- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.7.54-6.7.57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中将真正的哲学与神圣智慧同世俗与技术的智慧相对照,阐明希腊哲学家不过是在摹仿和窃取神圣真理,并指出应当摒弃自爱,唯独向上帝寻求真理的终极导师。
ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ’, ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος. καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ, ᾗ καὶ πάντως ἀληθὴς ὑπάρχει, βουλήσει, ὡς διὰ τοῦ υἱοῦ ἐγνωσμένη. καὶ ἣ μὲν αἰώνιός ἐστιν, ἣ δὲ χρόνῳ λυσιτελής, καὶ ἣ μὲν μία καὶ ἡ αὐτή. αἳ δὲ πολλαὶ καὶ διάφοροι.1 καὶ ἣ μὲν ἄνευ παθητικῆς τινος κινήσεως, ἣ δὲ μετὰ παθητικῆς ὀρέξεως. καὶ ἣ μὲν τέλειος, ἣ δὲ ἐνδεής.
正如我们很久以前指出的那样,我们所说的并不是指顺从各派别的主张,而是指那真正为哲学的事物:一方面是技术性的智慧,它提供关乎生活的经验;另一方面是作为对神事与人事之确固知识的智慧,它是某种稳固而不动摇的领会,涵盖了现存之物、过去之物与未来之物,是主通过祂的降临和先知们所教导我们的。并且它是不可被论证(逻各斯)所动摇的,是借着同一旨意所传授的——因这旨意它亦完全真实——正如借由圣子所显明的那样。并且前者是永恒的,而后者仅有适时的用处;前者是单一且同一的,而后者则是众多且多样的。此外,前者没有任何被动的情感冲动,而后者则伴随着被动的欲求。前者是完全的,而后者是有所欠缺的。
Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς. φιλόσοφοι δὲ λέγονται παρ’ ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς τοῦ πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ’ Ἕλλησι δὲ οἱ τῶν περὶ ἀρετῆς λόγων ἀντιλαμβανόμενοι. εἴη δ’ ἂν φιλοσοφία τὰ παρ’ ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα2 μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν. ἃ καὶ αὐτά. ἐκ τῆς βαρβάρου κλαπέντα θεοδωρήτου χάριτος, Ἑλληνικῷ κεκόσμηται λόγῳ· τῶν μὲν γὰρ κλέπται, ὧν δὲ καὶ παρήκουσαν· ἐν δὲ τοῖς ἄλλοις ἃ μὲν κινούμενοι εἰρήκασιν, ἀλλ’ οὐ τελείως ἐξειργάσαντο, τὰ δὲ ἀνθρωπίνῳ στοχασμῷ τε καὶ ἐπιλογισμῷ, ἐν οἷς καὶ παραπίπτουσιν· ἐπιβάλλειν δ’ οἴονται τῇ ἀληθείᾳ οὗτοι μὲν τελείως, ὡς δ’ ἡμεῖς αὐτοὺς καταλαμβανόμεθα, μερικῶς.
因此,哲学所渴望的正是这种智慧——即灵魂的智慧、言语的正直与生活的纯洁——它对智慧怀着仁爱与亲善的态度,并为获得它而行一切事。在我们中间,热爱万有创造主与导师之智慧(即对上帝之子的认识)的人被称为哲学家;而在希腊人中间,把握关乎美德之论说的人则被称为哲学家。倘若有所谓哲学,那便是各派别(我指的是哲学各派)中无可指责的教条与协调一致的生活结合在一起汇聚成的一个选集。甚至这些教义本身也是从蛮族那源于上帝的恩赐中盗取来的,并饰以希腊的辞藻;因为对于某些教训而言他们是盗贼,对于另一些教训他们则是听错了;而在其余的事情上,有些是他们受感动而说出的,却没有完全阐明,有些则是出于人的猜想与思忖,在其中他们也陷入了过失;他们自以为完全把握了真理,但据我们的认识,他们只是部分地把握了真理。
πλέον γοῦν τοῦ κόσμου τούτου οὐκ ἴσασιν οὐδέν. καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολὴν τῶν ὀπτικῶν γραμμῶν σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ’ ἄλλως πως φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ φιλόσοφοι ζωγραφίας δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν. φιλαυτία δὲ πάντων ἁμαρτημάτων αἰτία ἑκάστοις ἑκάστοτε. διόπερ οὐ χρὴ τὴν εἰς ἀνθρώπους δόξαν αἱρούμενον φίλαυτον εἶναι, ἀλλὰ τὸν θεὸν ἀγαπῶντα τῷ ὄντι ὅσιον μετὰ φρονήσεως γίνεσθαι.
