- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.3.28-6.3.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出希腊人不仅抄袭学说,而且模仿圣经中由神圣大能行出的奇迹(如祈雨和制风),将其归于埃阿科斯、阿里斯泰俄斯和恩培多克勒等神话人物与哲学家,并藉由圣经引文论证唯有上帝才是万有大能的真正主宰。
Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ’ ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ τερατευόμενοι. καὶ δὴ πευσόμεθα παρ’ αὐτῶν ἤτοι ἀληθῆ ταῦτα εἶναι ἃ ἱστοροῦσιν ἢ ψευδῆ. ἀλλὰ ψευδῆ μὲν οὐκ ἂν φήσαιεν (οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν)· ἀληθῆ δ’ εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς, τοὺς δὲ ἀπειλαῖς, ἔστιν δ’ οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν. πλὴν ἀλλ’ οἱ Ἕλληνες.1 αὐχμοῦ ποτε τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασί, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς ἔχρησεν ἀρωγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανόν, κοινὸν ἀποκαλέσας πατέρα τὸν θεόν, ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυμένην τὴν Ἑλλάδα. ἅμα δὲ εὐχομένου2 βροντὴ ἐξαίσιος ἐπεκτύπει καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο, λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν· ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται εὐκαρπία, ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς.
此外,他们不仅被揭发出从蛮族那里盗用学说,而且还被揭发模仿我们当中自上界由神圣大能藉着圣洁度日之人行出的、旨在使我们回转的奇迹,并将之在希腊神话中渲染为怪异之事。我们不妨向他们查问,他们所记述的这些事究竟是真是假。然而他们绝不会说是假的(因为他们不愿自愿判处自己犯下著述虚妄这等极度的愚蠢);那么,他们必然承认是真实的。既然如此,藉着摩西以及其他先知行出的奇事,在他们看来又怎能仍然是不可置信的呢?盖全能的神顾念全人类,或以诫命,或以威吓,或以神迹奇事,或以温和的应许,使人回转归于救恩。然而,希腊人却叙述道:曾有一度旱灾长期肆虐希腊,土地久不结出果实,存留下来的人因饥荒作为求告者前往德尔斐,询问皮提亚如何才能摆脱这场可怖的灾祸。神谕告知他们,平息灾难的唯一救助在于求得埃阿科斯的祈祷。于是埃阿科斯在他们的恳求下登上泛希腊之山,向天伸出洁净的双手,称神为众生共同的父亲,祈求祂怜悯饱受折磨的希腊。正在他祈祷之际,惊人的雷声轰然作响,四周的整个空气被乌云覆盖,暴烈且连绵不绝的阵雨倾盆而下,注满了整片大地;由此,藉着埃阿科斯的祈祷所耕耘出的丰盛丰饶的果实得以成熟。
καὶ ἐπεκαλέσατο, φησί, Σαμουὴλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ. ὁρᾷς ὅτι ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων εἷς ἐστι θεός; πλήρης δὲ ἡ γραφὴ πᾶσα ἡ καθ’ ἡμᾶς κατὰ τὰς τῶν δικαίων εὐχὰς ἐπακούοντός τε καὶ ἐπιτελοῦντος τοῦ θεοῦ ἕκαστον τῶν αἰτημάτων. Πάλιν ἱστοροῦσιν Ἕλληνες ἐκλειπόντων ποτὲ τῶν ἐτησίων ἀνέμων Ἀρισταῖον ἐν Κέῳ θῦσαι Ἰκμαίῳ Διί· πολλὴ γὰρ ἦν φθορά, φλογμῷ διαπιμπραμένων πάντων καὶ δὴ καὶ τῶν ἀναψύχειν τοὺς καρποὺς εἰωθότων ἀνέμων μὴ πνεόντων· ὃ δὲ ῥᾳδίως αὐτοὺς ἀνεκαλέσατο. Δελφοὶ δὲ Ξέρξου ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ἀνειπούσης τῆς Πυθίας· "ὦ Δελφοί, λίσσεσθ’ ἀνέμους καὶ λώιον ἔσται, "βωμὸν καὶ θυσίαν ποιήσαντες τοῖς ἀνέμοις, ἀρωγοὺς αὐτοὺς ἔσχον· πνεύσαντες γὰρ ἐρρωμένως περὶ τὴν Σηπιάδα ἄκραν συνέτριψαν πᾶσαν τὴν παρασκευὴν τοῦ Περσικοῦ στόλου.
