- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.6.50-6.6.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免借助以赛亚书等经文中的动物比喻论述了外邦人的归信与救赎,阐明大洪水中灵魂蒙救的可能性,并引用诺斯替派学者瓦伦廷和伊西多尔的言论,论证异教哲学中的真理最初亦源自圣经先知。
Ὥσπερ οὖν τίμιος ὁ λαὸς τῷ κυρίῳ, οὕτως ὁ λαὸς ἅγιος ἅπας ἐστὶν σὺν τῷ Ἰουδαίῳ καὶ ὁ ἐξ ἐθνῶν ἐπιστρέφων, ὃς ὁ προσήλυτος προεφητεύετο. εἰκότως ἄρα βοῦν φησι καὶ ἄρκτον ἐπὶ τὸ αὐτὸ ἔσεσθαι ἡ γραφή· βοῦς μὲν γὰρ εἴρηται ὁ Ἰουδαῖος ἐκ τοῦ κατὰ νόμον ὑπὸ ζυγὸν καθαροῦ κριθέντος ζῴου, ἐπεὶ καὶ διχηλεῖ καὶ μηρυκᾶται ὁ βοῦς· ὁ ἐθνικὸς δὲ διὰ τῆς ἄρκτου ἐμφαίνεται, ἀκαθάρτου καὶ ἀγρίου θηρίου· τίκτει δὲ τὸ ζῷον σάρκα ἀτύπωτον, ἣν σχηματίζει εἰς τὴν τοῦ θηρίου ὁμοιότητα τῇ γλώττῃ μόνον· λόγῳ γὰρ τυποῦται εἰς τὸ ἡμερῶσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται. αὐτίκα φησὶν ὁ προφήτης· σειρῆνες εὐλογήσουσίν με καὶ θυγατέρες στρουθῶν καὶ τὰ θηρία πάντα τοῦ ἀγροῦ. τῶν ἀκαθάρτων ζῴων τὰ θηρία τοῦ ἀγροῦ γιγνώσκεται, τουτέστι τοῦ κόσμου, ἐπεὶ τοὺς εἰς πίστιν ἀγρίους καὶ ῥυπαροὺς τὸν βίον μηδὲ τῇ κατὰ νόμον δικαιοσύνῃ κεκαθαρμένους θηρία προσαγορεύει. μεταβαλόντες μέντοι ἐκ τοῦ εἶναι θηρία διὰ τῆς κυριακῆς πίστεως ἄνθρωποι γίνονται θεοῦ, ἐκ τοῦ τὴν ἀρχὴν θελῆσαι μεταβάλλεσθαι εἰς τὸ γενέσθαι προκόπτοντες.1 τοὺς μὲν γὰρ προτρέπει ὁ κύριος, τοῖς δὲ ἤδη ἐγχειρήσασι καὶ χεῖρα ὀρέγει καὶ ἀνέλκει· οὐ γὰρ ὑποστέλλεται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος, ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ πάντων.
因此,正如这百姓在主眼中为宝贵,同理,包含犹太人以及从外邦人中归信者(即预言中所称的皈依者)在内的全体,构成了圣洁的百姓。所以经上说牛与熊必同在一处,确属合宜;因为犹太人被称为“牛”,是因按律法在负轭之下被判定为洁净的动物,况且牛既分蹄又反刍;而外邦人则由“熊”这污秽而凶暴的野兽所表征。这种动物生下未成形的肉块,仅凭舌头将其塑造成兽的模样;因为从外邦人中归信者也是藉着道(逻各斯)从禽兽般的生活被塑造成温驯之人,既已被驯化,自己便如牛一般得蒙洁净。先知随即说: “塞壬、鸵鸟的后代和田野的一切走兽都必称颂我。” 在不洁的动物中,“田野的走兽”即指世上的走兽,因为先知把那些对信仰顽梗、生活污秽、甚至未曾借着律法之义得洁净的人称为“走兽”。然而,他们藉着对主的信仰脱离了兽的性情,成为属上帝的人,从起初愿意改变进阶到真正成为如此之人。因为主一方面劝勉一些人,另一方面对那些已经着手的人伸出手来并拉他们上去: “因为万有的主宰不偏待人,也不惧怕权贵,因为或大或小都是祂造的,祂同样眷顾众人。”
