← 亚历山太的革利免

杂记

§6.5.39-6.5.43

作为第三种族的基督徒与对神的认识

革利免引用伪经《彼得宣讲》及保罗残篇,论述希腊人与犹太人亦在一定程度上认识同一位真神,而基督徒作为第三种族则在新约下以全新的方式敬奉神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.39

Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται. ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ’ ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ περίφρασιν Ἑλλήνων οἱ δοκιμώτατοι, Πέτρος ἐν τῷ κηρύγματι λέγει· γινώσκετε οὖν ὅτι εἷς θεός ἐστιν, ὃς ἀρχὴν πάντων ἐποίησεν, καὶ τέλους ἐξουσίαν ἔχων· καί· ὁ ἀόρατος, ὃς τὰ πάντα ὁρᾷ, ἀχώρητος, ὃς τὰ πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δἰ ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ, τουτέστι τοῦ υἱοῦ. εἶτα ἐπιφέρει· τοῦτον τὸν θεὸν σέβεσθε μὴ κατὰ τοὺς Ἕλληνας· ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ’ Ἕλλησι δοκίμων,1 ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν παντελῆ, τὴν δἰ υἱοῦ παράδοσιν μὴ μεμαθηκότων. μή, τοίνυν φησί, σέβεσθε — οὐκ εἶπεν θεὸν ὃν οἱ Ἕλληνες, ἀλλὰ μὴ κατὰ τοὺς Ἕλληνας, τὸν τρόπον τὸν τῆς σεβάσεως ἐναλλάττων τοῦ θεοῦ, οὐχὶ δὲ ἄλλον καταγγέλλων.

由此,希腊人被揭发为对一切文献的剽窃者,我认为已经通过诸多确据得到了充分的证明;然而希腊人中最负盛名者知晓上帝并非本于真知,而是通过迂回的方式,彼得在《宣讲》中如此说道:“你们当知道,独一的上帝存在,祂造了万物的起头,并掌管终局的权能”;又说:“不可见者,却鉴察万物;不可容纳者,却容纳万物;无所欠缺者,万物皆欠缺祂且因祂而存在;不可测度者、永恒者、不朽者、非被造者,祂藉着祂大能的道,即圣子,创造了万物。” 随后他接着说:“当敬拜这位上帝,不可按照希腊人的样式”;这显然表明,希腊人中的杰出人士所敬拜的也是与我们同一位上帝,但并非出于完全的真知,因为他们并未领受藉由圣子所传下的传统。 因此,他说,“不可敬拜”——他并未说“不可敬拜希腊人所敬拜的上帝”,而是说“不可按照希腊人的样式”,他改变的是敬奉上帝的方式,而非宣扬另一位上帝。

§6.5.40

τί οὖν ἐστι τὸ μὴ κατὰ τοὺς Ἕλληνας, αὐτὸς διασαφήσει Πέτρος ἐπιφέρων· ὅτι ἀγνοίᾳ φερόμενοι καὶ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες,2 ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῆς ὕλης αὐτῶν καὶ χρήσεως ἐπιλαθόμενοι, τὰ δοῦλα τῆς ὑπάρξεως ἀναστήσαντες, σέβονται, καὶ ἃ δέδωκεν αὐτοῖς εἰς βρῶσιν ὁ θεός, τὰ πετεινὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης τὰ νηκτὰ καὶ τῆς γῆς τὰ ἑρπετὰ θηρία σὺν κτήνεσι τετραπόδοις τοῦ ἀγροῦ, γαλᾶς τε καὶ μῦς αἰλούρους τε καὶ κύνας καὶ πιθήκους· καὶ τὰ ἴδια βρώματα βρωτοῖς θύματα θύουσιν καὶ νεκρὰ νεκροῖς προσφέροντες ὡς θεοῖς ἀχαριστοῦσι τῷ θεῷ, διὰ τούτων ἀρνούμενοι αὐτὸν εἶναι.

那么,“不可按照希腊人的样式”是什么意思,彼得自己接着阐明道:“盖因他们受无知驱使,不像我们依凭完全的知识认识上帝,而是将上帝赐予他们权能以供使用的东西——木与石、青铜与铁、金与银——加以塑形,忘却了这些东西的质料与用途,树立起在存在上居于奴仆地位之物来敬拜;并且〔敬拜〕上帝赐给他们作为食物之物——空中的飞鸟、水中的游鱼、地上的爬行兽类,以及田野的四足牲畜、鼬与鼠、猫、狗和猿猴;并且他们将自己原当食用的东西,作为祭品献给可食之物,将死物作为神灵献给死物,从而对上帝忘恩负义,藉由这些事否认了祂的存在。”

