- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.3.31-6.3.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引异教中关于灾害源于精怪或使者的传说及实例(如德谟克利特预报天气),进而论证西奈山神圣显现中的烈火与号角声绝非虚妄,而是全能的神超越自然界声响的回响法则,藉着无形态的道所施展的属灵作为。
Λέγουσι δ’ οὖν τινες λοιμούς τε καὶ χαλάζας καὶ θυέλλας καὶ τὰ παραπλήσια οὐκ ἀπὸ τῆς ἀταξίας τῆς ὑλικῆς μόνης, ἀλλὰ καὶ κατά τινα δαιμόνων ἢ καὶ ἀγγέλων οὐκ ἀγαθῶν ὀργὴν φιλεῖν γίνεσθαι. αὐτίκα φασὶ τοὺς ἐν Κλεωναῖς μάγους φυλάττοντας τὰ μετέωρα τῶν χαλαζοβολήσειν μελλόντων νεφῶν παράγειν ᾠδαῖς τε καὶ θύμασι τῆς ὀργῆς τὴν ἀπειλήν. ἀμέλει καὶ εἴ ποτε ἀπορία ζῴου καταλάβοι, τὸν σφέτερον αἱμάξαντες δάκτυλον ἀρκοῦνται τῷ θύματι. ἥ τε Μαντινικὴ Διοτίμα θυσαμένοις Ἀθηναίοις πρὸ τοῦ λοιμοῦ δεκαετῆ ἀναβολὴν ἐποιήσατο τῆς νόσου, καθάπερ καὶ τοῦ Κρητὸς Ἐπιμενίδου αἱ θυσίαι αὐτοῖς τὸν Περσικὸν πόλεμον εἰς τὸν ἴσον ὑπερέθεντο χρόνον. διαφέρειν δ’ οὐδὲν νομίζουσιν, εἴτ’ οὖν θεοὺς εἴτε καὶ ἀγγέλους τὰς ψυχὰς ταύτας λέγοιμεν. αὐτίκα οἱ ἔμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρῃσκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον·1 ἠπίσταντο γὰρ ψυχάς τινας κρατουμένας φύσει τῷ σώματι.
无论如何,有人主张瘟疫、冰雹、风暴以及类似之物,往往不仅产生于物质的无序,亦产生于某些精怪乃至不善之使者的忿怒。例如,据说克勒奥奈的术士们守望那将要降下冰雹的云彩的气象变化,以咒歌和牺牲化解那忿怒的威胁。确实,若遇祭牲匮乏之时,他们便刺破自己的手指取血,以这样的牺牲为足。而曼提尼亚的狄奥提玛在雅典人于瘟疫之前献祭时,使疾病推迟了十年之久,正如克里特人埃庇米尼得斯的牺牲亦为他们将波斯战争推迟了同样长的时间一样。在他们看来,无论我们将这些灵魂称为神明还是使者,并无二致。例如,深谙此道者在设立许多乃至几乎所有的神庙时,便将死者的墓穴设于其中,称这些人的灵魂为精怪,并教导人应当敬拜他们,因为他们因着生活的纯洁,藉着神的眷顾而获得了巡察大地之所、服侍凡人的权柄;盖他们深知,某些灵魂天生受制于肉体。
ἀλλὰ περὶ μὲν τούτων ἐν τῷ περὶ ἀγγέλων λόγῳ προϊούσης τῆς γραφῆς κατὰ καιρὸν διαλεξόμεθα. Δημόκριτος δὲ ἐκ τῆς τῶν μεταρσίων παρατηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη. ὑποδεξαμένου γοῦν αὐτὸν φιλοφρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἔκ τινων ἀστέρων πολὺν ἐσόμενον προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῷ συνεῖλον τοὺς καρπούς (καὶ γὰρ ὥρᾳ θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἦσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταρρήξαντος ὄμβρου. Πῶς δὲ ἔτι ἀπιστήσουσιν Ἕλληνες τῇ θείᾳ ἐπιφανείᾳ περὶ τὸ ὄρος τὸ Σινᾶ, ὁπηνίκα πῦρ μὲν ἐφλέγετο, μηδὲν καταναλίσκον τῶν φυομένων κατὰ τὸ ὄρος, σαλπίγγων τε ἦχος ἐφέρετο ἄνευ ὀργάνων ἐμπνεόμενος; ἐκείνη γὰρ ἡ λεγομένη κατάβασις ἐπὶ τὸ ὄρος θεοῦ ἐπίφασίς ἐστι θείας δυνάμεως ἐπὶ πάντα τὸν κόσμον διηκούσης καὶ κηρυττούσης τὸ φῶς τὸ ἀπρόσιτον. τοιαύτη γὰρ ἡ κατὰ τὴν γραφὴν ἀλληγορία. πλὴν ἑωράθη τὸ πῦρ, ὥς φησιν Ἀριστόβουλος, παντὸς τοῦ πλήθους μυριάδων οὐκ ἔλασσον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζόντων κύκλῳ τοῦ ὄρους, οὐχ ἧττον ἡμερῶν πέντε τῆς περιόδου τυγχανούσης περὶ τὸ ὄρος.
