- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.4.35-6.4.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节作为希腊哲学剽窃异族智慧的证据,详述了依据赫尔墨斯四十二部书构成的埃及祭司巡行队列与职责分工,随后记载了亚历山大大帝对十位印度裸行哲学家的盘问与机智问答。
Εὕροιμεν δ’ ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ’ ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν1 τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι2 τῶν εἰς ἑκάστην αἵρεσιν συντεινόντων τινά, μάλιστα δὲ Αἰγυπτίων τά τε ἄλλα καὶ τὸ περὶ τὴν μετενσωμάτωσιν τῆς ψυχῆς δόγμα. μετίασι γὰρ οἰκείαν τινὰ φιλοσοφίαν Αἰγύπτιοι· αὐτίκα τοῦτο ἐμφαίνει μάλιστα ἡ ἱεροπρεπὴς αὐτῶν θρῃσκεία. Πρῶτος μὲν γὰρ προέρχεται ὁ ᾠδός, ἕν τι τῶν τῆς μουσικῆς ἐπιφερόμενος συμβόλων. τοῦτόν φασι δύο βίβλους ἀνειληφέναι δεῖν ἐκ τῶν Ἑρμοῦ, ὧν θάτερον μὲν ὕμνους περιέχει θεῶν, ἐκλογισμὸν δὲ βασιλικοῦ βίου τὸ δεύτερον. Μετὰ δὲ τὸν ᾠδὸν ὁ ὡροσκόπος, ὡρολόγιόν τε μετὰ χεῖρα καὶ φοίνικα ἀστρολογίας ἔχων σύμβολα, πρόεισιν. τοῦτον τὰ ἀστρολογούμενα τῶν Ἑρμοῦ βιβλίων τέσσαρα ὄντα τὸν ἀριθμὸν ἀεὶ διὰ στόματος ἔχειν χρή, ὧν τὸ μέν ἐστι περὶ τοῦ διακόσμου τῶν ἀπλανῶν φαινομένων ἄστρων, τὸ δὲ περὶ τῆς τάξεως τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ περὶ τῶν πέντε πλανωμένων, τὸ δὲ περὶ τῶν συνόδων καὶ φωτισμῶν ἡλίου καὶ σελήνης, τὸ δὲ λοιπὸν περὶ τῶν ἀνατολῶν.
我们还可以找到另一条证据,来证实最优秀的哲学家们从我们这里侵吞了最好的学说,并夸耀为己有,那就是他们也从其他异族人那里采撷了某些有助于各派学说的要点,尤其是从埃及人那里采撷了其他诸事以及关于灵魂转世的教义。盖埃及人追求一种独特的哲学;他们的神圣礼拜仪式便立刻最清楚地表明了这一点。 首先出场的是歌咏者,携带着一件象征音乐的器物。据说他必须通读赫尔墨斯的两卷书,其中一卷载有众神的颂歌,第二卷则是王家生活的记叙。 歌咏者之后行进的是占星师,手持日晷与棕榈枝作为占星学的象征。他必须常将赫尔墨斯的四部占星之书熟记于口,其中第一部论述显见的恒星之布局,第二部论述日、月及五颗行星的运行秩序,第三部论述日月的相合与照耀,其余一部则论述天体的升起。
Ἑξῆς δὲ ὁ ἱερογραμματεὺς προέρχεται, ἔχων πτερὰ ἐπὶ τῆς κεφαλῆς βιβλίον τε ἐν χερσὶ καὶ κανοῦν, ἐν ᾧ τό τε γραφικὸν μέλαν καὶ σχοῖνος ᾗ γράφουσι. τοῦτον τὰ ἱερογλυφικὰ καλούμενα περί τε τῆς κοσμογραφίας καὶ γεωγραφίας χωρογραφίας τε τῆς Αἰγύπτου καὶ τῆς τοῦ Νείλου διαγραφῆς περί τε τῆς κατασκευῆς τῶν ἱερῶν καὶ τῶν ἀφιερωμένων αὐτοῖς χωρίων περί τε μέτρων καὶ τῶν ἐν τοῖς ἱεροῖς χρησίμων εἰδέναι χρή. Ἔπειτα ὁ στολιστὴς τοῖς προειρημένοις ἕπεται, ἔχων τόν τε τῆς δικαιοσύνης πῆχυν καὶ τὸ σπονδεῖον. οὗτος οἶδε τὰ παιδευτικὰ πάντα καὶ τὰ μοσχοσφραγιστικὰ καλούμενα· δέκα δέ ἐστι τὰ εἰς τὴν τιμὴν ἀνήκοντα τῶν παρ’ αὐτοῖς θεῶν καὶ τὴν Αἰγυπτίαν εὐσέβειαν περιέχοντα, οἷον περὶ θυμάτων, ἀπαρχῶν, ὕμνων, εὐχῶν, πομπῶν, ἑορτῶν καὶ τῶν τούτοις ὁμοίων.