καὶ ὁ Δαβίδ φησιν· εἰ καὶ ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν, ἀλλὰ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει. εὐκαίρως ἄρα εὐηγγελίσθησαν οἱ ἐν θλίψει ὄντες. καὶ διὰ τοῦτό φησιν· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ἵνα μὴ ἀδίκως κριθῶσιν. εἰ τοίνυν τοὺς ἐν σαρκὶ διὰ τοῦτο εὐηγγελίσατο, ἵνα μὴ καταδικασθῶσιν ἀδίκως, πῶς οὐ καὶ τοὺς προεξεληλυθότας τῆς παρουσίας αὐτοῦ διὰ τὴν αὐτὴν εὐηγγελίσατο αἰτίαν; δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνην ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ. ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
大卫也说:纵然“外邦人陷在自己所作的败坏中,在他们所暗设的网罗里自己的脚被缠住了”,然而 “主成了穷乏人的避难所,是合宜之时与患难中的帮助者”。 因此,身处患难之人乃是合宜地蒙了福音的传扬。为此经上说: “在万民中传扬祂的作为”,免得他们遭受不公义的审判。那么,既然祂为了免使肉身之人遭受不公义的定罪而向他们传福音,又怎能不因同样的缘由向那些在祂降临前离世的人传福音呢? “因为主是公义的,祂喜爱公义;祂的面容注视正直。” “而喜爱不义的,乃是恨恶自己的灵魂。”
Εἰ γοῦν ἐν τῷ κατακλυσμῷ ἀπώλετο πᾶσα ἁμαρτωλὸς σάρξ, εἰς παιδείαν γενομένης αὐτοῖς τῆς κολάσεως, πρῶτον μὲν τὸ θέλημα τοῦ θεοῦ παιδευτικὸν καὶ ἐνεργητικὸν τυγχάνον σῴζειν τοὺς ἐπιστρέφοντας πιστευτέον,2 ἔπειτα δὲ καὶ τὸ λεπτομερέστερον, ἡ ψυχή, οὐκ ἄν ποτε πρὸς τοῦ παχυμερεστέρου ὕδατος πάθοι τι δεινόν, διὰ λεπτότητα καὶ ἁπλότητα μὴ κρατουμένη, ᾗ καὶ ἀσώματος προσαγορεύεται. ὃ δ’ ἂν παχυμερὲς ἐκ τῆς ἁμαρτίας πεπαχυμμένον τύχῃ, τοῦτο ἀπορίπτεται σὺν τῷ σαρκικῷ πνεύματι τῷ κατὰ τῆς ψυχῆς ἐπιθυμοῦντι. ἤδη δὲ καὶ τῶν τὴν κοινότητα πρεσβευόντων ὁ κορυφαῖος Οὐαλεντῖνος ἐν τῇ Περὶ φίλων ὁμιλίᾳ κατὰ λέξιν γράφει· πολλὰ τῶν γεγραμμένων ἐν ταῖς δημοσίαις βίβλοις εὑρίσκεται γεγραμμένα ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· τὰ γὰρ κοινὰ ταῦτα ἔστι τὰ ἀπὸ καρδίας ῥήματα, νόμος ὁ γραπτὸς ἐν καρδίᾳ· οὗτός ἐστιν ὁ λαὸς ὁ τοῦ ἠγαπημένου, ὁ φιλούμενος καὶ φιλῶν αὐτόν.
