- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.12-6.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者进一步列举了希腊诗人与作家在论及人生境遇、爱情以及老少不均等主题时的类似与剽窃之例,最后引用厄利斯的智者希庇亚斯本人的言论,证明希腊作者习惯于汇集并改造前人的著述以成己作。
Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος· "σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, "Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάστον γυναῖκες.1 Πρὸς τούτοις Ὁμήρου λέγοντος· "γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν, "Εὐριπίδης ποιεῖ· "νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ’ ἧς πάντα γίνεται κακά." Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι· "μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως, "Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων· "οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ." Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· "ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, "Ἀγίας ἐποίησεν· "δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα. "
此外,当赫西俄德说道: “我将给予你一件祸患以替代火,使众人在其中感到欢愉,”欧里庇得斯便作诗道:“因为取代火的,乃是另一种更大且更难对抗的火——女人的产生。” 除这些之外,当荷马说道: “绝无可能填饱那贪求无厌、带来毁灭的肚腹,它给人类带来了诸多灾祸,”欧里庇得斯便作诗道: “然而迫切的需求与那可恶当诛的肚腹征服了我,一切祸端皆由它而生。” 当喜剧诗人卡利亚斯写道: “人云与发狂者在一起,众人皆当同样发狂,”米南德在《被拍卖者》中与之相匹敌地说道: “在所有场合展现明智并非皆合时宜;有时亦须共同发狂。” 当忒奥斯的安提马科斯说道: “因为礼物给人类带来了许多祸患,”阿吉亚斯便作诗道: “因为礼物欺骗了人们的心智乃至行为。”
Ἡσιόδου δὲ εἰπόντος· "οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, "Σιμωνίδης εἶπεν· "γυναικὸς οὐδὲν χρῆμα ἀνὴρ ληίζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς." Πάλιν Ἐπιχάρμου εἰπόντος· "ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ." Εὐριπίδης γράφει· "τί δήποτε ὄλβῳ μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;" Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος· "εὐμετάβολός ἐστιν ἀνθρώπων βίος, "Ποσείδιππος· "οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν." καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου εὐμεταβόλου ζῴου. Αὖθις Εὐριπίδου εἰπόντος· "ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, "Δίφιλος γράφει· "οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ. "
当赫西俄德说道: “男人所获得的,委实没有比贤妻更好的了;反之,亦没有比恶妻更令人齿冷的了,”西摩尼得斯说道: “男人所获得的任何财物,没有胜过贤妻的,亦没有比恶妻更令人齿冷的。” 当埃庇卡尔摩斯再次说道: “当作长久生存之想,亦当作短暂生存之想,”欧里庇得斯写道: “立足于不确定的顺境之中的我们,究竟为何不尽情欢愉而不自寻忧伤地活着?” 同样,当喜剧诗人狄菲鲁斯说道: “人的生命极易变易,”波塞狄普斯道: “身为凡人,绝无一生毫无痛苦者,亦无终生皆陷于厄运者;”柏拉图在论及人乃易变之生灵时,亦为你道出了相符之语。 欧里庇得斯再次说道: “啊,凡人多灾多难的生命,你在凡事上何其凶险不定;你使某些事物增长,却又使另一些衰减;凡人没有设立必须达到的既定终点,除非宙斯所降下的死之寒冷结局来临,”狄菲鲁斯写道: “没有哪种人生不包含祸患、悲痛、忧虑、劫掠、酷刑与疾病。死亡如同医师显现,以睡眠使承受者安息,令其摆脱这些。”
Ἔτι τοῦ Εὐριπίδου εἰπόντος· "πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, " ὁ τραγικὸς ὁμοίως Θεοδέκτης γράφει· "τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.2" Βακχυλίδου τε εἰρηκότος· "παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, "Μοσχίων ὁ κωμικὸς γράφει· "κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος. ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον." Εὕροις δ’ ἂν καὶ Θεόγνιδος εἰπόντος· "οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, "Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα· "αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ." Ἀνακρέοντος γὰρ ποιήσαντος· "Ἔρωτα γὰρ τὸν ἁβρὸν μέλομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν· ὅδε καὶ θεῶν δυνάστης, ὅδε καὶ βροτοὺς δαμάζει, "Εὐριπίδης γράφει· "Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται. "
欧里庇得斯又说道: “神明的显现形式繁多,诸神出乎意料地成就许多事,”悲剧诗人塞奥狄克忒斯亦同样写道: “凡人的命运并非恒常不变。” 当巴克基利得斯说道: “在凡人之中,神明赋予其自始至终顺遂得时而达于白发之年、未曾遭遇痛苦者,实属寥寥,”喜剧诗人莫斯基翁写道: “终其一生行平稳生活之人,乃是万人中最幸福者。” 人们亦可发现,当塞奥格尼斯说道: “年轻妇人对于老翁委实毫无益处;因为她如同小船,不顺从舵的驾驭,”喜剧诗人阿里斯托芬写道: “对于年轻妇人而言,老翁实为可憎。” 因为当阿那克里翁作诗道: “我意欲歌唱那佩戴繁花头带、娇柔多姿的厄洛斯;他既是众神的统治者,亦降服凡人,”欧里庇得斯写道: “厄洛斯不仅降临于男子,亦不只袭向女子,而是扰动天上众神的灵魂,甚至降临于重洋之上。”
Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον προΐῃ ὁ λόγος φιλοτιμουμένων ἡμῶν3 τὸ εὐεπίφορον εἰς κλοπὴν τῶν Ἑλλήνων κατὰ τοὺς λόγους τε καὶ τὰ δόγματα ἐπιδεικνύναι, φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς εἰς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἥκει λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα· τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίῳ, κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ4 τὰ δὲ Ἡσιόδῳ, τὰ δὲ Ὁμήρῳ, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν. τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μάλιστα ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.
然而,为了避免因我们热衷于指明希腊人在言论与学说上易于剽窃而使篇幅过长,且让我们引证厄利斯的智者希庇亚斯,他公然为我们作证,就我所面对的考察得出了完全相同的结论,其言大约如下: “在这些事物中,或许有些曾由奥路菲所言,有些由穆萨俄斯所讲,或此人或彼人各处简略论及,有些由赫西俄德所作,有些由荷马所吟,有些由其余诗人所撰;在散文著作中,有些出于希腊人,有些出于异族人。而我从这一切之中,将最同类的内容结合起来,将要铸就这篇新颖而内容丰富的言论。”
- 6.2.12βλάστον γυναῖκες
βλάστον 是动词 βλαστάνω 无增音的第二不定过去时第三人称复数形式(即 ἔβλαστον)。阴性复数名词 γυναῖκες 为主语,在人称和数上与动词一致,中性名词短语 ἄλλο πῦρ μεῖζον 则充当其同位语或谓语性成分。
- 6.2.14τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας
由中性定冠词 τό 引导的定冠词不定式从句(articular infinitive)。此处它并未构成一个完整的主谓句子,而是作为格言式的片段被原样引述,起名词性作用。
- 6.2.15φιλοτιμουμένων ἡμῶν
属格独立结构,位于否定目的从句 ἵνα μὴ... προΐῃ 内部,表示伴随状况或原因:“当我们热衷于指明……之际”。
- 6.2.15κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ
介词短语 κατὰ βραχύ(“简略地”或“零星地”)与并列呼应词组 ἄλλῳ ἀλλαχοῦ(“此人在此处,彼人在彼处”)结合,用以形容前人作家零散不全的论述。
