← 亚历山太的革利免

杂记

§6.6.47-6.6.49

阴间外邦人的得救与上帝公义的经纶

作者论证无论是否处于律法之下,所有义人在上帝面前皆一律平等,并通过多处文本证明阴间亦有福音宣讲,使主降临前的死者亦能公允地获得悔改与得救的机会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.47

Ναὶ μὴν καὶ σώματά φησι τὸ εὐαγγέλιον πολλὰ τῶν κεκοιμημένων ἀνεστάσθαι, εἰς ἀμείνω δηλονότι μετατεθειμένων τάξιν. γέγονεν ἄρα τις καθολικὴ κίνησις καὶ μετάθεσις κατὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος. δίκαιος τοίνυν δικαίου καθὸ δίκαιός ἐστιν οὐ διαφέρει, ἐάν τε νομικὸς ᾖ ἐάν τε Ἕλλην· οὐ γὰρ Ἰουδαίων μόνων, πάντων δὲ ἀνθρώπων ὁ θεὸς κύριος, προσεχέστερον δὲ τῶν ἐγνωκότων πατήρ. εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.1 μεμνήμεθα γὰρ ὅτι δύναμις τοῦ θεοῦ ἐστιν ὁ κύριος· καὶ οὐκ ἄν ποτε ἀσθενήσαι δύναμις. οὕτως οἶμαι δείκνυσθαι ἀγαθὸν μὲν τὸν θεόν, δυνατὸν δὲ τὸν κύριον σῴζειν μετὰ δικαιοσύνης καὶ ἰσότητος τῆς πρὸς τοὺς ἐπιστρέφοντας εἴτε ἐνταῦθα εἴτε καὶ ἀλλαχόθι. οὐ γὰρ ἐνταῦθα μόνον ἡ δύναμις ἡ ἐνεργητικὴ φθάνει, πάντῃ δέ ἐστι καὶ ἀεὶ ἐργάζεται.

确实,福音书也说许多已睡之人的身体复活了,显然是那些被转移到更美等次之人。由此可见,按照救主的经纶,发生了一场普遍的变动与迁置。因此,只要身为义人,无论他是守律法者还是希腊人,一个义人与另一个义人并无分别;因为上帝不仅是犹太人的主,也是全人类的主,更是那些认识祂之人的亲密天父。因为如果行善也就是合乎律法地生活,合理地生活也就是依照律法生活,并且律法之前行为正直的人已被算为有信、被判定为义人,那么显而易见,那些因灵魂特质而处于律法之外、却行为正直的人,纵然他们身在阴间与看守所中,一旦听见主的声音——无论是祂原初的声音,还是藉着使徒们发动的声音——便立刻回转并且信靠。因为我们记得,主乃是上帝的大能,而大能绝不可能衰颓。因此我认为,这表明上帝是良善的,主能够凭着公义以及对回转之人的公正平等施行拯救,无论在今世还是在别处。因为那行大能的力量不仅达于今世,而且无所不在、常作其工。

§6.6.48

Αὐτίκα ἐν τῷ Πέτρου κηρύγματι ὁ κύριός φησι πρὸς τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν· ἐξελεξάμην ὑμᾶς δώδεκα, μαθητὰς κρίνας ἀξίους ἐμοῦ, οὓς ὁ κύριος ἠθέλησεν, καὶ ἀποστόλους πιστοὺς ἡγησάμενος εἶναι, πέμπων ἐπὶ τὸν κόσμον εὐαγγελίσασθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, γινώσκειν ὅτι εἷς θεός ἐστιν, διὰ τῆς τοῦ Χριστοῦ πίστεως ἐμῆς δηλοῦντας τὰ μέλλοντα, ὅπως οἱ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσιν, οἱ δὲ μὴ πιστεύσαντες ἀκούσαντες μαρτυρήσωσιν, οὐκ ἔχοντες ἀπολογίαν εἰπεῖν· ›οὐκ ἠκούσαμεν.‹ τί οὖν; οὐχὶ καὶ ἐν Ἅιδου ἡ αὐτὴ γέγονεν οἰκονομία; ἵνα κἀκεῖ πᾶσαι αἱ ψυχαὶ ἀκούσασαι τοῦ κηρύγματος ἢ τὴν μετάνοιαν ἐνδείξωνται ἢ τὴν κόλασιν δικαίαν εἶναι, δἰ ὧν οὐκ ἐπίστευσαν, ὁμολογήσωσιν. ἦν δ’ ἂν πλεονεξίας οὐ τῆς τυχούσης ἔργον τοὺς προεξεληλυθότας τῆς παρουσίας τοῦ κυρίου, μὴ εὐηγγελισμένους μηδὲ ἐξ αὐτῶν τὴν αἰτίαν παρασχομένους κατὰ τὸ πιστεῦσαι ἢ μή, ἤτοι τῆς σωτηρίας ἢ τῆς κολάσεως μετασχεῖν.2 οὐ γάρ που θέμις τοὺς μὲν ἀκρίτως καταδεδικάσθαι, μόνους δὲ τοὺς μετὰ τὴν παρουσίαν τῆς θείας ἀπολελαυκέναι δικαιοσύνης. πάσαις δ’ ἄνωθεν ταῖς ψυχαῖς εἴρηται ταῖς λογικαῖς· ὅσα ἐν ἀγνοίᾳ τις ὑμῶν ἐποίησεν μὴ εἰδὼς σαφῶς τὸν θεόν, ἐὰν ἐπιγνοὺς μετανοήσῃ, πάντα αὐτῷ ἀφεθήσεται τὰ ἁμαρτήματα. ἰδοὺ γάρ· φησί, τέθεικα πρὸ προσώπου ὑμῶν τὸν θάνατον καὶ τὴν ζωήν, ἐκλέξασθαι τὴν ζωήν, πρὸς σύγκρισιν ἐκλογῆς τεθεῖσθαι λέγων ὁ θεός, οὐ πεποιηκέναι ἄμφω.

