- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.24-6.2.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了埃福罗斯、欧里庇得斯与伊壁鸠鲁等人在思想与诗句上的移用例证,随后揭露了荷马、赫西俄德、喜剧诗人、历史学家及哲学家们全盘抄袭前人著作与学说的诸多事实,并就希腊人对真正源流的巧取豪夺作结。
Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον1 Ἔφορον τὸν ἱστορικὸν γράφοντα·2 ἀλλὰ καὶ τῶν ἀγρίων φυτῶν οὐθὲν ἡμεροῦσθαι πέφυκεν, ὅταν παραλλάξωσιν τὴν νεωτέραν ἡλικίαν. Κἀκεῖνο τὸ Ἐμπεδοκλέους· "ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς, "Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει· "θνῄσκει δὲ οὐδὲν τῶν γινομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἐπέδειξεν." Πλάτωνός τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει· "κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος." Ἀλλ’ Εὐριπίδου γράφοντος· "ἐπεὶ τά γ’ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν, "Ἐπίκουρος ἄντικρύς φησι· πλουσιώτατον αὐτάρκεια πάντων. Αὖθίς τε Ἀριστοφάνους γράφοντος· "βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς, "ὁ Ἐπίκουρος λέγει· δικαιοσύνης καρπὸς μέγιστος ἀταραξία.
你亦可发现,当柏拉图说道: “盖凡植物之初生新芽,若善始于向善之势,便对其自身本性具有最主导之力,以致于促成适宜的圆满,”历史学家埃福罗斯写道: “然而野生的植物,一旦度过了年轻的幼期,便绝无可能被驯化。” 而恩培多克勒的那句名诗: “盖我曾一度作过童男与少女,灌木与飞鸟,以及海中无声的游鱼,”欧里庇得斯在《克律西波斯》中改写道: “生生之物无一死亡,而仅是彼此离散,展现出另一种形式。” 当柏拉图在《理想国》中说应当共有妇人时,欧里庇得斯在《普罗忒西拉奥斯》中写道: “盖妇人之床榻本应共有。” 此外,当欧里庇得斯写道: “盖足用之物对节制之人而言业已足够,”伊壁鸠鲁则直截了当地说: “自足乃万物中最富裕者。” 又当阿里斯托芬写道: “为人正直,你将拥有稳固的生计,远离纷扰与恐惧,善度人生,”伊壁鸠鲁说道: “正义的最大果实乃是灵魂之安宁。”
Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται· αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον καὶ Πείσανδρος ὁ Καμιρεὺς Πεισίνου τοῦ Λινδίου τὴν Ἡράκλειαν, Πανύασσίς τε ὁ Ἁλικαρνασσεὺς παρὰ Κρεωφύλου τοῦ Σαμίου τὴν Οἰχαλίας ἅλωσιν.
因此,希腊人在思想上的剽窃样式,作为向有鉴别力之人提供的清晰例证,有这些便已足够。然而,正如业已表明的那样,他们不仅被当场发觉盗取思想与言辞并加以改述,而且将因公然占有全盘赃物而受到驳诘;盖他们完全盗取他人的著作并据为己有发表,正如昔兰尼的欧伽蒙从穆赛俄斯那里盗取了整本《论忒斯普罗提亚人》,卡米罗斯的珀桑德罗斯从林多斯人珀西诺斯那里盗取了《赫拉克勒斯纪》,哈利卡尔那索斯的帕纽阿西斯从萨摩斯人格瑞俄费罗斯那里盗取了《捕获奥卡利亚》。
Εὕροις δ’ ἂν καὶ Ὅμηρον τὸν μέγαν ποιητὴν ἐκεῖνα τὰ ἔπη· "οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης "καὶ τὰ ἑξῆς κατὰ λέξιν μετενηνοχότα παρ’ Ὀρφέως ἐκ τοῦ Διονύσου ἀφανισμοῦ. Ἔν τε τῇ Θεογονίᾳ ἐπὶ τοῦ Κρόνου Ὀρφεῖ πεποίηται· "κεῖτ’ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, "ταῦτα δὲ Ὅμηρος ἐπὶ τοῦ Κύκλωπος μετέθηκεν. Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμποδος ποιεῖ· "ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές." καὶ τὰ ἑξῆς παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς πρώταις Θεσμοφοριαζούσαις τὰ ἐκ τῶν Κρατίνου Ἐμπιπραμένων μετήνεγκεν ἔπη. Πλάτων δὲ ὁ κωμικὸς καὶ Ἀριστοφάνης ἐν τῷ Δαιδάλῳ τὰ ἀλλήλων ὑφαιροῦνται. τὸν μέντοι Κώκαλον τὸν ποιηθέντα Ἀραρότι τῷ Ἀριστοφάνους υἱεῖ Φιλήμων ὁ κωμικὸς ὑπαλλάξας ἐν Ὑποβολιμαίῳ ἐκωμῴδησεν.3 τὰ δὲ Ἡσιόδου μετήλλαξαν εἰς πεζὸν λόγον καὶ ὡς ἴδια ἐξήνεγκαν Εὔμηλός τε καὶ Ἀκουσίλαος οἱ ἱστοριογράφοι. Μελησαγόρου γὰρ ἔκλεψεν Γοργίας ὁ Λεοντῖνος καὶ Εὔδημος ὁ Νάξιος οἱ ἱστορικοὶ καὶ ἐπὶ τούτοις ὁ Προκοννήσιος Βίων, ὃς καὶ τὰ Κάδμου τοῦ παλαιοῦ μετέγραψεν κεφαλαιούμενος, Ἀμφίλοχός τε καὶ Ἀριστοκλῆς καὶ Λεάνδριος καὶ Ἀναξιμένης καὶ Ἑλλάνικος καὶ Ἑκαταῖος καὶ Ἀνδροτίων καὶ Φιλόχορος Διευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἑλλανίκου Δευκαλιωνείας μετέβαλεν.