经上说:“于是撒母耳求告主,主便在割麦之日降下雷鸣和雨水。” 你岂不见,那位藉着属下的权能“降雨给义人,也给不义之人”的神,乃是独一的神吗?我们所有的整部圣经,都充满了神照着义人的祈祷垂听并成全他们每一件所求之事的记载。 希腊人又记载,曾有一度季风断绝,阿里斯泰俄斯在凯奥斯岛向湿润者宙斯献祭;盖灾损巨大,万物皆在灼热中焚毁,加之惯常使果实凉爽的风亦不吹拂;但他轻易地将风召回。 当薛西斯进军希腊时,皮提亚向德尔斐人宣告: “德尔斐人啊,当祈求风,事态便会转好,”他们遂向风筑坛献祭,并得到风的援助;盖强劲的风在塞庇亚斯海角一带猛烈吹拂,粉碎了波斯舰队的全部武备。
Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος Κωλυσανέμας ἐπεκλήθη. λέγεται οὖν ἀπὸ τοῦ Ἀκράγαντος ὄρους, πνέοντός ποτε ἀνέμου βαρὺ καὶ νοσῶδες τοῖς ἐγχωρίοις, ἀλλὰ καὶ ταῖς γυναιξὶν αὐτῶν ἀγονίας αἰτίου γινομένου, παῦσαι τὸν ἄνεμον· διὸ καὶ αὐτὸς ἐν τοῖς ἔπεσι γράφει· "παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι θνητοῖσι καταφθινύθουσιν ἀρούρας· καὶ πάλιν, εὖτ’ ἐθέλῃσθα, παλίντιτα πνεύματα θήσεις." παρακολουθεῖν τε αὑτῷ ἔλεγεν τοὺς μὲν μαντοσυνῶν κεχρημένους, τοὺς δ’ ἐπὶ νούσοισι δηρὸν δὴ χαλεπῇσι πεπαρμένους. ἄντικρυς γοῦν ἰάσεις τε καὶ σημεῖα καὶ τέρατα ἐπιτελεῖν τοὺς δικαίους3 ἐκ τῶν ἡμετέρων πεπιστεύκασι γραφῶν· εἰ γὰρ καὶ δυνάμεις τινὲς τούς τε ἀνέμους κινοῦσι καὶ τοὺς ὄμβρους διανέμουσιν, ἀλλ’ ἀκουσάτωσαν τοῦ ψαλμῳδοῦ· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. οὗτός ἐστιν ὁ τῶν δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν σιῶν κύριος, περὶ οὗ ὁ Μωυσῆς λέγει, ἵνα αὐτῷ συνῶμεν· καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν οὗτος κύριος τῶν κυρίων καὶ θεὸς τῶν θεῶν ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ τὰ ἐπὶ τούτοις. ὅ τε Ἡσαΐας ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν λέγει καὶ ἴδετε· τίς κατέδειξεν ταῦτα πάντα;
阿克拉加斯的恩培多克勒亦被称为“阻风者”。因此据说,当阿克拉加斯山上曾吹起沉重且给当地人带来疾病的风,甚至成为妇女不育的根源时,他平息了这股风;因此他自己在诗中亦写道: “你将平息不倦之狂风的暴烈,那风扑向大地,毁坏凡人的耕地;而当你愿意时,你又将带来报偿的气息。” 并且他说,跟随他的“有需要神谕之人,亦有久为沉重顽疾所折磨之人。” 由此可见,义人能够施行医治、神迹与奇事,这全然是他们从我们的圣经中信得的;盖纵使某些权能驱动风并降下雨水,亦请他们听听诗篇作者的话: “万军之主啊,你的居所何等可爱。” 此乃万军、万有掌权者与权柄的主,摩西论及祂,为了使我们与祂同在而说道: “所以你们要割除心里的顽梗,不可再硬着颈项;因为主你们的神,祂是万主之主,万神之神,至大至有力的神,”以及随后的经文。以赛亚亦说道: “你们举目向上看,见是谁指示了这一切?”
- 6.3.28πλὴν ἀλλ’ οἱ Ἕλληνες.
此句为语法上的破格停顿(中断法)。在论述了全能的神引导众人归向救恩的普遍性之后,以 πλὴν ἀλλά(“然而”)引出希腊人的说法,但句中省略了主动词,随即接续具体的旱灾叙事(αὐχμοῦ ποτε...),相当于省略了“希腊人[叙述道]”或预先提示了后文的 φασί。
- 6.3.28ἅμα δὲ εὐχομένου
副词 ἅμα 与分词属格构成的属格独立结构。分词 εὐχομένου 的逻辑主语代词 αὐτοῦ(指代前文的埃阿科斯)被省略。表示时间的共时性:“正在他祈祷之际”。
- 6.3.30ἄντικρυς γοῦν ἰάσεις τε καὶ σημεῖα καὶ τέρατα ἐπιτελεῖν τοὺς δικαίου
此句为由动词 πεπιστεύκασι(“他们信以为真/确信”)所支配的“宾格加不定词”结构。不定词 ἐπιτελεῖν(施行)的逻辑主语为宾格 τοὺς δικαίους(义人们),其宾语为 ἰάσεις τε καὶ σημεῖα καὶ τέρατα。介词短语 ἐκ τῶν ἡμετέρων γραφῶν 表明其信仰来源,整句意为“他们正是从我们的圣经中确信了义人能够施行医治、神迹与奇事”。
