- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.17.156-6.17.158
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述哲学是统摄领悟与论证之明智的体现,源自神圣摄理与人类推论的协力,并阐明神如何全知地监临万物,通过天使与卓越的受托领导者施行教化与治理。
Διαφορωτέρας ἄρα αἰσθήσεως φιλοσοφία μεταλαβοῦσα, ὡς ἐκ τῶν προειρημένων δεδήλωται, φρονήσεως μετέχει. ἡ γοῦν περὶ τῶν νοηθέντων λογικὴ διέξοδος μετὰ αἱρέσεως καὶ συγκαταθέσεως διαλεκτικὴ λέγεται, βεβαιωτικὴ μὲν τῶν περὶ ἀληθείας λεγομένων δἰ ἀποδείξεως, διακρουστικὴ δὲ τῶν ἐπιφερομένων ἀποριῶν. κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν1 πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον αὐτῶν τυγχάνῃ. οὐκ ἂν δὲ τὴν ἀρχὴν ὑπέστη τι τῶν ὄντων ἀβουλήτως ἔχοντος τοῦ θεοῦ, εἰ δὲ βουλομένου, θεόθεν ἡ φιλοσοφία, τοιαύτην εἶναι βουληθέντος αὐτήν, οἵα ἐστίν, διὰ τοὺς μὴ ἄλλως ἢ οὕτως ἀφεξομένους τῶν κακῶν. ὁ γάρ τοι θεὸς πάντα οἶδεν, οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ ἐσόμενα καὶ ὡς ἔσται ἕκαστον, τάς τε ἐπὶ μέρους κινήσεις προορῶν πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει, γυμνὴν ἔσωθεν τὴν ψυχὴν βλέπων, καὶ τὴν ἐπίνοιαν τὴν ἑκάστου τῶν κατὰ μέρος ἔχει δἰ αἰῶνος, καὶ ὅπερ ἐπὶ τῶν θεάτρων γίνεται καὶ ἐπὶ τῶν ἑκάστου μερῶν κατὰ τὴν ἐνόρασίν τε καὶ περιόρασιν καὶ συνόρασιν, τοῦτο ἐπὶ τοῦ θεοῦ γίνεται. ἀθρόως τε γὰρ πάντα καὶ ἕκαστον ἐν μέρει μιᾷ προσβολῇ προσβλέπει, οὐ πάντα μέντοι κατὰ τὴν προηγουμένην ἐπέρεισιν.2
因此,正如前文所阐明的,哲学因分享了更优越的感知而分有了明智。无论如何,关于被理解之物、伴随着抉择与赞同的逻辑展开被称为辩证法,它借由论证确证关乎真理的陈述,并驳斥所提出的疑难。因此,那些宣称哲学并非从神来到这里的人,便面临落入宣称神不可能认识一切个别事物、亦非一切善事之肇因的危险,哪怕这些善事中每一桩都恰属个别事物。然而,若违背神的意志,存在物中没有任何事物起初能够成立;若是出于祂的意志,哲学便源于神,因为神为了那些唯有如此才能脱离罪恶的人,定意让哲学成为如今这般模样。因为神实可知晓万事,不仅包括现存之物,亦包括将来之事以及各物将如何存在;祂预见个别的运动,“鉴察万事,垂听万物”,从内里洞见赤裸的灵魂,永恒地知悉每一个别事物的意念。如同在剧场以及各自的诸部分上依照直视、环视与统览所发生的情形一样,在神身上也是如此。因为祂以单一的注视一举洞察万物以及居于其间的每个局部,尽管并非全凭首要的关照。
ἤδη γοῦν πολλὰ τῶν ἐν τῷ βίῳ καὶ διά τινος λογισμοῦ ἀνθρωπίνου λαμβάνει τὴν γένεσιν, θεόθεν τὴν ἔναυσιν εἰληφότα. αὐτίκα ἡ ὑγεία διὰ τῆς ἰατρικῆς καὶ ἡ εὐεξία διὰ τῆς ἀλειπτικῆς καὶ ὁ πλοῦτος διὰ τῆς χρηματιστικῆς λαμβάνει γένεσίν τε καὶ παρουσίαν κατὰ πρόνοιαν μὲν τὴν θείαν, κατὰ συνεργίαν δὲ τὴν ἀνθρωπίνην. θεόθεν δὲ καὶ ἡ σύνεσις. αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει. διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις, ὧν χάριν αὐτὰ ἐποίησεν ὁ θεός· πρὸς γὰρ τῶν ἀγαθῶν χρῆσιν ἀνδρῶν ἡ τῶν θεοδωρήτων δύναμις πέφυκεν. ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πως τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχάς, τῶν ἐν μέρει θείων λειτουργῶν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας· κατά τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἱ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους ἐνίοις ἀποτετάχαταί τινες.3