不过,关于这些,我们在接下来的著述中论及天使的篇章里,于适当时机再作详论。 德谟克利特则因观察高空气象而预言了许多事,被冠以“智慧”的称号。事实上,当他的兄弟达玛索斯殷勤接待他时,他从某些星宿的迹象推测将有大雨,便作出了预言。听从他的人于是收聚了庄稼(因为正值盛夏,粮食仍在打谷场上),而其余的人则因一场突如其来的暴雨倾盆而下,丧失了一切。 那么,关于西奈山周围的神圣显现——当时火焰燃烧,却未焚毁山上生长的任何植物,号角之声虽无乐器吹奏却四处传扬——希腊人又怎能依旧不信呢?盖所谓神降临于山上的记载,乃是普照全宇宙、宣扬不可接近之光的神圣大能的显露。圣经中的寓意正当如此。然而,“那火是被看见了的,”正如阿里斯托布鲁斯所言,“除去未成年人,不下百万的全部群众聚集在山周围,而围绕该山一周的长度不下五天的路程。”
κατὰ πάντα τοίνυν τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἂν παρεμβεβληκόσι,2 τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο, ὥστε τὴν κατάβασιν μὴ τοπικὴν γεγονέναι· πάντῃ γὰρ ὁ θεός ἐστιν. Λέγουσι δὲ καὶ οἱ τὰς ἱστορίας συνταξάμενοι ἀμφὶ τὴν Βρεττανικὴν νῆσον ἄντρον τι ὑποκείμενον ὄρει, ἐπὶ δὲ τῆς κορυφῆς χάσμα· ἐμπίπτοντος οὖν τοῦ ἀνέμου εἰς τὸ ἄντρον καὶ προσρηγνυμένου τοῖς κόλποις τοῦ ὀρύγματος κυμβάλων εὐρύθμως κρουομένων ἦχον ἐξακούεσθαι. πολλάκις δὲ καὶ ἀνὰ τὰς ὕλας κινουμένων τῶν φύλλων ἀθρόᾳ πνεύματος προσβολῇ ὀρνίθων ᾠδῇ παραπλήσιος προσπίπτει ἠχή. ἀλλὰ οἱ τὰ Περσικὰ συνταξάμενοι ἐν τοῖς ὑπερκειμένοις τόποις κατὰ τὴν τῶν Μάγων χώραν τρία κεῖσθαι ὄρη ἐφεξῆς ἱστοροῦσιν ἐν πεδίῳ μακρῷ· τοὺς δὴ διοδεύοντας τὸν τόπον κατὰ μὲν τὸ πρῶτον γενομένους ὄρος φωνῆς ἐξακούειν σύγκλυδος, οἷον βοώντων οὐκ ὀλίγων τινῶν μυριάδων, καθάπερ ἐν παρατάξει· κατὰ μέσον δὲ ἥκοντας ἤδη πλείονος ὁμοῦ καὶ ἐναργεστέρου ἀντιλαμβάνεσθαι θορύβου· ἐπὶ τέλει δὲ παιωνιζόντων ἀκούειν ὡς νενικηκότων. αἰτία δ’, οἶμαι, πάσης ἠχοῦς ἥ τε λειότης τῶν τόπων καὶ τὸ ἀντρῶδες. ἀποβαλλόμενον γοῦν τὸ εἰσφοιτῆσαν πνεῦμα πάλιν εἰς τὸ αὐτὸ χωροῦν βιαιότερον ἠχεῖ.
