← 亚历山太的革利免

杂记

§6.2.8-6.2.11

希腊戏剧与历史编纂中相互剽窃的实例

作者将欧里庇得斯、索福克勒斯、塞奥格尼斯、修昔底德等人的诗句与散文进行对照,列举了希腊诗人与历史学家之间相互借用与剽窃表达及思想的大量实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.8

Πάλιν Θεόγνιδος μὲν λέγοντος· "οὐκ ἔστιν φεύγοντι1 φίλος καὶ πιστὸς ἑταῖρος, "Εὐριπίδης πεποίηκεν· "πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος." Ἐπιχάρμου τε εἰπόντος· "ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα, "καὶ ἐπάγοντος· "ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεάνιδα, ἃ δ’ ἄλλον ἄλλῃ δῆτα μαστεύει τινά, "Εὐριπίδης γράφει· "κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·? ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά." Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος· "κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, "Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον· "ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα." Σόλωνος δὲ ποιήσαντος· "τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται." ἄντικρυς ὁ Θέογνις γράφει· "τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται." ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.

此外,当塞奥格尼斯说道: “流亡者既无朋友,亦无忠实的伙伴,”欧里庇得斯便作诗道: “每个朋友面对贫者皆避之不及。” 当埃庇卡尔摩斯说道: “女儿啊,命运何其可悲!你年纪较长,却与一个年轻男子同居,”并且接着说: “因为他另娶一位年轻少女,而她也确实以别样的方式另觅他人,”欧里庇得斯写道: “将年轻女子与年轻男子结合乃是祸患;因为男子渴望另寻他人的床榻,而女子因得不到此而策划恶事。” 更有欧里庇得斯在《美狄亚》中说道: “恶人的礼物毫无裨益,”索福克勒斯在《执鞭的埃阿斯》中道出了那句短长格诗句: “仇敌的礼物绝非赠礼,亦无益处。” 当梭伦作诗道: “狂妄生自骄奢,当巨富相伴随之时,”塞奥格尼斯便径直写道: “骄奢确乎生出狂妄,当财富伴随恶人之际。” 由此修昔底德亦在《历史》中说道: “大多数人,”他言道,“当意想不到的顺境从极细微之处尤其降临于他们之时,惯于转向狂妄。” 菲利斯托斯同样仿效此语,这样说道: “因为那些违背预期、出乎意料地顺遂之人,尤其惯于转向狂妄。”

§6.2.9

Πάλιν Εὐριπίδου ποιήσαντος· "ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, "Κριτίας γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο. Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· "ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο." Φερεκύδης ὁ Σύριος λέγει· Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα. Ὁμήρου τε εἰπόντος· "αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, "Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· "αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι·2 καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα. "

欧里庇得斯再次作诗道: “经由父与母在艰苦生活中的劳作,所生之子孙方更为优秀,”克里提亚斯写道: “我且从人的诞生谈起:如何能使其身体最为优良强健?倘若播种者锻炼身体、强健进食并使身体辛劳,而将要诞生的婴儿的母亲也身体强健并参与锻炼。” 又当荷马论及赫淮斯托斯所铸造的神盾时说道: “他在其上造了大地,造了天空,造了海洋;又在其上安放了俄刻阿诺斯大河的浩瀚力量,”叙罗斯的斐瑞居德斯说道: “扎斯造就了一件广大而美丽的斗篷,并在其上绣制了大地、俄革诺斯以及俄革诺斯的居所。” 当荷马说道: “羞耻心,它既大害于人,又大益于人,”欧里庇得斯在《厄瑞克透斯》中写道: “我自己对羞耻心亦难以定夺;因为既需要它,它却又是一大祸患。”

§6.2.10

Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων3 καὶ ἀνταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου· "ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, "Σοφοκλέους δ’ ἐκ τῆς Ἐριφύλης· "ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου, "καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης· "ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση, "Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν· "ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν, "πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου· "τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει, "Σοφοκλέους δὲ ἐν Μίνῳ· "οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, " ναὶ μὴν Εὐριπίδου μὲν ἐξ Ἀλεξάνδρου· "χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤτοι κακόν, "Σοφοκλέους δὲ ἐξ Ἱππόνου· "πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος. "

人们亦可从同时代并肩活跃且相互竞争的作家的作品中,并置地找出此类盗用的例证。例如欧里庇得斯在《奥瑞斯特斯》中道: “啊,睡眠的可爱魅力,疾病的助手,”而索福克勒斯在《厄里费勒》中言: “离去吧;你惊扰了睡眠,那疾病的医师;”又如欧里庇得斯在《安提戈涅》中言: “庶子仅在名分上有愧,本性却是一样的,”而索福克勒斯在《阿勒阿代》中言: “凡是高贵之物皆具同等的本性;”再如欧里庇得斯在《忒墨诺斯》中言: “因为神明亦襄助劳作者,”而索福克勒斯在《弥诺斯》中言: “命运并非无所事事者的同盟;”确实,欧里庇得斯在《亚历山大》中言: “时间将显明你;借此证据我将得知,你究竟是高尚之人还是恶徒,”而索福克勒斯在《希波诺俄斯》中言: “因此莫要隐瞒任何事,因为那洞察一切、听闻一切的时间必将揭露一切。”

§6.2.11

Ἀλλὰ κἀκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι, Σόλων τῆς ἐλεγείας ὧδε ἄρχεται· "Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα." Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης· "τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες;" τοῖσδε χρῆται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ· "ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;" Τί δ’; οὐ Θεόγνιδος εἰπόντος· "οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν, "Πανύασσις γράφει· "ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων."

不过,让我们也同样浏览一下那些例证吧。因为当欧墨罗斯作诗道:“谟涅摩叙涅与奥林匹斯宙斯的九位少女”时,梭伦便如此开始其挽歌: “谟涅摩叙涅与奥林匹斯宙斯的光彩儿女啊。” 欧里庇得斯又转述荷马的那句诗: “在凡人中你是谁?来自何方?你的城邦与双亲何在?” 在《埃勾斯》中使用了这些短长格诗句: “我们当说你离开了何方土地,作客于此城?你祖国的边界何在?生你者是谁?你被宣告为哪位父亲之子?” 又如何呢?当塞奥格尼斯说道: “大量饮酒乃是恶事;但若有人明智地享用它,便非恶事而为益善,”帕纽阿西斯不是写道: “正如酒是神明赐予凡人最美好的礼物,若适度饮用;但若过度则有害无益”?

语法注3 条
  1. 6.2.8φεύγοντι

    现在分词阳性与格单数。此处作政治/法律意义上的“流亡者”解(与 ἔστιν 构成表示所属的与格结构),与下文中欧里庇得斯所引用的 πένητα(贫者)形成语义对照。

  2. 6.2.9αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι

    动词 ἔχω 与副词 δυσκρίτως 连用表示状态(“难以判断/陷入困惑”),后置介词 πέρι(即 περί,发生重音倒移)支配属格 αἰδοῦς。

  3. 6.2.10Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων

    主句核心为带有 ἄν 的希求法 λάβοις(表示潜能,“人们亦可取出”)。其直接宾语是 τὰ χωρία τῆς κλοπῆς(盗用的段落),而副词短语 ἐκ παραλλήλου(并列地/对照地)与介词短语 κἀκ τῶν συνακμασάντων(从同代鼎盛者那里)构成了语序上的交错与离隔。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.8-6.2.11