← 亚历山太的革利免

杂记

§6.17.159-6.17.161

驳哲学源自魔鬼与神圣摄理的秩序

作者驳斥了哲学源于魔鬼的荒谬观点,论证律法与哲学皆出自神圣摄理,旨在导向基督里的普遍呼召。随后阐明了传授益处的三种方式,以及由父、子及从属中保所构成的摄理等级秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17.159

πῶς οὖν οὐκ ἄτοπον τὴν ἀταξίαν καὶ τὴν ἀδικίαν προσνέμοντας τῷ διαβόλῳ ἐναρέτου πράγματος τοῦτον, τῆς φιλοσοφίας, δοτῆρα ποιεῖν; κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας γίγνεσθαι γεγονέναι τῆς θείας προνοίας τε καὶ γνώμης.1 ἔμπαλιν δ’, οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἑκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον ἀποδιδόναι. ὡς γὰρ ἡ λύρα μόνου τοῦ κιθαριστοῦ καὶ ὁ αὐλὸς τοῦ αὐλητοῦ, οὕτως τὰ προτερήματα τῶν ἀγαθῶν ἀνδρῶν ἐστι κτήματα, καὶ καθάπερ φύσις τοῦ ἀγαθοποιοῦ τὸ ἀγαθοποιεῖν, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν. κακὸν δὲ οὐκ ἂν ποιήσαι ἀγαθός, ὡς οὐδὲ τὸ φῶς σκοτώσει ἢ ψύξει τὸ πῦρ. οὕτως ἔμπαλιν ἡ κακία οὐκ ἄν τι ἐνάρετον ποιήσαι· ἐνέργεια γὰρ αὐτῆς τὸ κακοποιεῖν ὡς τοῦ σκότους τὸ συγχεῖν τὰς ὄψεις· οὐ τοίνυν κακίας ἔργον ἡ φιλοσοφία ἐναρέτους ποιοῦσα. λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστίν, καὶ πάνθ’ ὅσα παρὰ θεοῦ δίδοται, καλῶς δίδοταί τε καὶ λαμβάνεται. ναὶ μὴν ἡ χρῆσις τῆς φιλοσοφίας οὐκ ἔστιν ἀνθρώπων κακῶν· ἀλλ’ εἰ τοῖς ἀρίστοις τῶν Ἑλλήνων δέδοται, δῆλον καὶ ὅθεν δεδώρηται, παρὰ τῆς κατ’ ἀξίαν τὰ προσήκοντα ἑκάστοις ἀπονεμούσης δηλονότι προνοίας. εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δἰ ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ,2 Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.

那么,既然把无序与不义归咎于魔鬼,却又使他成为德性之物——即哲学——的赐予者,岂非荒谬至极?因为如此一来,他在促使希腊人成为善人方面,便大有比神圣摄理与旨意更为友善的危险了。相反,我认为,将相称的、固有的和应得的事物分配给各人,正是律法与一切正确理性所特有的功能。正如竖琴仅属于琴师,长笛仅属于笛手一样,各种优势皆是善人的产业;行善者以行善为其本性,正如火以温热、光以照明为其本性一样。善人断不会行恶,正如光不会带来黑暗,火不会带来寒冷一样。反之亦然,恶德断不能造就任何有德之事;因为恶德的运作便是行恶,犹如黑暗的运作便是扰乱视线一样。因此,使人有德的哲学绝非恶德的产物。于是剩下的结论必定是,哲学属于神,行善乃是祂独有的作为;凡由神所赐的一切,皆被完满地赐下,并被完满地领受。再者,哲学的运用绝不属于恶人;哲学若被赐予希腊人中的至善之士,则它从何处赐下自不待言,显而易见是出自那按各人应得而分配适宜之物的摄理。因此,理所当然地,律法被赐予犹太人,哲学被赐予希腊人,直至主的降临;此后则是普遍的呼召,因着双方——希腊人与外邦人,更确切地说是全人类——唯一的独一之神,借由独一的主,依照出于信仰的教训,将他们召集成为属于公义的独特子民。