无论如何,在这个世界之外的事物他们一无所知。诚然,正如几何学通过在平面上作图来处理度量、大小与形状,而绘画在舞台布景上似乎容纳了整个视觉空间,在此方式下它以巧术欺骗了视觉,按照技艺利用视线交点的标记(由此表现出凸显、隐退与光相,在平整光滑的表面上,有的显得突出,有的显得凹陷,有的以别样的方式显现),同样,哲学家们也如绘画一般摹仿真理。而自爱乃是每个人在每次犯下所有罪过的原因。因此,人不应当因拣选在人前的荣耀而成为自爱者,而应当因爱上帝而真正成为“兼具明智的虔圣者”。
ἂν οὖν τις τοῖς μερικοῖς ὡς τοῖς καθολικοῖς χρώμενος τύχῃ καὶ τὸ δοῦλον ὡς κύριον καὶ ἡγεμόνα τιμᾷ, σφάλλεται τῆς ἀληθείας οὐ συνιεὶς τὸ τῷ Δαβὶδ κατ’ ἐξομολόγησιν εἰρημένον· γῆν καὶ σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. ἡ φιλαυτία δὲ καὶ ἡ οἴησις αὐτῷ γῆ ἐστι καὶ πλάνη. εἰ δὲ τοῦτο, ἐκ μαθήσεως ἡ γνῶσις καὶ ἡ ἐπιστήμη. μαθήσεως δ’ οὔσης ζητεῖν ἀνάγκη τὸν διδάσκαλον. Κλεάνθης μὲν γὰρ Ζήνωνα ἐπιγράφεται καὶ Θεόφραστος Ἀριστοτέλη Μητρόδωρός τε Ἐπίκουρον καὶ Πλάτων Σωκράτην· ἀλλὰ κἂν ἐπὶ Πυθαγόραν ἔλθω καὶ Φερεκύδην καὶ Θάλητα καὶ τοὺς πρώτους σοφούς, ἵσταμαι τὸν τούτων διδάσκαλον ζητῶν· κἂν Αἰγυπτίους εἴπῃς κἂν Ἰνδοὺς κἂν Βαβυλωνίους κἂν τοὺς Μάγους αὐτούς, οὐ παύσομαι τὸν τούτων διδάσκαλον ἀπαιτῶν. ἀνάγω δέ σε καὶ ἐπὶ τὴν πρώτην γένεσιν ἀνθρώπων, κἀκεῖθεν ἄρχομαι ζητεῖν, τίς ὁ διδάσκαλος; ἀνθρώπων μὲν οὐδείς, οὐδέπω γὰρ μεμαθήκεσαν, ἀλλ’ οὐδὲ ἀγγέλων τις, οὔτε γάρ, ὡς μηνύουσιν οἱ ἄγγελοι καθὸ ἄγγελοι, οὕτως ἀκούουσιν ἄνθρωποι, οὔθ’, ὡς ἡμῖν τὰ ὦτα, οὕτως ἐκείνοις ἡ γλῶττα. οὐδ’ ἂν ὄργανά τις δῴη φωνῆς ἀγγέλοις, χείλη λέγω καὶ τὰ τούτοις παρακείμενα καὶ φάρυγγα καὶ ἀρτηρίαν καὶ σπλάγχνα καὶ πνεῦμα καὶ πλησσόμενον ἀέρα. πολλοῦ γε δεῖ τὸν θεὸν ἐμβοᾶν,3 ἀπροσίτῳ ἁγιότητι καὶ ἀρχαγγέλων αὐτῶν κεχωρισμένον. ἤδη δὲ καὶ τοὺς ἀγγέλους μεμαθηκέναι παρειλήφαμεν τὴν ἀλήθειαν καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας· γενητοὶ γάρ.
因此,如果有人把局部的事物当作普遍的事物来使用,将为奴之物当作主人和领袖来尊崇,他就偏离了真理,不明白大卫在忏悔中所说的:“我吃尘土和炉灰如同吃饼。”自爱与自负对他而言就是尘土与迷误。如果事实如此,认识与知识乃是从学习而来。既然有学习,就必须寻求导师。克莱安西斯尊芝诺为师,泰奥弗拉斯托斯尊亚里士多德为师,墨特罗多洛尊伊壁鸠鲁为师,柏拉图尊苏格拉底为师;但即便我上溯至毕达哥拉斯、费雷居德、泰勒斯以及最初的智者,我仍会停下来寻求他们的导师;无论你提及埃及人、印度人、巴比伦人还是波斯僧侣本身,我都不会停止要求指出他们的导师。我还要将你引回人类最初的起源,并从那里开始追问:谁是导师?在人类中没有一个,因为他们尚未曾学习;但在天使中也没有一个,因为人类既不能按天使作为天使所示意的方式来听,他们也不像我们拥有耳朵那样拥有舌头。也不会有人赋予天使发声器官——我指的是嘴唇及其邻近组织、咽喉、气管、内脏、气息和被撞击的空气。以不可企及的圣洁甚至与天使长本身相隔绝的上帝,绝不可能大声呼喊。而且我们也已领受传授,知道天使以及在他们之上的掌权者也是学得了真理;因为他们是被造之物。
- 6.7.54καὶ ἣ μὲν αἰώνιός ἐστιν, ἣ δὲ χρόνῳ λυσιτελής, καὶ ἣ μὲν μία καὶ ἡ αὐτή. αἳ δὲ πολλαὶ καὶ διάφοροι.
在对比指示代名词(ἣ μέν ... ἣ δέ)中,对比了前文提及的两种智慧,即“神圣智慧”与“技术性智慧”。后文“αἳ δὲ πολλαὶ καὶ διάφοροι”中主语转为阴性复数代词(αἵ),是因为生活中的技术性智慧作为各类具体技艺体现为“众多且多样”,以对照单一的神圣智慧。
- 6.7.55εἴη δ’ ἂν φιλοσοφία τὰ παρ’ ἑκάστῃ τῶν αἱρέσεων ... ἀδιάβλητα δόγματα
带有 ἄν 的希求法(εἴη ἄν)构成了潜势语气,表示审慎的界定或让步(“若真有所谓哲学,那大概就是……”)。句子的主语是中性复数名词短语(τὰ ... ἀδιάβλητα δόγματα),动词 εἴη 依据中性复数主语使用单数动词的常规语法规则作单数,而未受表语名词 φιλοσοφία 吸引。
- 6.7.57πολλοῦ γε δεῖ τὸν θεὸν ἐμβοᾶν
非人称惯用表达“πολλοῦ δεῖ”后接宾格不定式结构(τὸν θεὸν ἐμβοᾶν),用以表达强烈的绝不可能或断然否定(“上帝绝不可能大声呼喊”)。属格 πολλοῦ 源自表示距离或分离程度的离格性属格(分离属格)。
