悦纳。”
οὐ χρόνῳ τοίνυν τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ, ἀλλ’ ἐξ αἰῶνος, οὐδὲ μὴν ἤρξατό ποτε ἡ εὐεργεσία αὐτοῦ, ἀλλ’ οὐδὲ περιορίζεται τόποις ἢ ἀνθρώποις τισίν, οὐδὲ γὰρ μερικὴ ἡ εὐποιία αὐτοῦ. ἀνοίξατέ μοι πύλας δικαιοσύνης φησίν· ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσομαι τῷ κυρίῳ. αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. ἐξηγούμενος δὲ τὸ ῥητὸν τοῦ προφήτου Βαρνάβας ἐπιφέρει· πολλῶν πυλῶν ἀνεῳγυιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες. τῆς αὐτῆς ἔχεται ἐννοίας κἀκεῖνο τὸ προφητικόν· κύριος ἐπὶ ὑδάτων πολλῶν, οὐ τῶν διαθηκῶν τῶν διαφόρων μόνων, ἀλλὰ καὶ τῶν τῆς διδασκαλίας τρόπων τῶν τε ἐν Ἕλλησιν εἰς δικαιοσύνην ἀγόντων τῶν τε ἐν βαρβάροις. σαφῶς δὲ ἤδη καὶ ὁ Δαβὶδ μαρτυρῶν τῇ ἀληθείᾳ ψάλλει· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν Ἅιδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. ἐπιλανθάνονται δὲ δηλονότι οὗ πρότερον ἐμέμνηντο,3 καὶ ὃν πρὶν ἢ ἐκλαθέσθαι ἐγίνωσκον, τοῦτον παραπέμπονται. ἦν ἄρα εἴδησίς τις ἀμαυρὰ τοῦ θεοῦ καὶ παρὰ τοῖς ἔθνεσι.
因此,上帝的不偏待人不是在时间中的,而是自永恒而有的;祂的仁慈也从未在某一时刻开始,亦不受地域或特定之人的限制,因为祂的善行绝非局部的。 经上说:“给我敞开公义的门;我要进去称谢主。这是主的门;义人要进去。” 巴拿巴在解释先知的这段话时补充道:“在敞开的许多门中,这扇公义的门乃是在基督里的门,凡进入其中的都是有福的。” 先知的那句言语亦持同样含义:“主在众水之上”,这不仅指诸种不同的约,亦指在希腊人和蛮族中引人归义的诸种教导方式。如今大卫作证真理亦清楚歌唱道:“罪人必归到阴间,凡忘记上帝的外邦人也是如此。” 显然,他们忘记的是自己先前所记念的,并且在忘却之前所认识的那位,他们如今却弃置不顾。由此可见,即便在各外邦之中,亦曾对上帝存有某种隐约的认识。
- 6.8.62τοῦ διδάσκειν ὑμᾶς
引用自《希伯来书》5:12。在带有属格冠词的不定式结构 τοῦ διδάσκειν 中,宾格代词 ὑμᾶς 充当主动不定式的宾语(“有人教导你们”),而非不定式的主语(“你们教导”),因为上下文所强调的是信徒们退化为需要受教的稚弱状态。
- 6.8.63τὸ δὲ οὐκ ἐποίησεν οὕτως πεποιηκέναι μὲν δηλοῖ
作者对《诗篇》147:20中“οὐκ ἐποίησεν οὕτως”一句的句法阐释。否定词 οὐκ 并非完全否定动词本身(即绝非“全然未行”),而是专门限定修饰副词 οὕτως(即“未曾以这种方式行”)。作者正是立足于“οὕτως(如此/这样)”这一修饰语,推导出上帝在其他民族中确曾有所施为(πεποιηκέναι),只是不及赐予选民者那般卓越。
- 6.8.64ἐπιλανθάνονται δὲ δηλονότι οὗ πρότερον ἐμέμνηντο
在 οὗ πρότερον ἐμέμνηντο 结构中,关系代名词 οὗ 省略了先行词(如 τούτου),且由于主句动词 ἐπιλανθάνονται 与从句动词 ἐμέμνηντο 均要求属格补足语,故呈现为属格。作者藉此句法与语义联系,推导出唯有先前曾经记念并认识(ἐμέμνηντο / ἐγίνωσκον)的对象,才谈得上“遗忘(ἐπιλανθάνομαι)”。