§6.17.160

Φιλοσοφίαν πολλάκις εἰρήκαμεν τὸ κατὰ φιλοσοφίαν ἐπιτευκτικὸν τῆς ἀληθείας, κἂν μερικὸν τυγχάνῃ· ἤδη δὲ καὶ τὰ ἐν τέχναις ἀγαθὰ ὡς ἐν τέχναις θεόθεν ἔχει τὴν ἀρχήν. ὡς γὰρ τὸ τεχνικῶς τι ποιεῖν ἐν τοῖς τῆς τέχνης θεωρήμασι περιέχεται, οὕτω τὸ φρονίμως ὑπὸ τὴν φρόνησιν τέτακται· ἀρετὴ δὲ ἡ φρόνησις· καὶ ἴδιον αὐτῆς γνωρίζειν τά τε ἄλλα καὶ πολὺ πρότερον τὰ καθ’ ἑαυτήν· ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπείων ἀγαθῶν. τοῦ θεοῦ δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. θεόθεν ἥκειν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις διδάσκουσα εἴρηκεν ἡ γραφή. δυνάμει θείᾳ καὶ ἰσχύι τῆς διαδόσεως καθηκούσης εἰς ἀνθρωπίνην βοήθειαν. αὐτίκα τρεῖς τρόποι πάσης ὠφελείας τε καὶ μεταδόσεως ἄλλῳ παρ’ ἄλλου, ὃ μὲν κατὰ παρακολούθησιν ὡς ὁ παιδοτρίβης σχηματίζων τὸν παῖδα, ὃ δὲ καθ’ ὁμοίωσιν ὡς ὁ προτρεπόμενος ἕτερον εἰς ἐπίδοσιν τῷ προεπιδοῦναι, καὶ ὃ μὲν συνεργεῖ τῷ μανθάνοντι, ὃ δὲ συνωφελεῖ τὸν λαμβάνοντα. τρίτος δέ ἐστιν τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δἰ ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς ἤδη ἐντριβεστέρῳ, προστάττῃ ἐξ ὀνόματος τὸ πάλαισμα.

我们屡次说过,哲学乃是依循哲学获取真理的能力,纵使其恰巧只是部分的真理。不仅如此,诸技艺中作为技艺的美善之物,其开端亦源自神。因为以技艺方式行事如何被包涵在技艺的原理中,明智地行事亦同样被置于明智之下。明智是一种美德,其特有功能是认识其他事物,更且远为优先地认识关涉自身的事务;而智慧作为一种能力,无非是对神圣与属人之善的知识。 “地和其中所充满的,都属神。”圣经如此说,教导人们美善之事乃是由神临到世人,其分配凭着神圣的权能与力量达于人类的襄助。例如,从一人传递给另一人的凡一切益处与分享,共有三种方式:其一依循指导,如同体操教练规范少年的形体;其二依循效法,如同先求自身长进而促使他人长进者,前者协助学习者,后者共同造福领受者。第三种方式则是依循命令,即当教练不再塑造学习者,亦不再亲自示范角力动作供少年模仿,而是向已经更富经验的学生直呼动作之名下达指令之时。

