← 亚历山太的革利免

杂记

§6.17.152-6.17.155

从信仰到认识的进阶与明智的诸般形态

克莱门特论证了以信仰为基石迈向认识的必然性,指出哲学亦是神圣摄理赐予人类如外袍般的预备教育。他结合工匠与蛇的事例,梳理了“明智”在不同领域的诸般表现(如领悟、认识、信仰、技艺与经验等),并强调信者所领受的圣灵乃是真正统御性的恩赐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17.152

ὡς δὲ τῷ χεῖρας ἔχοντι τὸ λαβεῖν κατὰ φύσιν καὶ τῷ ὀφθαλμοὺς ὑγιαίνοντας κεκτημένῳ τὸ φῶς ἰδεῖν, οὕτως τῷ πίστιν εἰληφότι τὸ γνώσεως μεταλαβεῖν οἰκεῖον πέφυκεν, εἰ προσεξεργάσασθαι καὶ προσοικοδομῆσαι χρυσόν, ἄργυρον, λίθους τιμίους τῷ καταβληθέντι θεμελίῳ γλίχοιτο. οὐ τοίνυν ὑπισχνεῖται βούλεσθαι μεταλαμβάνειν, ἀλλὰ ἄρχεται· οὐδὲ μέλλειν, ἀλλ’ εἶναι βασιλικόν τε καὶ φωτεινὸν καὶ γνωστικὸν καθῆκεν,1 οὐδὲ ὀνόματι, ἀλλ’ ἔργῳ ἐθέλειν ἅπτεσθαι τῶν πραγμάτων προσῆκεν. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς διὰ τὸ ἡγεμονικὸν τῆς κτίσεως ἁπάσης, σῴζεσθαι βουλόμενος τοῦτο, ἐπὶ τὸ ποιεῖν ἐτράπετο καὶ τὰ λοιπά, πρώτην ταύτην εὐεργεσίαν, τὸ γενέσθαι, ἀπ’ ἀρχῆς παρασχὼν αὐτοῖς· ἄμεινον γὰρ εἶναι πολλῷ τὸ εἶναι τοῦ μὴ εἶναι πᾶς ἄν τις ὁμολογήσειεν. ἔπειτα, ὡς ἐνεδέχετο φύσεως ἔχειν ἕκαστον,2 ἐγένετό τε καὶ γίνεται προκόπτον εἰς τὸ αὑτοῦ ἄμεινον.

正如拥有双手者之摄取乃顺乎自然,拥有健全眼睛者之得见光明亦顺乎自然,同样,对于已领受信仰之人,若渴慕在已奠立的根基上进一步加工并建造金、银、宝石,分享认识也是天然契合的。因此,他并非许诺想要去分享,而是付诸实施;他亦不当迁延迟疑,而理当成为王者般的、光明磊落的且具备诺斯替特质的;他不当企图仅在名目上、而当在实事上亲历诸事。因为神既是美善的,因着全造物之统御要素并愿其得救,便进而造作其余一切,自始便赐予它们这第一项恩惠——得以存在;因为人人都会承认,存在远胜于不存在。继而,按照各物之本性所能承受的程度,它们得以生成,并在向着自身更好状态的迈进中持续生成。

§6.17.153

ὥστ’ οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ μαθητεύουσα προκόπτειν εἰς ἀλήθειαν. ἀλλ’ αἱ μὲν τρίχες ἠρίθμηνται καὶ τὰ εὐτελῆ κινήματα, φιλοσοφία δὲ πῶς οὐκ ἐν λόγῳ; καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως ἐννοήσῃ δίδοσθαι. αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί. τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δι’ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.3

因此,即使哲学也是由神圣摄理所赐予、作为迈向借着基督得完全之预备教育,这并非不近情理,只要它不以受教于蛮族的认识而迈向真理为耻。既然“连头发都被数过了”,微小的动作亦然,哲学又怎会不在考量之中呢?然而,参孙的力气亦被赋予在其发中,以便人能领会:今生诸技艺中那些卑微之物,即在灵魂离去后留弃在地的,亦非脱离神圣能力而赐予。经上随即说道,摄理自上而下,如自头颅经由位居前列者遍及众人,“如同贵重的油”,它说,“流到亚伦的胡须上,流到他的衣襟”(即指这位至大的大祭司,万物藉祂而造,且没有一样不是藉祂而造的);这并非为了肉身的修饰,而哲学则如衣裳般自外披于民众之上。

§6.17.154

οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν προσαγομένην τὴν τῶν ὄντων φύσιν· ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς σύνεσιν ἰδίαν ἄγονται· παραδεξάμενοι δὲ τὸν θεμέλιον τῆς ἀληθείας, δύναμιν προσλαμβάνουσι προϊέναι πρόσω ἐπὶ τὴν ζήτησιν, κἀνθένδε ἀγαπῶσι μὲν μαθητευσάμενοι, γνώσεως δὲ ὀριγνώμενοι σπεύδουσιν εἰς σωτηρίαν. ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ’ ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική. διατείνει δὲ οὐκ ἐπὶ τὰς τέχνας μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν φιλοσοφίαν αὐτήν.

