← 亚历山太的革利免

杂记

§6.6.44-6.6.46

降入阴间与向死者宣讲福音

革利免论述了律法与哲学是对基督福音宣讲的预备,并阐明基督与使徒曾降入阴间,向那些在生前虽行义却欠缺完全真知的死者(包括犹太人与外邦人)宣讲福音并施行救赎的神圣经纶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.44

Ἀλλ’ ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρυγμα. λέγει γοῦν κύριος ὁ ῥυσάμενος Ἰσραήλ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ κατασκηνῶσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. εἰ γὰρ δέσμιοι μὲν Ἰουδαῖοι, ἐφ’ ὧν καὶ ὁ κύριος ἐξέλθετε εἶπεν ἐκ τῶν δεσμῶν οἱ θέλοντες, τοὺς ἑκουσίως δεδεμένους καὶ τὰ δυσβάστακτα φορτία (φησὶν) αὑτοῖς διὰ τῆς ἀνθρωπίνης παρεγχειρήσεως ἐπαναθεμένους λέγων, δῆλον ὡς οἱ ἐν σκότει οὗτοι ἂν εἶεν1 οἱ ἐν τῇ εἰδωλολατρείᾳ κατορωρυγμένον ἔχοντες τὸ ἡγεμονικόν. τοῖς μὲν γὰρ κατὰ νόμον δικαίοις ἔλειπεν ἡ πίστις, διὸ καὶ τούτους ἰώμενος ὁ κύριος ἔλεγεν· ἡ πίστις σου σέσωκέν σε· τοῖς δὲ κατὰ φιλοσοφίαν δικαίοις οὐχ ἡ πίστις μόνον ἡ εἰς τὸν κύριον, ἀλλὰ καὶ τὸ ἀποστῆναι τῆς εἰδωλολατρείας ἔλειπεν. αὐτίκα ἀποκαλυφθείσης τῆς ἀληθείας καὶ αὐτοὶ ἐπὶ τοῖς προπεπραγμένοις μεταμέλονται· διόπερ ὁ κύριος εὐηγγελίσατο καὶ τοῖς ἐν Ἅιδου.

正如〔福音〕宣讲如今合宜地来临,照样,律法与先知合宜地赐给了异族人,哲学则赐给了希腊人,使其听觉习惯于接纳这宣讲。 正如救赎以色列的主说:“在悦纳的时候我应允了你,在拯救的日子我搭救了你;我立你为列国的约,使地得以安居,承受荒废的产业,对被捆绑的人说:‘出来吧!’对在黑暗中的人说要显明。” 盖若被捆绑的人是指犹太人,主论及他们时亦曾说“愿意的人,当从束缚中出来”,这是指那些自愿被束缚、并通过人为干预将“难担的重担”(经上说)加于己身的人;那么很显然,“在黑暗中”的人当指那些将统御机能深埋于偶像崇拜中的人。因为对于按律法称义的人,所欠缺的是信心,因此主医治他们时也常说:“你的信救了你”;而对于按哲学称义的人,不仅欠缺对主的信心,而且欠缺离弃偶像崇拜。一旦真理显明,他们自己也对往昔的所作所为懊悔不已;为此,主也向阴间里的人传了福音。

§6.6.45

φησὶ γοῦν ἡ γραφή· λέγει ὁ Ἅιδης τῇ ἀπωλείᾳ· εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν. οὐχ ὁ τόπος δή που φωνὴν λαβὼν εἶπεν τὰ προειρημένα, ἀλλ’ οἱ ἐν Ἅιδου καταταγέντες καὶ εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδωκότες καθάπερ ἔκ τινος νεὼς εἰς θάλασσαν ἑκόντες ἀπορρίψαντες, οὗτοι τοίνυν εἰσὶν οἱ ἐπακούσαντες τῆς θείας δυνάμεώς τε καὶ φωνῆς· ἐπεὶ τίς ἂν εὖ φρονῶν ἐν μιᾷ καταδίκῃ καὶ τὰς τῶν δικαίων καὶ τὰς τῶν ἁμαρτωλῶν ὑπολάβοι εἶναι ψυχάς, ἀδικίαν τῆς προνοίας καταχέων; τί δ’; οὐχὶ δηλοῦσιν εὐηγγελίσθαι τὸν κύριον τοῖς τε ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ, μᾶλλον δὲ πεπεδημένοις, καὶ τοῖς ἐν φυλακῇ τε καὶ φρουρᾷ συνεχομένοις; δέδεικται δὲ κἀν τῷ δευτέρῳ Στρωματεῖ τοὺς ἀποστόλους ἀκολούθως τῷ κυρίῳ καὶ τοὺς ἐν Ἅιδου εὐηγγελισμένους· ἐχρῆν γάρ, οἶμαι, ὥσπερ κἀνταῦθα, οὕτως δὲ κἀκεῖσε τοὺς ἀρίστους τῶν μαθητῶν μιμητὰς γενέσθαι τοῦ διδασκάλου, ἵν’ ὃ μὲν τοὺς ἐξ Ἑβραίων, οἳ δὲ τὰ ἔθνη εἰς ἐπιστροφὴν ἀγάγωσι, τουτέστιν τοὺς ἐν δικαιοσύνῃ τῇ κατὰ νόμον καὶ κατὰ φιλοσοφίαν βεβιωκότας μέν, οὐ τελείως δέ, ἀλλ’ ἁμαρτητικῶς διαπεραναμένους τὸν βίον· τουτὶ γὰρ ἔπρεπεν τῇ θείᾳ οἰκονομίᾳ τοὺς ἀξίαν μᾶλλον ἐσχηκότας ἐν δικαιοσύνῃ καὶ προηγουμένως βεβιωκότας ἐπί τε τοῖς πλημμεληθεῖσι μετανενοηκότας, κἂν ἐν ἄλλῳ τόπῳ τύχωσιν ἐξομολογούμενοι. ἐν τοῖς τοῦ θεοῦ ὄντας τοῦ παντοκράτορος κατὰ τὴν οἰκείαν ἑκάστου γνῶσιν σωθῆναι.2

