- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.18.162-6.18.165
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了诺斯替者如何适度地将希腊哲学作为点心辅料来运用,同时斥责了沉溺于诡辩之人,敦促希腊人摆脱偶像崇拜以进至至高的知识(诺斯替),并强调凡人根本无法传讲关于神的真理。
Ὁ γνωστικὸς δ’ ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑλληνικῆς ἐφάπτεται φιλοσοφίας, οἷον τρωγάλιόν τι ἐπὶ τῷ δείπνῳ παροψώμενος, οὐ τῶν κρειττόνων ἀμελήσας, προσλαβὼν δέ, ἐφ’ ὅσον πρέπει, καὶ ταῦτα δἰ ἃς προεῖπον αἰτίας. οἱ δὲ τῶν οὐκ ἀναγκαίων καὶ περιττῶν τῆς φιλοσοφίας ὀρεχθέντες καὶ μόνοις τοῖς ἐριστικοῖς προσανέχοντες σοφίσμασι τῶν ἀναγκαίων καὶ κυριωτάτων ἀπελείφθησαν, τὰς σκιὰς ἀτεχνῶς τῶν λόγων διώκοντες. καλὸν μὲν οὖν τὸ πάντα ἐπίστασθαι· ὅτῳ δὲ ἀσθενεῖ ἐπεκτείνεσθαι ἡ ψυχὴ1 πρὸς τὴν πολυμαθῆ ἐμπειρίαν, τὰ προηγούμενα καὶ βελτίω αἱρήσεται μόνα. ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει. καὶ γὰρ οὖν εὖ πως ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος· εἰ φιλοσοφητέον, φιλοσοφητέον· αὐτὸ γάρ τι αὑτῷ ἀκολουθεῖ· ἀλλ’ εἰ καὶ μὴ φιλοσοφητέον·2 οὐ γάρ τις καταγνῴη ἄν τινος μὴ τοῦτο πρότερον ἐγνωκώς. φιλοσοφητέον ἄρα.
另一方面,对于我们而言,诺斯替者始终专注于最为首要的事物;然而,若碰巧有了离开首要之事的闲暇与休歇之时,他便不会沉溺于其他怠惰,而是涉猎希腊哲学,犹如在正餐时品尝某种点心小食,并非忽视了更优越的事物,而是出于我前文所述的原因,在合宜的限度内将这些亦加以接纳。然而,那些渴望哲学中非必要且多余之物,并一味执着于争辩性诡辩的人,全然是在追逐言辞的阴影,从而自必要且最为首要的事物中脱落了。懂得一切事物固然是美善的;但若一人的灵魂过于羸弱,不足以扩展至博学的经验,他便将只拣选首要且更善之物。因为真正的科学——即我们所说唯有诺斯替者方能拥有的——乃是借由真实而坚确的论证通往对原因的认识的牢固把握;而凡在任何事物上深谙真者,亦立即深谙关于同一事物的假者。事实上,那著名的论断在我看来确有其道理:“若是必须践行哲学,那就必须践行哲学(因为这一推论从自身得出);即使并非必须践行哲学,[亦必须践行哲学](因为若不事先认识一事,便无法对其加以谴责)。因此,必须践行哲学。”
Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο· ἡμῖν δὲ οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἐπεὶ μηδὲν ἀπεικόνισμα τοῦ θεοῦ οἷόν τε ἐν γενητοῖς εἶναι, προσεπιδιδάσκεσθαι δὲ ὡς οὐδὲ τούτων ὧν σέβουσι τὰ ἀγάλματα εἶεν ἂν αἱ εἰκόνες· οὐ γάρ πω τοιοῦτον κατὰ τὸ σχῆμα τὸ τῶν ψυχῶν γένος ὁποῖα διαπλάσσουσιν Ἕλληνες τὰ ξόανα. ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, ἄλλων δὲ ἄλλον τρόπον κτήματα.
