← 亚历山太的革利免

杂记

§6.2.20-6.2.23

希腊演说家与诗人词句模仿的具体实例

作者比对历史学家、演说家、诗人与哲学家的引文,例示了修昔底德与德摩斯梯尼、荷马与德奥彭波斯、希波克拉底与欧里庇得斯等前后辈之间在词句和思想上的借用与模仿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.20

Ναὶ μὴν Θουκυδίδου λέγοντος Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι Δημοσθένης εἶπεν· μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας. Οὐδὲ ἐκεῖνα παραπέμψομαι· Κρατίνου ἐν Πυτίνῃ εἰπόντος· "τὴν μὲν παρασκευὴν ἴσως γινώσκετε, "Ἀνδοκίδης ὁ ῥήτωρ λέγει· τὴν μὲν παρασκευήν, ὦ ἄνδρες δικασταί, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν σχεδόν τι πάντες εἴσεσθε. ὁμοίως καὶ Νικίας ἐν τῷ πρὸς Λυσίαν ὑπὲρ παρακαταθήκης τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί, φησίν, καὶ μετὰ τοῦτον Αἰσχίνης λέγει· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν. Πάλιν Δημοσθένους εἰπόντος ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι Φιλῖνος ὁμοίως· ὅση μέν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηται περὶ τὸν ἀγῶνα τουτονί, οὐδ’ ἕνα ὑμῶν ἀγνοεῖν ἡγοῦμαι.

确实,修昔底德说道: “且唯独在马拉松率先临危,”德摩斯梯尼便说: “指着那些在马拉松率先临危的人起誓。” 我也不会略过那些例证:克拉提诺斯在《酒瓶》中说道: “诸位或许知晓这番准备,”演说家安多喀得斯说道: “陪审官诸位,关于我的仇敌们的准备与热切,你们几乎无人不知。” 同样,尼基阿斯在《针对吕西亚斯的寄托案诉词》中亦说道: “陪审官诸位,你们看到了对诉方的准备与热切,”而在他之后埃斯基涅斯亦说道: “雅典人诸位,你们看到了这番准备与阵势。” 当德摩斯梯尼再次说道: “雅典人诸位,围绕这场审判所产生的热心与拉拢有多大,我想你们几乎所有人都已觉察,”斐利诺斯亦同样说道: “陪审官诸位,围绕这场审判所产生的热心与阵势有多大,我认为你们无一人不知。”

§6.2.21

Ἰσοκράτους πάλιν εἰρηκότος ὥσπερ τῶν χρημάτων, ἀλλ’ οὐκ ἐκείνου συγγενὴς οὖσα Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει· καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὤν, ἀλλὰ τῶν χρημάτων. Ἐπεὶ καὶ Ὁμήρου ποιήσαντος· "ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε ἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι, ἴομεν, εἴ κέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν, "Θεόπομπος γράφει· εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν,1 νῦν δὲ τοσαῦται κῆρες τῷ βίῳ παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν. Τί δ’; οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου ἐγγύα, πάρα δ’ ἄτα Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπών· "ἐγγύας ἄτα ʼστι θυγάτηρ, ἐγγύα δὲ ζαμίας. "

伊索克拉底再次说道: “宛如是钱财的亲属,而非其人的亲属,”吕西亚斯在《论孤儿案》中说道: “而且他显然不是肉身的亲属,而是钱财的亲属。” 再者,荷马作诗道: “挚友啊,设若逃避这场战争我们便注定永远不老不死,我自己既不会在先锋中作战,亦不会派遣你进入使男子扬名的战场;但如今,既有无数死亡的厄运逼临,凡人既无法逃避亦不能摆脱,我们且前进吧,看看是将荣耀送给他人,抑或他人送给我们,”德奥彭波斯写道: “因为若能逃脱当下的危险而在余生中无忧无惧,贪生怕死便不足为奇;然而如今如此众多的厄运盘附于生命之中,以致战死沙场反倒显得更为可取。” 又如何呢?智者奇隆说出箴言: “立誓作保,灾厄即随,”厄庇卡摩斯难道不是换用词句表达了同一思想,说道: “灾厄乃作保之女,作保乃亏损之女”吗?