因此,即便在洪水之中一切有罪的肉体皆遭灭绝,其惩戒乃是作为他们的训诲,首先应当坚信,上帝训导且具功效的旨意必拯救悔改之人;其次,那更为细微的部分,即灵魂,绝不可能受到更粗浊之水的任何侵害,因其细微与单纯而不被束缚,在此意义上也称为非肉体的。凡因罪恶而变得粗浊浓密的部分,则与那同灵魂相争肉欲的属肉气息一同被抛弃。甚至那些倡导共通性之流的首领瓦伦廷,在《论朋友》的讲道中也逐字写道: “在公共书籍中所记载的许多事,可见亦记载在上帝的教会中;因为这些共通之事乃是发自内心的言语,是写在心里的律法;这便是那蒙爱者的子民,即蒙爱且爱祂的子民。”
δημοσίας γὰρ βίβλους εἴτε τὰς Ἰουδαϊκὰς λέγει γραφὰς εἴτε τὰς τῶν φιλοσόφων, κοινοποιεῖ τὴν ἀλήθειαν. Ἰσίδωρός τε ὁ Βασιλείδου υἱὸς ἅμα καὶ μαθητὴς ἐν τῷ πρώτῳ τῶν τοῦ προφήτου Παρχὼρ Ἐξηγητικῶν καὶ αὐτὸς κατὰ λέξιν γράφει· φασὶ δὲ οἱ Ἀττικοὶ μεμηνῦσθαί τινα Σωκράτει παρεπομένου δαίμονος αὐτῷ, καὶ Ἀριστοτέλης δαίμοσι κεχρῆσθαι πάντας ἀνθρώπους λέγει συνομαρτοῦσιν αὐτοῖς παρὰ τὸν χρόνον τῆς ἐνσωματώσεως. προφητικὸν τοῦτο μάθημα λαβὼν καὶ καταθέμενος εἰς τὰ ἑαυτοῦ βιβλία, μὴ ὁμολογήσας ὅθεν ὑφείλετο τὸν λόγον τοῦτον. καὶ πάλιν ἐν τῷ δευτέρῳ τῆς αὐτῆς συντάξεως ὧδέ πως γράφει· καὶ μή τις οἰέσθω, ὅ φαμεν ἴδιον εἶναι τῶν ἐκλεκτῶν, τοῦτο προειρημένον ὑπάρχειν ὑπό τινων φιλοσόφων· οὐ γάρ ἐστιν αὐτῶν εὕρεμα, τῶν δὲ προφητῶν σφετερισάμενοι προσέθηκαν τῷ ὑπάρχοντι κατ’ αὐτοὺς σοφῷ. αὖθίς τε ἐν τῷ αὐτῷ· καὶ γάρ μοι δοκεῖ τοὺς προσποιουμένους φιλοσοφεῖν, ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ’ αὐτῇ πεποικιλμένον φᾶρος, πάντα ὅσα Φερεκύδης ἀλληγορήσας ἐθεολόγησεν, λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν3
因为无论他所指的公共书籍是指犹太经卷还是哲学家的著作,他都使真理成为了共通之物。 巴西里德的儿子兼门徒伊西多尔,在《先知帕尔霍尔释义》第一卷中亦逐字写道: “阿提卡人说有随从的精灵向苏格拉底指示了某些事,亚里士多德也说所有人在附体肉身的整个时期都使用伴随他们的精灵。他领受了这一预言性的教训并记录在自己的书中,却没有承认自己是从何处盗取这一学说的。” 他在同部著作的第二卷中又这样写道: “切不可有人以为,我们所说属于选民特有的东西,曾由某些哲学家预先说过;因为那并非他们的发明,而是从先知那里僭窃并增补到他们自以为是的智慧体系之中的。” 他又在同一卷中说道: “因为在我看来,那些假装研究哲学的人,为了明白有翼之栎及其上织锦长袍为何物——即费雷居德藉着寓意所神学化论述的一切,乃是从含的预言中获取主题……”
- 6.6.50ἐκ τοῦ τὴν ἀρχὴν θελῆσαι μεταβάλλεσθαι εἰς τὸ γενέσθαι προκόπτοντες
介词 ἐκ 与 εἰς 分别统辖带冠词的不定式(τοῦ ... θελῆσαι 与 τὸ γενέσθαι),标明属灵进阶中从起点到终点的演进。宾格副词用法 τὴν ἀρχήν(“起初/首先”)修饰不定式 θελῆσαι,表达了从最初意愿的改变到真正成为属上帝之人的渐进过程。
- 6.6.52πρῶτον μὲν τὸ θέλημα τοῦ θεοῦ παιδευτικὸν καὶ ἐνεργητικὸν τυγχάνον σῴζειν τοὺς ἐπιστρέφοντας πιστευτέον
以中性单数动名词形容词 πιστευτέον(“当信”)为核心的无人称句式,统辖由宾格主语 τὸ θέλημα τοῦ θεοῦ 和不定式 σῴζειν 构成的“宾格+不定式”从属结构。分词 τυγχάνον 与 τὸ θέλημα 一致,说明上帝旨意的属性(“既具有训导性又具功效性”)。
- 6.6.53λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν
引文末尾出现的破格语法现象(破折句/anacoluthon)。阳性主格单数分词 λαβών 在性、数、格上与紧邻的主语 Φερεκύδης 一致,但由于引文被截断,并未出现引导句 καὶ γάρ μοι δοκεῖ τοὺς προσποιουμένους φιλοσοφεῖν... 所要求的主动词或主要不定式。此乃摘录文献时的常见残缺形式。