既然情况如此,希腊人便应当借由律法与先知彻底学会仅敬拜独一的神,即真实存在的全能者;随后借由使徒受教于此:“对于我们而言,世上并没有偶像”,因为在被造物中绝不可能存在神的画像;并且还当进一步受教:这些雕像甚至并非他们所敬奉之存在的画像。因为灵魂的种族绝无可能具有希腊人所塑造的木雕偶像那样的外形。灵魂是不可见的,不仅理性的灵魂如此,就连无理性的动物的灵魂亦是如此;而它们的身体绝不可能成为灵魂本身的部分,身体只是工具:对某些灵魂是栖居之所,对另一些是载具,对其余的则是以其他方式拥有的财产。
ἀλλ’ οὐδὲ τῶν ὀργάνων τὰς εἰκόνας οἷόν τε ἀπομιμεῖσθαι ἐναργῶς, ἐπεὶ καὶ τὸν ἥλιόν τις, ὡς ὁρᾶται, πλασσέτω καὶ τὴν ἶριν τοῖς χρώμασιν ἀπεικαζέτω. ἐπὰν δὲ ἀπολείπωσι τὰ εἴδωλα, τότε ἀκούσονται τῆς γραφῆς· ἐὰν μὴ πλεονάσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, τῶν κατὰ ἀποχὴν κακῶν δικαιουμένων, τῷ μετὰ τῆς ἐν τούτοις τελειώσεως καὶ τὸν πλησίον ἀγαπᾶν καὶ εὐεργετεῖν δύνασθαι, οὐκ ἔσεσθε βασιλικοί. ἡ ἐπίτασις γὰρ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὸν γνωστικὸν δείκνυσιν. οὕτως τις κατὰ τὸ ἡγεμονοῦν τοῦ οἰκείου σώματος, τὴν κεφαλήν, ταγείς. ἐπὶ τὴν ἀκρότητα τῆς πίστεως χωρήσας, τὴν γνῶσιν αὐτήν, περὶ ἣν πάντα ἐστὶ τὰ αἰσθητήρια, ἀκροτάτης ὁμοίως τεύξεται τῆς κληρονομίας. τὸ δὲ ἡγεμονικὸν τῆς γνώσεως σαφῶς ὁ ἀπόστολος τοῖς διαθρεῖν δυναμένοις ἐνδείκνυται, τοῖς Ἑλλαδικοῖς ἐκείνοις γράφων Κορινθίοις ὧδέ πως· ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι,3 οὐ τὴν ἐπέκτασιν τοῦ κηρύγματος τὴν κατὰ τὸν τόπον λέγων (ἐπεὶ καὶ ἐν Ἀχαΐᾳ πεπλεονακέναι τὴν πίστιν αὐτός φησιν, φέρεται δὲ κἀν ταῖς Πράξεσι τῶν ἀποστόλων καὶ ἐν ταῖς Ἀθήναις κηρύξας τὸν λόγον), ἀλλὰ τὴν γνῶσιν διδάσκει, τελείωσιν οὖσαν τῆς πίστεως, ἐπέκεινα περισσεύειν τῆς κατηχήσεως κατὰ τὸ μεγαλεῖον τῆς τοῦ κυρίου διδασκαλίας καὶ τὸν ἐκκλησιαστικὸν κανόνα. διὸ καὶ ὑποβὰς ἐπιφέρει· εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. πλὴν οἵ γε ἐπὶ τῷ κατειλῆφθαι τὴν ἀλήθειαν αὐχοῦντες τῶν Ἑλλήνων εἰπάτωσαν ἡμῖν, παρὰ τίνος μαθόντες ἀλαζονεύονται. παρὰ θεοῦ μὲν γὰρ οὐκ ἂν φήσαιεν, παρὰ ἀνθρώπων δὲ ὁμολογοῦσιν. καὶ εἰ τοῦτο, ἤτοι γε παρ’ ἑαυτῶν ὀψὲ ἐκμαθόντες, ὥσπερ ἀμέλει καὶ τετυφωμένοι τινὲς αὐτῶν αὐχοῦσιν, ἢ παρ’ ἑτέρων τῶν ὁμοίων. ἀλλ’ οὐκ ἐχέγγυοι διδάσκαλοι περὶ θεοῦ λέγοντες ἄνθρωποι, καθὸ ἄνθρωποι· οὐ γὰρ ἀξιόχρεως ἄνθρωπός γε ὢν καὶ περὶ θεοῦ τἀληθῆ λέγειν, ὁ ἀσθενὴς καὶ ἐπίκηρος περὶ τοῦ ἀγεννήτου καὶ ἀφθάρτου καὶ τὸ ἔργον περὶ τοῦ πεποιηκότος.