§6.2.22

Ἀλλὰ καὶ τοῦ ἰατροῦ Ἱπποκράτους ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσους γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινὶ ῥήσει φησίν· "ὃς οἶδ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.2" Ὁμήρου πάλιν ποιήσαντος· "μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, "ὅ τε Ἀρχῖνος λέγει· πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ πρότερον ἢ εἰς ὕστερον, ὅ τε Δημοσθένης· πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.

此外,医生希波克拉底写道: “因此当审视时令、地域、年龄与诸般疾病,”欧里庇得斯在一段六音步诗行中说道: “深晓医术者,当在审察城邑居民之生活习惯与地理水土之后,探究其诸般疾病。” 荷马再次作诗道: “我说凡人中无一人能逃脱命运,”阿耳基诺斯说道: “对所有人而言,或早或晚一死乃是不可逃避的债务,”德摩斯梯尼亦说道: “盖对所有人而言,人生的终局皆为死亡,即便有人将自己禁闭在小屋中严加防范亦是如此。”

§6.2.23

Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι,3 Ἀριστοφάνης ἔφη· "δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν, "καὶ πρὸ τούτου ὁ Ἐλεάτης Παρμενίδης· "τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι." Ἢ οὐχὶ καὶ Πλάτωνος εἰπόντος ἡμεῖς δὲ τοῦτο λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἀρχὴ μὲν ἔρωτος ὅρασις, μειοῖ δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια, Φιλήμων ὁ κωμικὸς γράφει· "ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἶτ’ ἐς ἐλπίδα ἐνέπεσον· οὕτω γίνεται ἐκ τούτων ἔρως." Ἀλλὰ καὶ Δημοσθένους εἰπόντος πᾶσι γὰρ ἡμῖν ὁ θάνατος ὀφείλεται καὶ τὰ ἑξῆς, ὁ Φανοκλῆς ἐν Ἔρωσιν ἢ Καλοῖς γράφει· "ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ ποτ’ ἔστιν ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα."

希罗多德在关于斯巴达人格劳科斯的叙述中称,皮提亚神谕说试探神明与实际为之具有同等性质,对此阿里斯托芬说道: “盖意念与行动具有同等力量,”而在他之前爱利亚的巴门尼德说道: “盖思想与存在乃是同一的。” 难道不是当柏拉图说道: “我们或许可以并非不当地说:爱之始乃是视觉,希望减轻此种受动,记忆滋养之,习见维持之,”喜剧诗人菲莱蒙写道: “众人皆先观看,继而惊叹,随后凝视,然后坠入希望;爱情便依此由这些而生”吗? 在德摩斯梯尼说道: “盖我们所有人皆欠有一死”及随后的言辞之后,法诺克勒斯在《爱情篇或美男子》中写道: “然而命运三女神的丝线不可解开,凡我们这些在大地上食土产者,绝无可逃脱之时。”

语法注3 条
  1. 6.2.21εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν

    包含无人称结构(ἦν+不定式 διάγειν)的与事实相反的条件句。条件从句中的未完成过去时 ἦν 表可能性,不带 ἄν;主句则为带 ἄν 的 οὐκ ἂν ἦν。分词宾格 διαφυγόντας 作不定式 διάγειν 的逻辑主语。

  2. 6.2.22ὃς οἶδ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.

    倒错结构(破格):以主格关系从句(ὃς οἶδ'...)开端,主节却转为无人称表达(χρεών+不定式 σκοπεῖν),宾格分词 ἰδόντα 承接前述关系从句的意义主体,充当不定式的宾格逻辑主语。

  3. 6.2.23τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι

    间接引语(φήσαντος ... εἰπεῖν)支配的宾格不定式结构。两个带冠词的不定式 τὸ πειρηθῆναι 与 τὸ ποιῆσαι 由 καί 连接,作为不定式 γενέσθαι 的复合主语,ἴσον 为其表语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.20-6.2.23