- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.4-6.2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者为补充第五卷的内容而论证希腊人对真理的剽窃,通过将奥菲斯、穆赛欧斯、荷马、阿尔基洛科斯及各戏剧家的诗句进行并置比对,具体揭示了希腊诗人们相互抄袭的事实。
Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ’ ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων· ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων,1 ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἕλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν· τῆσδε γὰρ ἔχεσθαι τῆς θεωρίας ἐπιδείξομεν καὶ τὰ μυστήρια· παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν,2 καθ’ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ’ ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας· οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ’ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι,3 σφετερίζεσθαι δ’ ὅμως καὶ ἄκοντες τὴν παρ’ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται. οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γε τῶν ἡμετέρων ἀφέξονται.4
然而,在着手处理眼前的论题之前,我们应当以序言的形式,对第五卷《缀锦篇》末尾所欠缺的内容加以补足。 因为既然我们已经表明象征性的形式古已有之,且不仅我们这边的先知们使用了它,而且古代希腊人的多数以及各邦其他异族中为数不少的人也同样使用了它,并且理当考察那些受启蒙仪式的密仪——这些内容我且暂缓阐明,留待我们在检讨并驳斥希腊人关于原初原理的言论时再行处理;因为我们将指明,密仪也同样属于这一层面的考察。但是,既然我们指出了希腊思想所呈现的端倪乃是由藉着经文赐给我们的真理所照亮的,并且——若说出来不致令人反感的话——证明了我们是在何种意义上理解真理的盗用已然延伸至他们当中,那么,且让我们将希腊人自身作为反对他们自己的盗窃证人呈现出来吧。因为那些如此公然在彼此之间互相窃取自己物事的人,不仅证实了自己是盗贼,而且即便违背其本意,也被清楚地显明是在为其同族之人暗中盗用来自我们的真理。因为那些甚至连自己同族的东西都不肯放过的人,断不可能放过我们的东西。
καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων. ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος,5 ἐπὶ τὰ ἑξῆς τρέψομαι. Ὀρφέως τοίνυν ποιήσαντος· "ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός, "Ὅμηρος ἄντικρυς λέγει· "ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός." Γράψαντός τε Μουσαίου· "ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν, "Ὅμηρος λέγει· "μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι." Πάλιν τοῦ Μουσαίου ποιήσαντος· "ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει, "Ὅμηρος μεταγράφει· "φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει." Πάλιν δ’ αὖ Ὁμήρου εἰπόντος· "οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι, "Ἀρχίλοχός τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν· "οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν, "Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι· "φοβερὸν ἀνθρώποις τόδ’ αὖ, κταμένοις ἐπ’ αἰζηοῖσι καυχᾶσθαι μέγα. "
至于哲学上的各派信条,我且闭口不谈,因为那些划分宗派的人为了不被指责为忘恩负义,在著述中亲自承认他们最重要的信条乃是从苏格拉底那里领受来的。我将借用希腊人中广为人知且享有盛誉的少数人物的见证,在揭露了他们的剽窃本性之后,不拘泥于年代的先后顺序,转而探讨接下来的论题。 因此,当奥菲斯作诗道: “如此,再没有比女人更无耻和可怕的事物,”荷马便径直说道: “如此,再没有比女人更可怕和无耻的事物。” 当穆赛欧斯写道: “技艺总是远胜于蛮力,”荷马说道: “确实,樵夫胜过旁人乃是凭智谋而非凭蛮力。” 穆赛欧斯再次作诗道: “同样,赐谷的大地也长出树叶:有的在梣树上凋落,有的则萌发;它亦如此使人类的世代与族类流转,”荷马便改写道: “树叶被风吹散落于地,而繁茂的林木又长出新的,逢春季再度来临;人的世代亦是如此,有的出生,有的消亡。” 又当荷马说道: “在被杀之人面前夸口并非圣洁,”阿尔基洛科斯与克拉提诺斯写道,前者言: “因为对死者讥嘲并非善举,”而克拉提诺斯在《拉科尼亚人》中写道: “对凡人而言,这又是可怖之事:在被杀的壮士面前大肆夸耀。”
Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· "ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, " ὧδέ πως γράφει· "ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο·" καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· "ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, "μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· "† ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις Ἄρης." ἔτι κἀκεῖνο μεταφράζων· "νίκης ἀνθρώποισι θεῶν ἐν † πείρᾳ κεῖται, "διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· "καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα. "
阿尔基洛科斯再次袭用荷马的那句诗: “我昏了头,我自己也不否认;为了替代众多的,”大体这样写道: “我犯了过失,想必这祸患也落到了别的人头上;”正如毫无疑问他也把那句诗篇: “战神对众人一视同仁,击杀那企图杀人者,”加以改编并大体这样发表出来: “……我当行;因为阿瑞斯对凡人确实是一视同仁的。” 此外,他转译那句: “凡人的胜利系于神明的审度,”通过这首短长格诗句便显而易见: “去勉励青年吧,胜利的结局在神明掌握之中。”
Πάλιν Ὁμήρου εἰπόντος· "ἀνιπτόποδες, χαμαιεῦναι, "Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· "ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας." Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος· "" ἀλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν· "ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, "Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν· "ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις." Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος· "οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα — καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, "Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος· "μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει, "ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· "οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα."
又如荷马说道: “未濯双足,卧于地上,”欧里庇得斯在《厄瑞克透斯》中写道: “他们睡在未铺垫的地上,不用泉水湿润双足。” 阿尔基洛科斯亦同样说过: “” “然而各人以不同的事物愉悦其心,”这是本于荷马的那句: “因为不同的人耽乐于不同的事务,”欧里庇得斯在《俄纽斯》中说道: “然而各人更喜好不同的习性。” 我也曾听闻埃斯库罗斯说道: “凡真正幸福者当安居家中——而境遇不佳者,此人亦当留在家中,”欧里庇得斯在舞台上呼喊着相似之语: “凡身逢顺境而安居家中者便为有福,”不仅如此,米南德在喜剧中亦大致这样写道: “人应当安居家中并保持自由,否则便不再是那真正幸福之人。”
- 6.2.4ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων· ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων
未完成过去时 ἐχρῆν 表达未付诸实行的责任或必要性(“本亦应当探讨”),随后的主句 ταῦτα μὲν ὑπερτίθεμαι(“这些内容我暂且推迟”)则表明该任务被延后。分词 διασαφήσων 为表目的的将来分词,意为“打算予以阐明”。
- 6.2.4παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν
整个句式骨架由分词分句 παραστήσαντες ... περιαυγασθεῖσαν(及关系从句 καθ’ ὃ ... ἀπεδείξαμεν,“既已展示……并证明了”)引出劝诱虚拟语气句 φέρε ... παραστήσωμεν(“且让我们呈现……”)。περιαυγασθεῖσαν 为阴性单数宾格述谓分词,补充说明前面的 τὴν ἔμφασιν(“端倪/映现”)。
- 6.2.4βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι
带冠词的不定式短语 τὸ ... εἶναι 作动词 βεβαιοῦσι 的直接宾语。不定式的表语名词 κλέπται 采用主格而非宾格,是因为不定式的逻辑主语与限定动词的主语(οἱ ... ὑφαιρούμενοι)一致,符合希腊语中主格与不定式连用(同格吸引)的常规语法规则。
- 6.2.4σχολῇ γε τῶν ἡμετέρων ἀφέξονται
附带虚词 γε 的副词性与格 σχολῇ 是一种习语表达,意为“断不可能”、“绝不会”。在此构成一个显然成立的由小推大(a fortiori)论证:那些连自己同胞的作品都不肯放过的人,断不可能放过我们的作品。
- 6.2.5ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος
分词 καταχρώμενος 支配与格 τοῖς χρόνοις,意为“不加区分地使用/处理时代顺序”。副词 ἀδιαφόρως(“无差别地、不拘一格地”)表明作者将罗列这些互文对照的诗句,而不受各作者在历史年代上先后顺序的严格限制。