然而,甚至连这些工具的形象亦不可能清晰地加以摹仿;那么就让某人照其所见去塑造太阳,或者用色彩去摹画彩虹吧!当他们离弃偶像之时,他们便会听见圣经的话:“你们的义若不胜于文士和法利赛人的义” ——他们仅凭远离恶事而被称为义——“即在这等完全之上,还能爱邻舍并行善,你们就绝不能成为属天国的人。”因为依照律法的义的深化,正表明了诺斯替者的身份。如此,凡按照自身躯体的统率部分(即头部)得以安立、进至信仰的顶峰即知识本身(所有感官皆分布于其周围)的人,亦同样将获得至高的产业。使徒向那些能够明辨之人清楚地指出了知识的统率性质,他给那些希腊之地的哥林多人如此写道:“且有盼望,随着你们信心的增长,照着我们的准则在你们中间得以极其显大,得以在你们以外的地区传福音”,此处他并非指按地理空间对宣讲的扩展(因为他自己亦说信心在亚该亚已经充盈,且在《使徒行传》中亦记载了他在雅典宣讲圣道),而是教导说:知识作为信心的完满,乃是按照主的教训的崇高与教会的规条,溢出于蒙学教导之外。因此他紧接着补充道:“即便在言语上粗鲁,在知识上却并非如此。” 无论如何,那些自夸已经把握真理的希腊人,且让他们告诉我们,他们是从谁那里学来以致如此狂妄自夸的。因为他们绝不会说来自神,而是承认来自人。若是如此,他们要么是晚近从自己那里学来的——正如他们当中某些自命不凡者所吹嘘的那样——要么是从其他类似的人那里学来的。然而,人作为人,在谈论神的事情上并非可靠的导师;因为仅作为一个凡人,不足以论及关于神的真理:羸弱且易朽坏者无法论及未生且不朽者,被造之物亦无法论及创造者。
- 6.18.162ὅτῳ δὲ ἀσθενεῖ ἐπεκτείνεσθαι ἡ ψυχὴ
不定关系代词与格 ὅτῳ 作领属/关涉与格(“对无论何人而言”),限定动词 ἀσθενεῖ(ἀσθενέω 的现在时直陈式主动语态第三人称单数,“无力、过于软弱而无法……”)以主格 ἡ ψυχὴ 为主语,并支配不定式 ἐπεκτείνεσθαι。整句构成一个条件性关系从句(“凡灵魂过于孱弱而无法扩展至博学经验之人”),作为主节动词 αἱρήσεται 的逻辑主语。
- 6.18.162ἀλλ’ εἰ καὶ μὴ φιλοσοφητέον
源自亚里士多德《劝勉篇》著名的两难推论。与前句“εἰ φιλοσοφητέον, φιλοσοφητέον”相对照,在条件从句“即使不应当践行哲学”之后,省略了结论主句的动词性形容词“[仍应当践行哲学(φιλοσοφητέον)]”。后文“若不先予认识便不能谴责”给出了省略的主句得以成立的逻辑依据。
- 6.18.164εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι
引自《哥林多后书》10:16。副词 ὑπερέκεινα(在……之外/彼方)借由介词 εἰς 与冠词 τὰ 结合而被名词化。克莱门特紧接着解释(οὐ τὴν ἐπέκτασιν...),此处的“你们以外”不可从字面的地理空间(“远于你们的地区”)来理解,而应视为超越基础要理教导、进入作为信心完满的“属灵知识(诺斯替)”的质的跃升。
