- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.2.16-6.2.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出不仅在诗歌中,在哲学、历史和修辞学领域中,希腊作家之间亦频繁存在思想与文句的借用与巧合,并列举了多组文本对照加以证实。
Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν,1 καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἢ φίλον ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ· "τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;" Ξενοφῶν δὲ εἴρηκεν· οὐκ ἂν ἐχθροὺς ἄλλως πως βλάψειεν ἄν τις ἢ φίλος δοκῶν εἶναι. Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου· Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν; Θρασύμαχος ἐν τῷ ὑπὲρ Λαρισαίων λέγει· Ἀρχελάῳ δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρῳ;
为了不让哲学与历史,乃至修辞学,显得未曾经历同样的检验,在此列举它们之中的少数事例亦合情合理。 克罗同的阿尔克迈翁说道: “防备敌人易,防备朋友难,”索福克勒斯在《安提戈涅》中作诗道: “难道还有比恶友更大的伤创吗?” 色诺芬则说道: “除非装作朋友,否则人断无法以其他方式伤害仇敌。” 此外,欧里庇得斯在《忒勒福斯》中说道:“我们身为希腊人,难道要服侍异族人吗?”色拉叙马霍斯在《为拉里萨人辩》中说道: “我们身为希腊人,难道要服侍身为异族人的阿耳刻拉奥斯吗?”
Ὀρφέως δὲ ποιήσαντος· "ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὑδάτεσσιν ἀμοιβή, ἐκ δὲ ὕδατος μὲν γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ· ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα·" Ἡράκλειτος ἐκ τούτων συνιστάμενος τοὺς λόγους ὧδέ πως γράφει· ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ· ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς· "τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος· ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν." Καὶ Πλάτωνος μὲν λέγοντος διὰ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὕς ἂν διὰ πλείστου ποιῶνται,2 θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν Μένανδρος πεποίηκεν· "ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος. "
当奥路菲作诗道: “水属于灵魂,对水而言死亡乃是转化;水生大地,大地复生水;灵魂正是由此变易整个以太;”赫拉克利特基于这些观点构筑其言论,大约写道: “对灵魂而言变为水即是死亡,对水而言变为大地即是死亡;水由大地而生,灵魂由水而生。” 确实,当毕达哥拉斯派的阿塔玛斯说道: “如此,万物之本原乃无始无生,其根基实为四者:火、水、气、土;凡生成之物的生成皆出于此,”阿克拉加斯人恩培多克勒作诗道: “首先且听万物的四重根基:火、水、土,以及以太无垠之高天;因为过去所有、将来所有、现存的一切皆由它们而生。” 当柏拉图说道: “正因如此,洞悉人事的神明,亦将他们最器重之人更早地从生存中解脱出来,”米南德作诗道: “神所爱者夭折。”
Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος· "τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ, "ἐν δὲ τῷ Φοίνικι· "τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, "Ὑπερείδης λέγει· ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν· χρὴ γὰρ τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι. Ἔτι Θεόγνιδος ποιήσαντος· "χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄνσχετος ἄτη, Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ· εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λέληθεν ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει, τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι, καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον, "Εὐριπίδης μὲν γράφει· "ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν, τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;" Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει· χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.
当欧里庇得斯在《俄诺马奥斯》中写道: “我们借由眼前之物推断隐而不见之物,”又在《菲尼克斯》中写道: “隐秘之事依理当借由确证得见,”绪珀里得斯说道: “凡隐而不见之事,施教者必当凭借确证与或然之理加以探寻。” 再者,当伊索克拉底说道: “当以过去之事推断未来之事,”安多喀得斯毫不迟疑地说道: “因为当以过去发生之事为确证,以论断将要发生之事。” 此外,塞奥格尼斯作诗道: “伪劣的金银之害尚可忍受,居尔努斯啊,且明智之人易于察明;但若友人胸怀伪诈之心,腹藏诡计,此乃神赐予凡人最不可辨之伪物,知晓此事比一切皆更令人心痛,”欧里庇得斯写道: “啊,宙斯,为何你赐予人类辨识伪金的明证,而对于恶人当以何辨别,其躯体上却未生就任何印记?” 绪珀里得斯自己亦说道: “在人的面庞上,并无任何思维的印记。”
Πάλιν Στασίνου ποιήσαντος· "νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει, "Ξενοφῶν λέγει· ὁμοίως γάρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο. Σοφοκλέους τε ἐν Ἀντιγόνῃ ποιήσαντος· "μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων,3 οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ, "Ἡρόδοτος λέγει· μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω. Πρὸς τούτοις Θεοπόμπου ποιήσαντος· "δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ, "καὶ πρό γε τούτου Σοφοκλέους ἐν τῷ Πηλεῖ· "Πηλέα τὸν Αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ καὶ ἀναπαιδεύω πάλιν· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ, "Ἀντιφῶν ὁ ῥήτωρ λέγει· γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ, ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων· ἄρ’, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γένοιτ’ ἄν.
再者,斯塔西诺斯作诗道: “杀其父而留其子者乃是愚夫,”色诺芬说道: “因为我此刻所为似乎正如一人杀了其父,却饶恕了他的儿子。” 索福克勒斯在《安提戈涅》中作诗道: “父母既已归于冥府,便再无兄弟可以降生,”希罗多德说道: “父母既已不在,我便不再有别的兄弟。” 此外,德奥彭波斯作诗道: “依正理而言,老者二次为童,”在此之前索福克勒斯在《珀琉斯》中作诗道: “我孤身留守,引导厄阿科斯之子珀琉斯的残年,重加哺育;因日渐衰老之人复又成为孩童,”演说家安提丰说道: “盖赡养老者宛如抚育孩童,”哲学家柏拉图亦说道: “故此看来,老者当二度为童。”
- 6.2.16Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν
περιίδωμεν(动词 περιορῶ“忽视、坐视”的臆想不定过去式)引导目的从句(Ὡς μὴ...),以宾格 τήν τε φιλοσοφίαν 等为宾语,并带有补足形容词 ἄμοιρον,后者支配属格 τοῦ ὁμοίου ἐλέγχου。全句骨架意为“免得我们坐视哲学、历史乃至修辞学未曾参与同样的审视”。
- 6.2.17οὕς ἂν διὰ πλείστου ποιῶνται
介词短语 διὰ πλείστου 与中动态 ποιῶνται 结合,相当于习惯用法 περὶ πλείστου ποιεῖσθαι,意为“视为最珍贵、最加重视”,关系代词 οὕς 为其直接宾语。
- 6.2.19μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων
属格独立结构。τετευχότων 为动词 τυγχάνω 的完成时分词。此处意为“当父母已归于冥府之时”,在结构和句意上与后文希罗多德的引文 μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων(“父母已不在人世时”)完全对应。
