- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.1.1-6.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免阐明《缀锦篇》第六、七卷的旨趣在于向哲学家证明真正的诺斯替者乃是真正虔敬之人,说明了本书杂纂风格的用意,并辨析了有别于一般感官知觉的真正诺斯替认识的本质。
Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·1 ἐργάζεσθαι γὰρ τὴν βρῶσιν τὴν εἰς αἰῶνα παραμένουσαν ὁ κύριος ἐνετείλατο, καί που ὁ προφήτης λέγει· μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ μόσχος καὶ ὄνος πατεῖ, ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός. ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει κατὰ τὸν γενναῖον ἀπόστολον. φθάσας δὲ ὁ Παιδαγωγὸς ἡμῖν ἐν τρισὶ διαιρούμενος βίβλοις τὴν ἐκ παίδων ἀγωγήν τε καὶ τροφὴν παρέστησεν, τουτέστιν ἐκ κατηχήσεως συναύξουσαν τῇ πίστει πολιτείαν καὶ προπαρασκευάζουσαν τοῖς εἰς ἄνδρας ἐγγραφομένοις ἐνάρετον τὴν ψυχὴν εἰς ἐπιστήμης γνωστικῆς παραδοχήν. ἐναργῶς οὖν τῶν Ἑλλήνων μαθόντων ἐκ τῶν λεχθησομένων διὰ τῶνδε ἡμῖν, ὡς ἀνοσίως τὸν θεοφιλῆ διώκοντες ἀσεβοῦσιν αὐτοί, τότε ἤδη, προϊόντων τῶν ὑπομνημάτων κατὰ τὸν τῶν Στρωματέων χαρακτῆρα, ἐπιλυτέον τά τε ὑπὸ Ἑλλήνων τά τε ὑπὸ βαρβάρων προσαπορούμενα ἡμῖν περὶ τῆς τοῦ κυρίου παρουσίας.
我们依据真正哲学的诺斯替札记《缀锦篇》的第六卷,连同第七卷,在尽可能描绘了于其中达至完满的伦理学论述,并展示了诺斯替者在生活上当是何等人之后,将进而向哲学家们指明:此人绝非如他们所设想的那样是个无神论者,而是唯独真正敬神之人;书中将纲领性地阐明诺斯替者的敬拜方式,只要这些内容刻入备忘性的文字中是不致招致危险的。因为主曾吩咐要“为那存到永远的食物劳作”,先知也在某处说道:“在牛驴践踏的一切水边撒种的人,便为有福”,这是指从律法中以及从异教各族中被召集入同一信仰的子民。“而软弱的吃蔬菜”,正如高贵的使徒所言。在此之前,我们分作三卷的《导师篇》已经展示了自孩童时起的引导与养育,即从教义传授出发、与信仰一同成长的生活之道,使那些被列入成年男子行列者的灵魂做好具备德行的准备,以接受诺斯替式的认识。因此,当希腊人从我们将藉这些文字所阐述的内容中明白得知,他们自己因不洁地迫害蒙神所爱者而实属不敬神时,那时,随着札记按照《缀锦篇》的风格不断展开,就必须着手解答希腊人与蛮族人就主的显现向我们所提出的疑难。
Ἐν μὲν οὖν τῷ λειμῶνι τὰ ἄνθη ποικίλως ἀνθοῦντα κἀν τῷ παραδείσῳ ἡ τῶν ἀκροδρύων φυτεία οὐ κατὰ εἶδος ἕκαστον κεχώρισται τῶν ἀλλογενῶν (ᾗ καὶ Λειμῶνάς τινες καὶ Ἑλικῶνας καὶ Κηρία καὶ Πέπλους συναγωγὰς φιλομαθεῖς ποικίλως ἐξανθισάμενοι συνεγράψαντο)· τοῖς δ’ ὡς ἔτυχεν ἐπὶ μνήμην ἐλθοῦσι καὶ μήτε τῇ τάξει μήτε τῇ φράσει διακεκαθαρμένοις, διεσπαρμένοις δὲ ἐπίτηδες ἀναμίξ, ἡ τῶν Στρωματέων ἡμῖν ὑποτύπωσις λειμῶνος δίκην πεποίκιλται. καὶ δὴ ὧδε ἔχοντες2 ἐμοί τε ὑπομνήματα εἶεν ἂν ζώπυρα, τῷ τε εἰς γνῶσιν ἐπιτηδείῳ, εἴ πως περιτύχοι τοῖσδε, πρὸς τὸ συμφέρον καὶ ὠφέλιμον μετὰ ἱδρῶτος ἡ ζήτησις γενήσεται· οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον,3 τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν· ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ· ἡ μεταβολὴ δὲ τῆς φυτείας εἰς εὐκαρπίαν συμβάλλεται. φῶς οὖν ὁ κύριος καὶ γνῶσις ἡ ἀληθής, εἰς ὃν μετετέθημεν.