§6.17.161

ὁ γνωστικὸς τοίνυν θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν ὀνίνησι τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων. ἀμέλει καὶ αὐτὸς τοῖς ἴσοις παρὰ τοῦ κυρίου ὠφέληται. οὕτως οὖν καὶ ἡ θεόθεν διατείνουσα εἰς ἀνθρώπους ὠφέλεια γνώριμος καθίσταται, συμπαρακαλούντων ἀγγέλων· καὶ δἰ ἀγγέλων γὰρ ἡ θεία δύναμις παρέχει τὰ ἀγαθά, εἴτ’ οὖν ὁρωμένων εἴτε καὶ μή. τοιοῦτος καὶ ὁ κατὰ τὴν ἐπιφάνειαν τοῦ κυρίου τρόπος. ὁτὲ δὲ καὶ κατὰ τὰς ἐπινοίας τῶν ἀνθρώπων καὶ τοὺς ἐπιλογισμοὺς ἐμπνεῖ τι ἡ δύναμις καὶ ἐντίθησι ταῖς φρεσὶν ἰσχύν τε καὶ συναίσθησιν ἀκριβεστέραν, μένος τε καὶ θάρσος προθυμίας ἐπί τε τὰς ζητήσεις ἐπί τε τὰ ἔργα παρέχουσα. ἔκκειται δ’ ὅμως καὶ πρὸς μίμησίν τε καὶ ἐξομοίωσιν ἡμῖν θαυμαστὰ τῷ ὄντι καὶ ἅγια τὰ τῆς ἀρετῆς ὑποδείγματα διὰ τῶν ἀναγεγραμμένων πράξεων. καὶ μὲν δὴ καὶ τὸ τῆς προστάξεως εἶδος ἐμφανέστατον διά τε τῶν διαθηκῶν τῶν κυριακῶν διά τε τῶν παρ’ Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν φιλοσοφίαν παρηγγελμένων. καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δἰ υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.3

因此,诺斯替者从神领受了施惠的能力,便行造就之事:有的借由指导予以塑造,有的借由效法予以激励,有的则以命令予以训育和教导。当然,他自己亦从主那里以同等的方式蒙受恩惠。如此,由神延及世人的益处便显明出来,并有天使共同劝勉;因为无论天使显形与否,神圣权能亦借由他们提供美善之物。依照主的显现而设立的方式亦是如此。有时,这权能亦在世人的构想与思索中吹入某种灵气,将力量与更敏锐的知觉注入心灵,为探求与实践赋予热忱的意志与勇气。然而,借由被记录下的诸般作为,德性的真正绝妙且神圣的范例亦陈明于我们面前,供我们模仿与效法。不仅如此,命令的形态借由主的诸约、希腊人中的诸法律,乃至依照哲学所传达的诫命,皆极为显著地彰显出来。简而言之,今生的一切益处,按至高原理而言,乃是由掌管万物的父全能神借由子所成就的——正如使徒所言,子亦因此是“万人的救主,更是信徒的救主”;而按直接的次序而言,则是依照直接邻近第一因的主所发的指令与命令,由接近各人的从属者所成就的。

语法注3 条
  1. 6.17.159κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας γίγνεσθαι γεγονέναι τῆς θείας προνοίας τε καὶ γνώμης

    主语承前文指魔鬼(τοῦτον),动词 κινδυνεύει 与不定式 γεγονέναι 构成人称句式(“有成为……的危险/势必变成……”)。主格补足语 εὐμενέστερος 支配比较属格 τῆς θείας προνοίας τε καὶ γνώμης,以此揭示魔鬼竟比神圣摄理与旨意更善待希腊人这一荒谬推论。介词短语 εἰς τὸ ἀγαθοὺς ἄνδρας γίγνεσθαι 为带冠词的不定式,表示目的或结果(“就促使其成为善人而言”)。

  2. 6.17.159συνάγοντος δἰ ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ

    现在分词属格 συνάγοντος 与先行词 τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ(“双方唯一的独一之神”)保持一致。在句法上,它承接无动词短语 ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική(“此后则是普遍的呼召”),构成属格绝对构文或表方式、原因的附加修饰,表现神借着独一的主将信徒聚集为一的主导行为。

  3. 6.17.161κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν

    通过 μέν...δέ 的对比,前半句的 κατὰ μὲν τὸν ἀνωτάτω λόγον(“按至高原理而言”)与 κατὰ δὲ τὸ προσεχές(“按直接的次序而言”)形成对偶。形容词 προσεχής 的多重出现体现了摄理运作的层级秩序:副词性短语(κατὰ τὸ προσεχές)、直接施惠的中保(ὑπὸ τῶν προσεχῶν ἑκάστοις,指接近各人的天使或教师),以及直接顺接第一因(父神)的主基督(τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.17.159-6.17.161