- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.7.58-6.7.61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了基督本身乃是一切受造物的真正导师和真正哲学的源头。随后他阐述了通往属神知识(灵知)的进路:通过灵魂与身体的洁净由离恶进至行善,并借由使徒的口传传统达致永恒的沉思。
λείπεται τοίνυν ὑπεξαναβάντας ἡμᾶς καὶ τὸν τούτων διδάσκαλον ποθεῖν.1 ἐπεὶ δὲ ἓν μὲν τὸ ἀγέννητον ὁ παντοκράτωρ θεός, ἓν δὲ καὶ τὸ προγεννηθέν, δἰ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν (εἷς γὰρ τῷ ὄντι ἐστὶν ὁ θεός, ὃς ἀρχὴν τῶν ἁπάντων ἐποίησεν, μηνύων τὸν πρωτόγονον υἱὸν ὁ Πέτρος γράφει, συνεὶς ἀκριβῶς τό· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν), σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτός ἐστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος, ὁ σύμβουλος τοῦ θεοῦ τοῦ τὰ πάντα προεγνωκότος. ὃ δὲ ἄνωθεν ἐκ πρώτης καταβολῆς κόσμου πολυτρόπως καὶ πολυμερῶς πεπαίδευκέν τε καὶ τελειοῖ.2 ὅθεν εἰκότως εἴρηται· μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς. ὁρᾷς ὁπόθεν ἔχει τὰς λαβὰς ἡ φιλοσοφία ἡ ἀληθής. κἂν ὁ νόμος εἰκὼν καὶ σκιὰ τῆς ἀληθείας τυγχάνῃ, σκιά γε ὁ νόμος τῆς ἀληθείας, ἀλλ’ ἡ φιλαυτία τῶν Ἑλλήνων διδασκάλους τινὰς ἀνθρώπους ἀνακηρύττει.
因此,我们唯有进一步向上攀登,切望寻求他们的导师。既然无生者唯有一位,即全能的上帝,而先受生者亦唯有一位,“万物是藉着祂造的,凡被造的,没有一样不是藉着祂造的”(正如彼得指出长子时所写:“上帝诚然为一,祂造了万物的起头”,因为他确切理解了“起初上帝创造天地”这句经文),并且这位被称为诸先知所言的智慧,祂便是凡被造之物的导师,是预知万有之上帝的谋士。正是祂从至高之处,从创世之初,“藉着诸般方式与诸般部分”施以教导并使其达到完全。因此经上合宜地说道:“在地上不要称人为你们的导师。”你当看到真正的哲学从何处获得其依托。即使律法恰好是真理的肖像与阴影——律法诚然是真理的阴影——希腊人的自爱却把某些人奉为导师。
Ὡς οὖν ἐπὶ τὸν ποιητὴν τὸν θεὸν πᾶσα ἀνατρέχει πατριά, οὕτως καὶ ἐπὶ τὸν κύριον ἡ τῶν καλῶν διδασκαλία ἡ δικαιοῦσα καὶ εἰς τοῦτο χειραγωγοῦσά τε καὶ συλλαμβάνουσα. εἰ δ’ ἔκ τινος † ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαῖοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ διδάσκαλος αἴτιος, ἀλλ’ οἱ παρακούειν προῃρημένοι. οἱ πεισθέντες δὲ αὐτῶν τῇ τε τοῦ κυρίου παρουσίᾳ καὶ τῇ τῶν γραφῶν σαφηνείᾳ ἐν ἐπιγνώσει γίνονται τοῦ νόμου, καθάπερ καὶ οἱ ἀπὸ φιλοσοφίας διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἐν ἐπιγνώσει τῆς ἀληθοῦς φιλοσοφίας καθίστανται. τὰ λόγια γὰρ κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον, τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.
正如每个家族都上溯至创造者上帝,关于美善之事的教导——即使人称义、引领并协助达致此目的的教导——同样上溯至主。但如果有人因某种受动性以任何方式领受了真理的种子,却没有加以培育,反而将其弃置于贫瘠的土地和干旱中,被野草所窒息(正如法利赛人因引入人的教训而偏离了律法),这过错不在于导师,而在于那些蓄意违抗教导的人。他们之中受主的降临和经文的明晰所劝服的人,得以真正认识律法,正如出自哲学的人借着主的教导被确立在对真正哲学的真知之中。 因为“主的言语是纯净的言语,是火炼过、经受检验的银子,在地上被洁净了七次”。
ἤτοι ὡς ἄργυρος πολλάκις ἀποκαθαρθεὶς εἰς δοκίμιον καθίσταται ὁ δίκαιος, νόμισμα κυρίου γενόμενος καὶ χάραγμα βασιλικὸν ἀναδεξάμενος, ἤ, ἐπεὶ καὶ Σολομὼν λέγει γλῶσσαν δικαίου ἄργυρον πεπυρωμένον, τὴν δεδοκιμασμένην καὶ σοφὴν διδασκαλίαν ἐπαινετὴν καὶ ἀποδεκτὴν τυγχάνει μηνύων,3 ὅταν ἐκκεκαθαρμένη πλουσίως τυγχάνῃ τῇ γῇ, τουτέστιν ὅταν πολυτρόπως ἡ γνωστικὴ ψυχὴ ἁγιάζηται κατὰ τὴν ἀποχὴν τῶν γεωδῶν πυρώσεων. ἁγνίζεται δὲ καὶ τὸ σῶμα, ἐν ᾧ οἰκεῖ, ἐξιδιοποιούμενον εἰς εἰλικρίνειαν ἁγίου νεώ· ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη· τοῦ δὲ γνωστικοῦ μετὰ τὴν ἄλλοις νομιζομένην τελείωσιν ἡ δικαιοσύνη εἰς ἐνέργειαν εὐποιίας προβαίνει· καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ’ ὁμοίωσιν τοῦ θεοῦ διαμένει·4 οἳ μὲν γὰρ σπέρμα Ἀβραάμ, δοῦλοι ἔτι τοῦ θεοῦ, οὗτοί εἰσιν οἱ κλητοί· υἱοὶ δὲ Ἰακὼβ οἱ ἐκλεκτοὶ αὐτοῦ, οἱ τῆς κακίας πτερνίσαντες τὴν ἐνέργειαν.