正如在草地上繁花竞相绽放,在果园中果树的种植并未按每一品种与异类截然隔开(正因如此,有些人便以采摘多样的花朵,撰写了题为《草地》、《赫利孔》、《蜂巢》和《礼袍》的博学文集);同样,由于记述了随遇而入记忆、既未在秩序上也未在文辞上加以精细雕琢、而是特意混杂散置的材料,我们《缀锦篇》的概要便如草地一般斑斓多姿。而且,因具有如此性质,它们对我而言将成为如火种般的札记;而对于合宜于获得知识的人而言,若他恰好偶遇这些文字,他的求索将伴随着汗水而通向有益且有利的境地。因为,对于那些经由真正狭窄艰难的主之道而被护送进入永恒且福乐之救恩的人来说,劳苦不仅先于食物、更远也先于知识,乃是理所当然的;而我们的知识与属灵的乐园正是我们的救主自身,我们正是被栽种在他里面,从旧有的生命中被迁移并移栽到美好的土地之中;种植的转变有助于结出丰硕的果实。因此,我们所迁入的主,便是光与真正的认识。
Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσίς τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένη, ἧς οὐ μόνον αἱ λογικαὶ δυνάμεις, ἀλλ’ ἴσως καὶ αἱ ἄλογοι μεθέξουσιν, ἣν οὐκ ἄν ποτε ἔγωγε γνῶσίν γε ὀνομάσαιμι, τὴν καὶ δι’ αἰσθητηρίων ἀντιλαμβάνεσθαι πεφυκυῖαν· ἡ δὲ ἐξαιρέτως ὀνομαζομένη γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ’ ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται,4 αἱ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι· χρηστὸς ἀνήρ, φησὶν ὁ Δαβίδ, ὁ οἰκτίρμων τῶν παραπολλυμένων τῇ πλάνῃ καὶ κιχρῶν ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἔτυχεν, ἀλλὰ γὰρ οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἐπιλογισμῷ βαθεῖ· οὗτος ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν.
在另一种意义上,知识亦被说成是双重的:其一属于普遍意义上的,即在所有人中同样存在、在普遍识认各个客体时所展现的理解与领悟,对此不仅有理性的机能、抑或连无理性的机能亦会有所分有——它天生亦能通过感觉器官进行领会,我本人绝不会称其为知识;而另一种特异地被称为认识的,则是以见识和理性为特征,依此,唯有那些借着灵魂纯粹的运作纯正地投射向可知之物的理性机能,才会成为知识。“善人”,大卫说道,“怜悯”那些在迷误中沦亡的人,并借着分享真理之道而“予以借贷”,并非漫不经心,而是“将以审断统理自己的话语”,怀有深沉的考量;此人“施舍,周济贫穷”。
- 6.1.1ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι
不定式 ἐγχαράξαι 在此作限制性或说明性用法,与 ὅσα γε 连用,意为“凡刻入备忘性文字而不致有危险的(内容)”,限定了所能公开书写记述的范围。
- 6.1.2καὶ δὴ ὧδε ἔχοντες
主格分词短语 ὧδε ἔχοντες 属于松散的主格结构(或称绝对主格),在意义上指代前文所述的《缀锦篇》札记或其内容,在逻辑上充当后文潜能希求法 εἶεν ἄν 的主语。
- 6.1.2οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον
此处 δίκαιον 之后省略了系动词 ἐστί,后接宾格加不定式结构 τὸν πόνον ... ἡγεῖσθαι,意为“劳苦(τὸν πόνον)不仅先于食物,更远也先于知识,乃是正当的”。此处 ἡγεῖσθαι 取“居先、先于”之意,直接支配属格 τῶν σιτίων 与 τῆς γνώσεως。
- 6.1.3καθ’ ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται
复数名词 γνώσεις 置于表语位置,表示“依此,唯有理性的诸机能才会成为[诸种真切的]认识”。抽象名词的复数形式在此指代灵魂具体的认识活动或知识之呈现。