正如在《彼得的宣教》中,主在复活之后对门徒们说: “我拣选了你们十二个人,判定你们配作我的门徒——即主所愿意的人,并视你们为忠信的使徒,差遣你们往普天下,向普世之人传扬福音,使他们知道独一的上帝,藉着我的基督信仰阐明将来的事,好叫听见而相信的人得以蒙救,而听见却不信的人作见证,没有借口说:‘我们未曾听过。’” 那么,在阴间岂不也发生了同样的经纶吗?好叫彼处的一切灵魂在听见宣讲之后,要么显出悔改,要么因着其不信而承认惩戒乃是公义的。盖若那些在主的降临之前离开人世的人,既未蒙传福音,又未曾从自身提供关于信与不信的原因,便或得救恩或遭惩罚,那必是莫大不公之举。因为断不可容许一些人未经审判便被定罪,而唯有降临之后的人才能享有神圣的公义。自古以来,向所有理性的灵魂都曾这样说过: “你们之中无论何人在无知中、未曾清晰认识上帝时所行的一切事,若一旦认识并悔改,他的所有罪过都必得赦免。” 因为看哪,主说: “我将死亡与生命摆在你们面前,你们当选择生命。” 上帝如此说,是指摆设出来以供选择比较,并非创造了二者。

§6.6.49

καὶ ἐν ἑτέρᾳ γραφῇ λέγει· ἐὰν ἀκούσητέ μου καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ ἀκούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. πάλιν δὲ ἄντικρυς ὁ Δαβίδ, μᾶλλον δὲ ὁ κύριος ἐκ προσώπου τοῦ ὁσίου (εἷς δὲ οὗτος ἐκ καταβολῆς κόσμου, πᾶς ὁ διαφόροις χρόνοις διὰ πίστεως σωθείς τε καὶ σωθησόμενος)· ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι, φησίν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

在另一处圣经中祂说: “你们若听从我并愿意,就必吃地上的美物;但若不听从我也不愿意,刀剑必吞灭你们;因为主的口已经说了这些话。” 再者,大卫直接言明,或者更确切地说是主借着虔圣者的位格言明(自创世以来,凡在不同时代藉着信心已经得救和将要得救的人,皆属于这一人): “我的心欢喜,我的舌欢跃;并且我的肉身也要安居在指望中,”祂说,“因为你必不将我的灵魂撇在阴间,也不叫你的圣者见朽坏。你已将生命的道路指示我;你必用你的面容使我满得喜乐。”

语法注2 条
  1. 6.6.47δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι

    由 δῆλον [ἐστίν] 所引导的长大“宾格加不定式”结构。其句法骨干为:宾格主语 τοὺς ... γενομένους 施行了不定式动作 ἐπιστραφῆναί τε καὶ πιστεῦσαι 这件事是 δῆλον(显而易见的)。在宾格主语与不定式之间,插入了修饰分词 ὀρθῶς βεβιωκότας、让步条件分句 εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ,以及时间分词短语 ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς(及其同位语分句 εἴτε ... ἐνεργούσης),构成了大幅度的语序隔开(hyperbaton)。

  2. 6.6.48ἦν δ’ ἂν πλεονεξίας οὐ τῆς τυχούσης ἔργον τοὺς προεξεληλυθότας τῆς παρουσίας τοῦ κυρίου, μὴ εὐηγγελισμένους μηδὲ ἐξ αὐτῶν τὴν αἰτίαν παρασχομένους κατὰ τὸ πιστεῦσαι ἢ μή, ἤτοι τῆς σωτηρίας ἢ τῆς κολάσεως μετασχεῖν

    由 ἦν ἄν 构成的非真实条件句(反事实假设),其表语为说明性属格短语 πλεονεξίας οὐ τῆς τυχούσης ἔργον(“非同寻常之不公的作为”)。整个句子的真正主语是后接的宾格不定式短语 τοὺς προεξεληλυθότας ... μετασχεῖν。其中的分词 μὴ εὐηγγελισμένους 和 μηδὲ ... παρασχομένους 带有假设条件意味(“若未曾蒙传福音,亦未曾由自身提供因由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.6.47-6.6.49