因此,那些以感知之灵共同操练迈向本有觉知的哲学家们,每当他们探究的并非哲学之一隅,而是全然的哲学本身,怀着对真理的热爱且不带自负地为真理作证——即便那是不同见解者所说的美善之言——他们便照着神圣的统理迈向理解;这神圣的统理即那难以言喻的善,它在可行范围内时刻将存在物的本性引向更善。随后,他们不仅与希腊人、亦与蛮族人往来,从共同的操练被引导至特有的理解而归于信仰;接纳了真理的根基后,他们获得了进一步深入探求的力量;自此受教之后,他们便怀抱爱意,向着认识伸手,奔向救恩。正因如此,经上说神将“感知的灵”赐给了工匠,这非他物,正是明智:即灵魂观照存在物、并对类似与不类似的随之而来的事物予以甄别和综合、具有指令与禁诫之权、并能预度未来之事的官能。它不仅延及诸技艺,亦延及哲学本身。

§6.17.155

τί δή ποτε οὖν καὶ ὁ ὄφις φρόνιμος εἴρηται; ἐπεὶ κἀν τοῖς πονηρεύμασιν ἔστιν εὑρεῖν ἀκολουθίαν τινὰ καὶ διάκρισιν καὶ σύνθεσιν καὶ στοχασμὸν τῶν μελλόντων. καὶ τὰ πλεῖστα τῶν ἀδικημάτων διὰ τοῦτο λανθάνει, ὅτι προσοικονομοῦνται σφίσιν οἱ κακοὶ τὸ πάντῃ τε καὶ πάντως τὰς τιμωρίας διαφεύγειν. πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι’ ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ’ ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ’ ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται. ἴδιον δέ ἐστιν ἐκεῖνο καὶ τῷ ὄντι κύριον καὶ ἡγεμονικόν, ὃ ἐπὶ πᾶσι προσλαμβάνει μετὰ τὴν βεβαίαν πίστιν ἅγιον κατ’ ἐπισκοπὴν ὁ πιστεύσας πνεῦμα.4

那么,究竟为何蛇也被称为“聪颖(有明智)”呢?因为即使在恶行之中,亦能发现某种逻辑关联、甄别、综合以及对未来的预度。多数不法之行亦正因此隐而不露,因恶人预先为自己筹划,以便彻底并千方百计地逃避惩罚。然而明智具有多重面相,延展至整个宇宙并贯彻于所有人类事务,依其各个领域而变更其称谓:当它作用于第一原因时,被称为“领悟”;当以论证性言论确证此领悟时,被命名为“认识”、“智慧”与“科学”;当它存在于导向敬虔的事物中,不经观照而依照其内所行之持守接纳初源之道时,被称为“信仰”;当在可感事物中确证那在这些事物中看似最真实的表象时,被称为“正确意见”;在包含手工操作的行为中,被称为“技艺”;而在不经对第一原因之观照,仅凭对类似事物的留心与推移而产生某种冲动与建构之时,被称为“经验”。然而,唯有信者在坚固的信仰之后,按照监临而于万物之上额外领受的圣灵,才是真正主导且具统御性的独特恩赐。

语法注4 条
  1. 6.17.152καθῆκεν

    无人称动词 καθήκει 的未完成过去时。表示适宜、应当或职责的动词(如 καθῆκεν、προσῆκεν、ἔδει、ἐχρῆν 等)的未完成过去时常不带 ἄν,用以表达当前理应如此的规范性状态或义务。

  2. 6.17.152ὡς ἐνεδέχετο φύσεως ἔχειν ἕκαστον

    动词 ἔχειν 在此与属格 φύσεως 连用作不及物用法,表示处于某种状态(“就本性而言处于……状态”),φύσεως 是表示范围或关涉的属格。全句意为“按照各物在本性上所能承受的状态”。

  3. 6.17.153ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής

    名词性句结构,省略了谓语动词(承接上文的 διήκει,或省略了表示存在与覆戴的 ἐστί / περιτίθεται)。它呼应了前句的对比构词“οὐκ εἰς τὸν τοῦ σώματος κόσμον”,核心骨架为“哲学并非用于身体的修饰,而是如衣裳般披于民众的外侧”。

  4. 6.17.155ὃ ἐπὶ πᾶσι προσλαμβάνει μετὰ τὴν βεβαίαν πίστιν ἅγιον κατ’ ἐπισκοπὴν ὁ πιστεύσας πνεῦμα

    极为明显的跨置修辞(hyperbaton)结构。关系代名词 ὃ 的先行词为 ἐκεῖνο;关系从句的主语为置于后部的 ὁ πιστεύσας,谓语为 προσλαμβάνει,宾语为被大幅隔离的 ἅγιον ... πνεῦμα。全句的修饰骨架为:信者(ὁ πιστεύσας)在坚固的信仰之后(μετὰ τὴν βεβαίαν πίστιν),照着监临(κατ’ ἐπισκοπὴν),在一切之上额外领受的(ἐπὶ πᾶσι προσλαμβάνει)圣灵(ἅγιον πνεῦμα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.17.152-6.17.155