这要么是指义人如同屡经炼净的银子一般被确立为经受检验者,成为主的钱币并领受了君王的印记;要么,鉴于所罗门亦曾说“义人的舌乃是炼过的银子”,他乃是指出经过检验的智慧教导是值得称赞和蒙悦纳的,当它在地上得到充分洁净之时,也就是当灵知的灵魂通过远离属地的狂热而在诸多方面得以圣化之时。而其所居住的身体亦得以洁净,归入圣殿的纯全;灵魂在肉体中的这最初的洁净就是弃绝恶事,有人将其视为完全,而这种完全仅仅属于普通的信徒,不论犹太人还是希腊人。然而对于灵知者而言,在他人所谓的完全之后,公义进而发展为行善的实践作为;在公义的提升致力于行善的人那里,完全便依循上帝的样式在行善的不可动摇的品格中存留。因为那些作为亚伯拉罕后裔、仍为上帝仆人的人,乃是被召者;而雅各的子孙则是祂的选民,他们踩绊了恶行的运作。
Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δἰ ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ ἀποκαλυφθεῖσα. καὶ δὴ καὶ εἰ ἔστι τέλος τοῦ σοφοῦ ἡ θεωρία, ὀρέγεται μὲν ὁ ἔτι φιλοσοφῶν τῆς θείας ἐπιστήμης, οὐδέπω δὲ τυγχάνει, ἢν μὴ μαθήσει παραλάβῃ σαφηνισθεῖσαν αὐτῷ τὴν προφητικὴν φωνήν, δἰ ἧς τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα, ὅπως ἔχει τε καὶ ἔσχεν καὶ ἕξει, παραλαμβάνει. ἡ γνῶσις δὲ αὕτη κατὰ διαδοχὰς εἰς ὀλίγους ἐκ τῶν ἀποστόλων ἀγράφως παραδοθεῖσα κατελήλυθεν. Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον·
因此,如果我们称基督本身为智慧,并称祂通过先知所行的作为为智慧——借此作为人们能够彻底习得灵知的传授,正如祂在降临之际亲自教导圣使徒们那样——那么知识便应当是智慧,它是对现存之物、将存之物和过往之物的稳固而可靠的真知与把握,因其是由上帝之子所传授与启示的。诚然,如果沉思是智者的终极目的,那么尚在从事哲学探究的人虽渴求神圣的真知,却仍未获得,除非通过学习领受那向他阐明了的先知之声,借此声音他领受现存之物、将存之物和先存之物究竟如何存在、曾经如何并将来如何。而这知识由使徒们不假文字地传授,借由传承降至少数人手中。 由此可见,知识或智慧应当共同修习,以致形成永恒且不可改变的沉思品格。
- 6.7.58λείπεται τοίνυν ὑπεξαναβάντας ἡμᾶς καὶ τὸν τούτων διδάσκαλον ποθεῖν
非人称动词 λείπεται(“剩下的是……”、“唯有……”)后接“宾格加不定式”结构(逻辑主语为 ὑπεξαναβάντας ἡμᾶς,不定式为 ποθεῖν)充当真正的主语。分词 ὑπεξαναβάντας 依随逻辑主语采用宾格。
- 6.7.58ὃ δὲ ἄνωθεν ἐκ πρώτης καταβολῆς κόσμου πολυτρόπως καὶ πολυμερῶς πεπαίδευκέν τε καὶ τελειοῖ
句首的 ὃ δὲ 作代词性用法(“而这位……”),指代前文所述的圣子(道/智慧)。此处的 ὃ 是作指示代词用的阳性单数主格冠词 ὁ(按校勘惯例加标重音以示代词用法),承接前文的 οὗτος,充当主动词 πεπαίδευκέν 与 τελειοῖ 的主语。
- 6.7.60ἤτοι ὡς ἄργυρος ... ἤ, ἐπεὶ καὶ Σολομὼν λέγει ... τὴν δεδοκιμασμένην καὶ σοφὴν διδασκαλίαν ... μηνύων
通过相关连词 ἤτοι ... ἤ ...(“要么……,要么……”)引出对所引用诗篇(诗 12:6)的两种不同解释。在后半部分中,插入了 ἐπεὶ 原因从句,主句则由 τυγχάνει μηνύων(τυγχάνω 搭配补充性分词)构成,意为“(他)恰是表明……”。
- 6.7.60καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ’ ὁμοίωσιν τοῦ θεοῦ διαμένει
由关系从句(ὅτῳ...)与主句指示代词(τούτῳ...)构成的呼应句式。与格 ὅτῳ 和 τούτῳ 充当领属或关涉与格,表示“凡公义的提升致力于行善之人,完全就在他里面……存留”。