你亦可发现,大诗人荷马将那句诗: “宛如一人培植一株繁茂的油橄榄幼苗,”及其后文,从奥菲斯关于狄奥尼索斯失踪的诗作中逐字移转过来。 在《神统记》中,奥菲斯关于克洛诺斯作诗道: “他歪斜着粗壮的颈项仰卧,降伏一切的睡眠捉住了他,”荷马则将这些诗句移用在独眼巨人身上。 赫西俄德关于墨兰普斯作诗道: “知晓不朽的神明为凡人所设之万事,这对于懦夫与贤良之人皆是昭彰的征象,亦是一桩快事,”及其后文,亦是逐字取自诗人穆赛俄斯。 喜剧诗人阿里斯托芬在第一部《地母节妇女》中移转了克拉提诺斯《焚身者》中的诗句。而喜剧诗人柏拉图与阿里斯托芬在《代达罗斯》中互相盗用彼此的言辞。然而,喜剧诗人菲莱蒙将为阿里斯托芬之子阿拉罗斯所作的《科卡罗斯》略作改动,在《冒名儿》中排演为喜剧。历史学家欧墨洛斯与阿库西拉奥斯则将赫西俄德的作品改写为散文,并作为自己的作品发表。盖勒翁提尼的戈尔吉阿斯与纳克索斯人欧德摩斯这两位历史学家盗用了梅勒萨哥拉斯的著作,其后普罗孔涅索斯的庇翁亦然,此人还将古人卡德摩斯的作品加以概述改写;安菲洛科斯、阿里斯托克勒斯、莱安德里奥斯、阿那克西美尼、赫拉尼科斯、赫卡泰奥斯、安德罗提翁和菲洛科罗斯亦复如是;墨加拉的迪埃乌基达斯则将叙述的开篇由赫拉尼科斯的《丢卡利翁纪》改写而来。
σιωπῶ δὲ Ἡράκλειτον τὸν Ἐφέσιον, ὃς παρ’ Ὀρφέως τὰ πλεῖστα εἴληφεν. παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ’ Αἰγυπτίων. πολλοί τε τῶν ἀπὸ Πλάτωνος συγγραφὰς πεποίηνται, καθ’ ἃς ἀποδεικνύουσι τούς τε Στωικούς, ὡς ἐν ἀρχῇ εἰρήκαμεν, τόν τε Ἀριστοτέλη τὰ πλεῖστα καὶ κυριώτατα τῶν δογμάτων παρὰ Πλάτωνος εἰληφέναι. ἀλλὰ καὶ Ἐπίκουρος παρὰ Δημοκρίτου τὰ προηγούμενα ἐσκευώρηται δόγματα. Ταυτὶ μὲν οὖν ταύτῃ· ἐπιλείψει γάρ με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι αἱροίμην4 τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπήν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν.
至于以弗所的赫拉克利特,我且隐默不言,他从奥菲斯那里吸取了绝大部分;而柏拉图从毕达哥拉斯那里汲取了灵魂不朽之说,后者则是从埃及人那里得来的。许多柏拉图的学派后人撰写了著作,在其中他们证明,正如我们在开篇所言,斯多亚派和亚里士多德皆从柏拉图那里汲取了绝大部分以及最重要的学说。此外,伊壁鸠鲁亦是从德谟克利特那里拼凑配制出其主要学说的。 这些事情且就到此为止;盖若我决意逐一揭发希腊人自私自利的剽窃行为,并指出他们如何将从我们这里学得的其最美学说的发明权据为己有,我的余生将不敷所用。
- 6.2.24κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον
形容词 κυριωτάτη(与主语 ἡ πρώτη βλάστη 一致)支配前置的属格 τῆς ἑαυτοῦ φύσεως(“对其自身本性具有最高主导权的”),并由表限定说明的不定式 ἐπιθεῖναι 及其宾语 τὸ πρόσφορον τέλος(“带来适宜的圆满/终局”)加以补足。
- 6.2.24Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος ... Ἔφορον τὸν ἱστορικὸν γράφοντα
带有 ἄν 的潜在希求法 εὕροις 构成句子的主要谓语,支配宾格名词 Ἔφορον τὸν ἱστορικὸν 及其一致的现在分词 γράφοντα(宾格分词补足语结构)。其间的 Πλάτωνος εἰπόντος 为属格绝对结构,构成了柏拉图的言论与埃福罗斯的著述之间的对照。
- 6.2.26τὸν μέντοι Κώκαλον τὸν ποιηθέντα Ἀραρότι τῷ Ἀριστοφάνους υἱεῖ Φιλήμων ὁ κωμικὸς ὑπαλλάξας ἐν Ὑποβολιμαίῳ ἐκωμῴδησεν
此句包含倒装结构(hyperbaton),宾语短语 τὸν μέντοι Κώκαλον τὸν ποιηθέντα Ἀραρότι 被前置至句首加以强调,随后接主语 Φιλήμων ὁ κωμικὸς 与谓语动词 ἐκωμῴδησεν。与格 Ἀραρότι 与被动分词 ποιηθέντα 搭配,作施事或利益与格(“为/由阿里斯托芬之子阿拉罗斯所作的”)。
- 6.2.27ἐπιλείψει γάρ με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι αἱροίμην
此句为混合条件句,主句采用直陈式将来时 ἐπιλείψει,条件从句采用 εἰ 搭配现在时希求法 αἱροίμην。从句以希求法表达假设或委婉意图(“设若我决意逐一探究”),而主句以将来时生动且确定地断言其必然结果(“我的生命将不敷所用”)。