因此,在他们目力所及的每一个地方,周围所有的他们——仿佛安营扎寨一般——都看见烈火在燃烧,是以这降临并非局限一隅的;盖神无所不在。 撰写历史的人亦叙述道,在不列颠岛一带,有一座山下临洞穴,山顶则有一道裂隙;当风吹入洞穴并撞击岩洞的凹角时,便可听闻如钹节奏分明地敲击的声音。很多时候,当树林里的叶子因突如其来的阵风摇曳时,耳际亦会传来酷似鸟鸣的回声。此外,撰写波斯史者亦记载,在术士之地的崇山峻岭中,一片广袤平原上横卧着三座相连的山峰;行经该地之人,来到第一座山时,便听见嘈杂的声音,仿佛数万人如临阵一般呐喊;行至中间一座山时,已能感受到更盛且更清晰的喧嚣;到了最后,则听见他们如同战胜者一般高唱凯歌。我想,一切回声的原因在于地势的平滑与洞穴的构造。盖涌入的风被击回,再次冲向同一处,便发出更为剧烈的声响。
Καὶ ταῦτα μὲν ταύτῃ· θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν, ἐνδεικνυμένῳ τὴν ἑαυτοῦ μεγαλειότητα παρὰ τὰ εἰωθότα φυσικὴν ἔχειν τὴν ἀκολουθίαν,3 εἰς ἐπιστροφὴν τῆς μηδέπω πιστευούσης ψυχῆς καὶ παραδοχὴν τῆς διδομένης ἐντολῆς. νεφέλης δ’ οὔσης καὶ ὄρους ὑψηλοῦ πῶς οὐ δυνατὸν διάφορον ἦχον ἐξακούεσθαι, πνεύματος κινουμένου διὰ τῆς ἐνεργούσης αἰτίας; διὸ καί φησιν ὁ προφήτης· φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε, καὶ ὁμοίωμα οὐκ εἴδετε. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημάτιστος· ἡ γὰρ τοῦ λόγου δύναμις, ῥῆμα κυρίου φωτεινόν, ἀλήθεια οὐρανόθεν ἄνωθεν ἐπὶ τὴν συναγωγὴν τῆς ἐκκλησίας ἀφιγμένη, διὰ φωτεινῆς καὶ προσεχοῦς διακονίας ἐνήργει.
这些事暂且不论。然而对于全能的神而言,即使没有任何作为承载的底质,亦能在人的听觉中产生声音和意象;祂展现出超越通常自然规律的自身威严,旨在使尚未信从的灵魂回转,并领受所颁布的诫命。既然有云彩和高山,当灵藉着起作用的原因而被驱动时,又怎会不可能听见各样的声响呢?因此先知亦说道: “你们听见了话语的声音,却没有看见任何形象。” 你岂不见,主的声音乃是无形态的道吗?盖道的大能,即主的光明话语、自上天降临于教会会众之上的真理,正是藉着明亮而贴近的执事职分而运行的。
- 6.3.31ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον
连词 ὡς ἄν 与阴性复数宾格分词 λαβούσας(与前文 δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες 中的 ψυχάς 一致)连用,表达主观理由或认定(“当作……获得了权柄”)。不定式短语 τὸν περίγειον περιπολεῖν τόπον 作 ἐξουσίαν 的同位或说明性不定式,意为“巡察大地之所的权柄”。τῇ θείᾳ προνοίᾳ 为表示手段或原因的与格。
- 6.3.33ὡς ἂν παρεμβεβληκόσι
小词 ὡς ἄν 与完成时主动分词与格复数 παρεμβεβληκόσι 连用,与与格代词 πᾶσιν αὐτοῖς(对他们所有人)一致,表达一种虚拟的情况或样态:“如同已经安营扎寨之人一般”。
- 6.3.34ἐνδεικνυμένῳ τὴν ἑαυτοῦ μεγαλειότητα παρὰ τὰ εἰωθότα φυσικὴν ἔχειν τὴν ἀκολουθίαν
现在时分词与格 ἐνδεικνυμένῳ 与前文的 θεῷ τῷ παντοκράτορι 一致,意为“展现祂自身威严的全能之神”。随后的短语中,介词短语 παρὰ τὰ εἰωθότα(“超乎寻常地/违背惯例地”)修饰整个结构,φυσικὴν... ἀκολουθίαν 作为不定式 ἔχειν 的宾语,整体表达“超出通常具有自然因果进程之物”(即超越常规自然法则)。