§6.5.41

καὶ ὅτι γε ὡς τὸν αὐτὸν θεὸν ἡμῶν τε αὐτῶν καὶ Ἑλλήνων ἐγνωκότων † φέρεται, πλὴν οὐχ ὁμοίως, ἐποίσει πάλιν ὧδέ πω· μηδὲ κατὰ Ἰουδαίους πλὴν οὐχ ὁμοίως, ἐκεῖνοι μόνοι οἰόμενοι τὸν θεὸν γινώσκειν οὐκ ἐπίστανται, λατρεύοντες ἀγγέλοις καὶ ἀρχαγγέλοις, μηνὶ καὶ σελήνῃ. καὶ ἐὰν μὴ σελήνη φανῇ, σάββατον οὐκ ἄγουσι τὸ λεγόμενον πρῶτον, οὐδὲ νεομηνίαν ἄγουσιν οὔτε ἄζυμα οὔτε ἑορτὴν οὔτε μεγάλην ἡμέραν. εἶτα τὸν κολοφῶνα τοῦ ζητουμένου προσεπιφέρει· ὥστε καὶ ὑμεῖς ὁσίως καὶ δικαίως μανθάνοντες ἃ παραδίδομεν ὑμῖν, φυλάσσεσθε, καινῶς τὸν θεὸν διὰ τοῦ Χριστοῦ σεβόμενοι· εὕρομεν γὰρ ἐν ταῖς γραφαῖς καθὼς ὁ κύριος λέγει· ›ἰδοὺ διατίθεμαι ὑμῖν καινὴν διαθήκην, οὐχ ὡς διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ὄρει Χωρήβ.‹ νέαν ἡμῖν διέθετο· τὰ γὰρ Ἑλλήνων καὶ Ἰουδαίων παλαιά, ἡμεῖς δὲ οἱ καινῶς αὐτὸν τρίτῳ γένει σεβόμενοι Χριστιανοί. σαφῶς γάρ, οἶμαι, ἐδήλωσεν τὸν ἕνα καὶ μόνον θεὸν ὑπὸ μὲν Ἑλλήνων ἐθνικῶς, ὑπὸ δὲ Ἰουδαίων Ἰουδαϊκῶς, καινῶς δὲ ὑφ’ ἡμῶν καὶ πνευματικῶς γινωσκόμενον.

并且,为了表明我们自己与希腊人所认识的乃是同一位上帝,只是方式不同,他又大致如此补充道:“也不可按照犹太人的样式;因为他们自以为唯独自己认识上帝,实则并不通晓,反去崇奉天使与天使长、月份与月亮;假若月亮不显现,他们便无法守被称为第一的安息日,既不能守月朔,也不能守无酵节,无法守节期与大日。” 接着他添上了所求之事的顶峰:“因此,你们也当圣洁而公义地学习我们传给你们的事,遵守它们,藉着基督以全新的方式敬奉上帝;因为我们在经上找到了,正如主所说:‘看哪,我要与你们立新约,不像我在何烈山与你们祖先所立的约。’祂与我们立了新约;因为希腊人与犹太人的事物是陈旧的,而我们乃是作为第三种族以崭新方式敬奉祂的基督徒。” 盖我认为,他清楚地表明了独一且唯一的上帝,在希腊人那里是以异族的方式被认识,在犹太人那里是以犹太人的方式被认识,而在我们这里则是以崭新而属灵的方式被认识。

§6.5.42

πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἕλλησιν, δἰ ἧς ὁ παντοκράτωρ παρ’ Ἕλλησι δοξάζεται, παρέστησεν. δῆλον δὲ κἀνθένδε. ἐκ γοῦν τῆς Ἑλληνικῆς παιδείας, ἀλλὰ καὶ ἐκ τῆς νομικῆς εἰς τὸ ἓν γένος τοῦ σῳζομένου συνάγονται λαοῦ οἱ τὴν πίστιν προσιέμενοι, οὐ χρόνῳ διαιρουμένων τῶν τριῶν λαῶν, ἵνα τις φύσεις ὑπολάβοι τριττάς, διαφόροις δὲ παιδευομένων διαθήκαις τοῦ ἑνὸς κυρίου, ὄντας ἑνὸς κυρίου ῥήματι·3 ἐπεί, ὅτι καθάπερ Ἰουδαίους σῴζεσθαι ἠβούλετο ὁ θεὸς τοὺς προφήτας διδούς, οὕτως καὶ Ἑλλήνων τοὺς δοκιμωτάτους οἰκείους αὐτῶν τῇ διαλέκτῳ προφήτας ἀναστήσας, ὡς οἷοί τε ἦσαν δέχεσθαι τὴν παρὰ τοῦ θεοῦ εὐεργεσίαν, τῶν χυδαίων ἀνθρώπων διέκρινεν, δηλώσει πρὸς τῷ Πέτρου κηρύγματι ὁ ἀπόστολος λέγων Παῦλος· λάβετε καὶ τὰς Ἑλληνικὰς βίβλους, ἐπίγνωτε Σίβυλλαν, ὡς δηλοῖ ἕνα θεὸν καὶ τὰ μέλλοντα ἔσεσθαι, καὶ τὸν Ὑστάσπην λαβόντες ἀνάγνωτε, καὶ εὑρήσετε πολλῷ τηλαυγέστερον καὶ σαφέστερον γεγραμμένον τὸν υἱὸν τοῦ θεοῦ, καὶ καθὼς παράταξιν ποιήσουσι τῷ Χριστῷ πολλοὶ βασιλεῖς, μισοῦντες αὐτὸν καὶ τοὺς φοροῦντας τὸ ὄνομα αὐτοῦ καὶ τοὺς πιστοὺς αὐτοῦ, καὶ τὴν ὑπομονὴν καὶ τὴν παρουσίαν αὐτοῦ. εἶτα ἑνὶ λόγῳ πυνθάνεται ἡμῶν· ὅλος δὲ ὁ κόσμος καὶ τὰ ἐν τῷ κόσμῳ τίνος; οὐχὶ τοῦ θεοῦ; διὰ τοῦτό φησιν ὁ Πέτρος εἰρηκέναι τὸν κύριον τοῖς ἀποστόλοις· ἐὰν μὲν οὖν τις θελήσῃ τοῦ Ἰσραὴλ μετανοήσας διὰ τοῦ ὀνόματός μου πιστεύειν ἐπὶ τὸν θεόν, ἀφεθήσονται αὐτῷ αἱ ἁμαρτίαι. μετὰ δὲ δώδεκα ἔτη ἐξέλθετε εἰς τὸν κόσμον, μή τις εἴπῃ· ›οὐκ ἠκούσαμεν.‹

此外,他还表明,同一位上帝乃是这两部约的赐予者,祂也将希腊哲学赐予了希腊人,全能者正是通过哲学在希腊人中得荣耀。这一点由下述情况亦可明了:无论来自希腊的教养,还是来自律法的教养,凡接纳信仰的人都被召集入得救之民的这一个种族之中;这三个民族并非因时间而分隔,以致叫人以为存在三种不同的本性,而是存在于独一主的道中,藉着独一主的不同约法受训。盖正如上帝愿犹太人得救而赐下先知,祂同样从希腊人中兴起了属于他们本土语言的先知,提拔了其中最杰出的人,按照他们领受上帝恩泽的才能,使他们有别于粗鄙的俗民;除了彼得的《宣讲》之外,使徒保罗的话也表明了这一点,他说:“也拿取希腊人的书籍,认清西比拉,看她如何阐明独一上帝及将成之事;拿起并诵读希斯塔斯佩斯,你们必会发现对于上帝之子的记载要清晰明亮得多,并且会看到众王将如何排兵布阵与基督争战,仇恨祂和佩戴祂名的人以及祂的忠信者,并会读到祂的坚忍与降临。” 接着使徒用一句话向我们质问:“整个世界以及世界中的万物属于谁呢?岂不属于上帝吗?”因此彼得说主曾对使徒们言道:“以色列中若有人愿意悔改并藉我的名信靠上帝,他的罪必得赦免。但过了十二年之后,你们当走向世界,免得有人说:‘我们未曾听闻。’”

语法注3 条
  1. 6.5.39ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ’ Ἕλλησι δοκίμων

    由 ὡς 引导的独立属格结构(σεβόντων θεὸν καὶ τῶν... δοκίμων),用以表达革利免对所引彼得之语的解释性意图或理由(表明希腊人中的贤士亦敬拜同一上帝)。

  2. 6.5.40ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες

    关系代词 ὧν 兼有先行词作用或先导后文,由 ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν 所支配;它与同位语名词(ξύλα καὶ λίθους...)一同作分词 μορφώσαντες 的宾语,属于倒装前置结构。

  3. 6.5.42ὄντας ἑνὸς κυρίου ῥήματι

    阳性宾格复数分词 ὄντας 表现出句法上的转折(破格语法/anacoluthon)。在主格主语 οἱ τὴν πίστιν προσιέμενοι 以及独立属格(παιδευομένων...)之后,ὄντας 依文意修饰信徒群体,或承接前文 εἰς τὸ ἓν γένος... λαοῦ 中的人称概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.5.39-6.5.43