接着走出来的是圣书吏,头上佩有羽毛,手中拿着书卷以及装有书写用墨和书写所用芦苇笔的提篮。他必须通晓所谓的圣书体文字,涉及宇宙学与地理学、埃及的地方志、尼罗河的测绘、神庙的构造以及献给神庙的领地、度量衡以及神庙中使用的器物。 随后,司礼官跟随在上述诸人之后,携带着象征公正的尺与奠酒器。他通晓一切教育规程以及所谓的验牛封印之法;属于尊奉他们的众神并包含埃及人虔敬之心的有十〔部书〕,诸如关于祭品、初熟之物、赞歌、祈祷、游行、节日以及类似之事。
Ἐπὶ πᾶσι δὲ ὁ προφήτης ἔξεισι, προφανὲς τὸ ὑδρεῖον ἐγκεκολπισμένος, ᾧ ἕπονται οἱ τὴν ἔκπεμψιν τῶν ἄρτων βαστάζοντες. οὗτος, ὡς ἂν προστάτης τοῦ ἱεροῦ, τὰ ἱερατικὰ καλούμενα δέκα βιβλία ἐκμανθάνει (περιέχει δὲ περί τε νόμων καὶ θεῶν καὶ τῆς ὅλης παιδείας τῶν ἱερέων)· ὁ γάρ τοι προφήτης παρὰ τοῖς Αἰγυπτίοις καὶ τῆς διανομῆς τῶν προσόδων ἐπιστάτης ἐστίν. Δύο μὲν οὖν καὶ τεσσαράκοντα αἱ πάνυ ἀναγκαῖαι τῷ Ἑρμῇ γεγόνασι βίβλοι· ὧν τὰς μὲν τριάκοντα ἓξ τὴν πᾶσαν Αἰγυπτίων περιεχούσας φιλοσοφίαν οἱ προειρημένοι ἐκμανθάνουσι, τὰς δὲ λοιπὰς ἓξ οἱ παστοφόροι ἰατρικὰς οὔσας περί τε τῆς τοῦ σώματος κατασκευῆς καὶ περὶ νόσων καὶ περὶ ὀργάνων καὶ φαρμάκων καὶ περὶ ὀφθαλμιῶν καὶ τὸ τελευταῖον περὶ τῶν γυναικείων.
最后走出的是先知(高级祭司),在怀中公然抱着水瓮,随其后的是抬着展示饼之行列的人。他作为神庙的领袖,彻底通晓所谓的十部祭司书籍(其内容涵盖律法、众神以及祭司的整体受教规程);盖在埃及人当中,先知亦是掌管收入分配的视察者。 因此,赫尔墨斯名下极其必需的典籍共有四十二部;上述神职人员彻底精研其中载有埃及人全部哲学的三十六部,而其余六部则由负龛僧研习,此六部为医学书籍,分别论述身体的构造、疾病、器械、药物、眼疾,以及最后一部论述妇科疾患。
Καὶ τὰ μὲν Αἰγυπτίων ὡς ἐν βραχεῖ φάναι τοιαῦτα· Ἰνδῶν δὲ ἡ φιλοσοφία καὶ αὐτῶν διαβεβόηται. Ἀλέξανδρος γοῦν ὁ Μακεδὼν δέκα λαβὼν Ἰνδῶν γυμνοσοφιστὰς τοὺς δοκοῦντας ἀρίστους εἶναι καὶ βραχυλογωτάτους προβλήματα αὐτοῖς προὔθηκε, τὸν μὴ ἀποκρινόμενον εὐστόχως ἀνελεῖν ἀπειλήσας, ἕνα δὲ τὸν πρεσβύτατον αὐτῶν ἐπικρίνειν κελεύσας. ὁ μὲν οὖν πρῶτος ἐξετασθείς, πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τεθνεῶτας, τοὺς ζῶντας ἔφη· οὐ γὰρ εἶναι τοὺς τεθνεῶτας. ὁ δεύτερος δέ, πότερον τὴν γῆν ἢ τὴν θάλασσαν μείζονα θηρία τρέφειν, τὴν γῆν ἔφη· ταύτης γὰρ μέρος εἶναι τὴν θάλασσαν. ὁ δὲ τρίτος, ποῖόν ἐστι τῶν ζῴων πανουργότατον, ὃ μέχρι νῦν οὐκ ἐγνώσθη, εἶπεν, ἄνθρωπος. ὁ δὲ τέταρτος ἀνακρινόμενος, τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησαν ἄρχοντα αὐτῶν ὄντα, ἀπεκρίθη· καλῶς ζῆν βουλόμενοι αὐτὸν ἢ καλῶς ἀποθανεῖν. ὁ δὲ πέμπτος ἐρωτηθείς, πότερον οἴεται τὴν ἡμέραν πρότερον ἢ τὴν νύκτα γεγονέναι, εἶπεν· ἡ νὺξ ἡμέρᾳ μιᾷ·3 τῶν γὰρ ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι. ὁ δὲ ἕκτος ἐρωτηθείς, πῶς ἄν τις φιληθείη μάλιστα, ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. ὁ δὲ ἕβδομος ἐρωτηθείς, πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός, εἰ πράξειεν, εἶπεν, ἃ πρᾶξαι ἄνθρωπον μὴ δυνατόν ἐστιν. ὁ δὲ ὄγδοος ἐρωτηθείς, τί ἰσχυρότερον, ζωὴ ἢ θάνατος, ζωή, ἔφη, τοσαῦτα κακὰ φέρουσα. ὁ δὲ ἔνατος ἐξετασθείς, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχει ζῆν, μέχρι οὗ, ἔφη, μὴ νομίζῃ τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. κελεύσαντος δὲ τοῦ Ἀλεξάνδρου καὶ τὸν δέκατον εἰπεῖν τι (δικαστὴς γὰρ ἦν), ἕτερος, ἔφη, ἑτέρου χεῖρον εἶπεν.4 τοῦ δὲ Ἀλεξάνδρου φήσαντος· οὐκοῦν καὶ σὺ πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων; καὶ πῶς ἄν, εἶπεν, βασιλεῦ, ἀληθὴς εἴης, φήσας πρῶτον ἀποκτεῖναι τὸν ἀποκρινάμενον κάκιστα;
简而言之,埃及人的事情大致如此。然而印度人的哲学同样广为人知。 至少,马其顿的亚历山大抓获了被认为最为卓越且言语最为简练的十位印度裸行哲学家,向他们提出了难题,威胁说凡回答不中的者必处死,并命令他们中最年长的一位担任裁决者。第一位被质问,他认为活着的人多还是死去的人多,他说是活人;因为死人已经不存在了。第二位被质问,大地还是海洋孕育了更大的巨兽,他说是大地;因为海洋只是大地的一部分。第三位被问及何种动物最为狡诈,他回答说是直到如今尚未被认清的——人。第四位受到审问,他们凭借何种考量使得作为其统治者的萨巴斯叛离,他回答说:希望他要么活得体面,要么死得体面。第五位被问及,他认为白天还是黑夜先产生,他说:黑夜先一日;因为对于无解的问题,回答也必然是无解的。第六位被问及如何才能得到最大程度的爱戴,他说:若贵为至尊而不令人畏惧。第七位被问及人如何才能从凡人变成神,他说:若去行凡人不可能行之事。第八位被问及生命与死亡何者更强,他说:生命,因为它承受着如此多的灾厄。第九位被审查,人活到何时才算妥善,他说:只要他不认为死亡胜于活着。当亚历山大命令第十位也必须说点什么时(因为他是裁决者),他说:一个人比另一个人回答得更糟。亚历山大于是说:“那么你这样判定,岂不是该第一个受死吗?”他回答说:“大王,既然你说过要先杀回答得最糟的人,那么你若这么做,又怎能是个诚实的人呢?”
- 6.4.35εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ’ ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν
介词 εἰς 接名词 βεβαίωσιν,其后接修饰该名词的属格带冠词不定式 τοῦ ... αὐχεῖν。不定式 αὐχεῖν 的逻辑主语为宾格的 τοὺς ἀρίστους τῶν φιλοσόφων,并由分词 σφετερισαμένους 作修饰,整体构成“为证实最优秀的哲学家们在侵吞……之后夸耀……”的目的/结果结构。
- 6.4.35τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι
带冠词不定式短语 τὸ ... ἀπηνθίσθαι 在句中作主句宾语 ἄλλο μαρτύριον 的同位语(同位性带冠词不定式),具体说明这“另一条证据”的内容,即“亦从其他异族人那里采撷了……”。
- 6.4.38ἡ νὺξ ἡμέρᾳ μιᾷ
极其简练的省略句。承接前文的问题 πότερον ... πρότερον ... γεγονέναι,需在句中补出 προτέρα [ἐγένετο] 或 πρότερον。与格 ἡμέρᾳ μιᾷ 是表示差异程度的与格(程度/度量与格),意即“黑夜[先产生]一日”。
- 6.4.38ἕτερος, ἔφη, ἑτέρου χεῖρον εἶπεν
代词 ἕτερος 与作比较对象的属格 ἑτέρου 相互呼应,连同副词比较级 χεῖρον 构成相互比较结构(“一人比另一人更差”)。这是一种简练的裁决表达,意味着每个人都比对方答得更差,从而全盘否定了所有人的回答。