盖经上说:“阴间向灭亡说:‘我们未曾见过他的形貌,却听见了他的声音。’” 想必不是该处所本身获得了声音而说出上述的话,而是那些被编入阴间、自投灭亡的人,宛如自愿从某艘船上跳入大海一般——正是这些人听从了神圣的大能与声音。盖任何头脑清醒的人,谁会把义人的灵魂与罪人的灵魂假定为处于同一审判之下,从而将不公归咎于〔上帝的〕摄理呢?再者,〔经文〕岂不表明,主曾向那些在洪水中灭亡的人——更确切地说是被锁链捆绑者,以及被扣押在监狱与看守所中的人——传了福音吗?而且在《杂记》第二卷中亦已阐明,使徒们效法主,也向阴间里的人传了福音。盖我认为,正如在今世如此,在彼处门徒中最优秀者亦理应成为导师的效法者,好让〔主〕带领希伯来人归向改悔,而〔使徒们〕带领外邦人归向改悔;即带领那些按律法的公义和哲学的公义生活、虽不完全却在罪过中度过一生的人。盖这本合乎神圣的经纶:使那些在公义中具有更高配得性、行事卓越却又为所犯过错悔改的人,纵然他们身在别处作出认罪,也能作为全能上帝的属民,按照各自适宜的真知得救。

§6.6.46

Ἐνεργεῖ δέ, οἶμαι, καὶ ὁ σωτήρ, ἐπεὶ τὸ σῴζειν ἔργον αὐτοῦ· ὅπερ οὖν καὶ πεποίηκεν, τοὺς εἰς αὐτὸν πιστεῦσαι βεβουλημένους διὰ τοῦ κηρύγματος, ὅποι ποτ’ ἔτυχον γεγονότες, ἑλκύσας εἰς σωτηρίαν. εἰ γοῦν ὁ κύριος δι’ οὐδὲν ἕτερον εἰς Ἅιδου κατῆλθεν ἢ διὰ τὸ εὐαγγελίσασθαι, ὥσπερ κατῆλθεν, ἤτοι πάντας εὐηγγελίσατο ἢ μόνους Ἑβραίους. εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν,3 κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι ἐπιπροσθεῖσθαι σαρκίῳ· εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι· κατέβησαν οὖν μετ’ αὐτῶν εἰς τὸ ὕδωρ, ἀλλ’ οὗτοι μὲν ζῶντες κατέβησαν καὶ ζῶντες ἀνέβησαν· ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν.

而且我认为,救主亦在作工,因为施行拯救正是祂的职分;而祂确实如此行了,藉着宣讲将凡愿意信靠祂的人,无论他们曾身在何处,皆吸引至救恩之中。退一步说,如果主降入阴间不为别的,单单是为了传福音,正如祂确实降下了一样,那么祂要么向所有人传了福音,要么仅向希伯来人传了福音。假若是向所有人传,那么一切相信的人都必得救,即便他们恰巧是外邦人,只要当时已在彼处作了认罪;盖上帝的惩罚具有拯救性与教育性,旨在导向改悔,宁取罪人的悔改而非死亡;况且脱离了肉身的灵魂,即使受到激情的蒙蔽,由于不再受微贱肉身的障蔽,也能更加澄明地洞见。但若祂仅向犹太人传了福音——因他们缺乏藉着救主而来的真知与信仰——那么显然,鉴于上帝是不偏待人的,使徒们正如在今世一样,在彼处也向外邦人中适宜改悔的人传了福音;正像《牧人书》中所极好地说的那样:“于是他们随同他们一同下到水中;但这些人是活着下去、活着上来的;而那些先前睡了的人则是死了下去,却活着上来的。”

语法注3 条
  1. 6.6.44εἰ γὰρ δέσμιοι μὲν Ἰουδαῖοι... δῆλον ὡς οἱ ἐν σκότει οὗτοι ἂν εἶεν

    此句为条件句结构,主句由 δῆλον ὡς 引导并带有潜势希求法(ἂν εἶεν)。承接条件从句“若被捆绑的人是指犹太人”(εἰ ... δέσμιοι μὲν Ἰουδαῖοι),主句推出推论:“显然,在黑暗中的人当指……”。

  2. 6.6.45τουτὶ γὰρ ἔπρεπεν τῇ θείᾳ οἰκονομίᾳ ... σωθῆναι

    非人称动词 ἔπρεπεν(理应、合乎)的真正主语为“宾格不定词”结构(τοὺς ἀξίαν ... σωθῆναι)。不定词 σωθῆναι 的逻辑主语被一系列长分词短语(βεβιωκότας, μετανενοηκότας, ὄντας)大幅修饰和隔开。

  3. 6.6.46καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν

    καὶ ταῦτα 为惯用短语,意为“况且”、“而且是在……的情况下”,用于引入并强调随后的属格独立结构(δυναμένων τῶν ... ψυχῶν,“灵魂能够……”),以补充解释脱离肉体的灵魂何以具有更澄明的洞察力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.6.44-6.6.46