实际上,今生中的许多事物经由神领受了火种,也借着人的某种推理而得以生成。例如,经由医术获得的健康、经由健美术获得的体质、经由理财术获得的财富,固然依循神圣摄理,却也依循人的协力而获得生成与显现。理解力亦来自神。例如,善人的自由抉择最顺服神的意志。因此,许多优势虽为善人与恶人所共有,却仅对良善热忱之人是有益的,神正是为了他们而造了这些优势;因为神赐之物的权能本性上就是为善人所用的。不仅如此,有德之人的构想亦是由神圣灵感而生,这是在灵魂被以某种方式整饬、神圣意志被播撒进人类灵魂之中时产生的,掌管局部的神圣侍从在此类服事中予以襄助;因为天使的护佑已分配给各邦国与城邦,或许也有一些〔天使〕已被委派给个别人中的某些人。
ὁ γοῦν ποιμὴν καὶ τῶν καθ’ ἕκαστον κήδεται προβάτων, καὶ μάλιστα τούτοις σύνεστι προσεχεστέρα ἡ ἐπισκοπή, ὅσοι διαπρεπεῖς τὰς φύσεις τε καὶ δυνατοὶ τὰ πλήθη συνωφελεῖν ὑπάρχουσιν. οὗτοι δ’ εἰσὶν οἱ ἡγεμονικοὶ καὶ παιδευτικοί, δἰ ὧν ἡ ἐνέργεια τῆς προνοίας ἀριδήλως δείκνυται, ὁπηνίκα ἂν ἢ διὰ παιδείας ἢ δἰ ἀρχῆς τινος καὶ διοικήσεως εὖ ποιεῖν ἐθέλῃ τοὺς ἀνθρώπους ὁ θεός. ἐθέλει δὲ πάντοτε· διὸ συγκινεῖ τοὺς ἐπιτηδείους εἰς τὴν ὠφέλιμον ἐξεργασίαν τῶν πρὸς ἀρετήν τε καὶ εἰρήνην καὶ εἰς εὐποιίαν συντεινόντων. τὸ δὲ ἐνάρετον πᾶν ἀπ’ ἀρετῆς τέ ἐστι καὶ πρὸς ἀρετὴν ἀναφέρεται, καὶ ἤτοι πρὸς τὸ γενέσθαι σπουδαίους δίδοται ἢ πρὸς τὸ ὄντας χρῆσθαι4 τοῖς κατὰ φύσιν προτερήμασι· συνεργεῖ γὰρ ἔν τε τοῖς καθ’ ὅλου ἔν τε τοῖς ἐπὶ μέρους.
无论如何,牧人固然顾念每一只羊,而更为细致的监临则尤其伴随着那些天资卓绝且有能力共同造福大众的人。这些人便是具备主导与教化能力的人,每当神意欲借由教化或借由某种统治与治理而施惠于世人时,摄理的作为便借由他们昭然显现。而神始终如此意愿;因此祂感动合适的人,促使他们有益地践行导向美德、和平与善行之事。而一切有德之物皆既源于美德,又归于美德,其被赋予,要么是为了让人变得热忱,要么是为了让已然具备美德者使用本性上的优势;因为神在普遍之事与个别之事上皆施予协力。
- 6.17.156κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν
动词 κινδυνεύουσι 接不定式 λέγειν,意为“面临……断言的危险”。随后 λέγειν 统领两个并列的宾格加不定式分句:ἀδύνατον εἶναι...(其中 γινώσκειν τὸν θεόν 充当表语形容词 ἀδύνατον 的真正主语)与 μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον(以希腊化时期陈述不定式否定词 μηδέ 引导,共享 τὸν θεόν 为主语)。这一层层嵌套的句式揭示了那些否认哲学源于神的人所必然陷入的神学谬误。
- 6.17.156οὐ πάντα μέντοι κατὰ τὴν προηγουμένην ἐπέρεισιν
承前省略了动词 προσβλέπει 的补充性短语。介词短语 κατὰ τὴν προηγουμένην ἐπέρεισιν 具有斯多亚及教父哲学的术语色彩,指“首要的关注/直接的投向”,意在说明神虽然一览无余地洞察万有,但并非对一切细微事物都以同等的直接意向为首要专注。
- 6.17.157ἀποτετάχαταί τινες
ἀποτετάχαται 是动词 ἀποτάσσω 的完成时中被动态第三人称复数,带有古风/爱奥尼亚式词尾 -αται,相当于古典雅典散文中的迂回形式 ἀποτεταγμένοι εἰσίν。主语为不定代词 τινες(某些天使),表示被委派分管个别人的天使们。
- 6.17.158πρὸς τὸ ὄντας χρῆσθαι
πρὸς τὸ 搭配不定式 χρῆσθαι 构成表目的的冠词性不定式(“为了使用”)。分词 ὄντας 为宾格,充当不定式 χρῆσθαι 的逻辑主语,并承接前一平行分句中的 σπουδαίους,意为“作为已经成为热忱者的人,去使用自然本性上的优势”。
