- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.17.149-6.17.151
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出希腊哲学家徒有神的名目并讲究言辞之美却无真正的认识,唯有通过探求与操练的学习,方能达于对真理本身的认识并同化于神。
Ἀλλ’, ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν. τὰ φιλοσοφούμενα δὲ παρ’ αὐτοῖς κατὰ τὸν Ἐμπεδοκλέα "ὡς διὰ πολλῶν δὴ γλώσσης ἐλθόντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.1" ὡς γάρ που τὸ ἀπὸ τοῦ ἡλίου φῶς δἰ ὑελοῦ σκεύους πλήρους ὕδατος μεθοδεύει ἡ τέχνη εἰς πῦρ, οὕτω καὶ ἡ φιλοσοφία ἐκ τῆς θείας γραφῆς τὸ ἐμπύρευμα λαβοῦσα ἐν ὀλίγοις φαντάζεται. ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον. οὐ γὰρ περὶ θεοῦ τι λέγουσιν, ἀλλὰ τὰ ἑαυτῶν πάθη ἐπὶ θεὸν ἀνάγοντες ἐξηγοῦνται. γέγονεν γὰρ αὐτοῖς ὁ βίος τὸ πιθανὸν ζητοῦσιν, οὐ τὸ ἀληθές· ἐκ μιμήσεως δὲ ἀλήθεια οὐ διδάσκεται, ἀλλ’ ἐκ μαθήσεως. οὐ γὰρ ἵνα δόξωμεν εἶναι χρηστοί, εἰς Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ’ ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ γενέσθαι βασιλέα καρπουμένων.2
然而,看来希腊的哲学家们虽称呼神,却不认识祂,因为他们并未以配得神的方式敬奉神。而照着恩培多克勒的说法,他们中间所探讨的哲学命题: “委实经过了众人的舌头,徒然地从众口倾泻而出,他们仅见到了整体的微末部分。” 因为正如技艺借由装满水的水晶器皿将来自太阳的光转变为火,哲学亦是从神圣经籍中取得火种,仅在极少数人中得以显现。再者,正如一切动物呼吸同样的空气,但不同的物种以不同的方式且为了不同的功用而呼吸,多数人亦是如此追求真理,或者更确切地说是追求关于真理的言论。因为他们并未说出关于神的任何事,而是将自身的诸般情欲归于神来加以解释。因为他们的一生都是在追求盖然性而非真理中度过的;然而真理不是通过模仿传授的,而是通过学习传授的。因为我们信靠基督并非为了显得良善,正如同我们走到阳光下并非仅仅为了显得是在阳光中,而是在这里为了取暖,在那里为了成为美善之人,我们奋力成为基督徒,正因为天国属于强力夺取之人,他们从探求、学习以及完全的共同操练中收获成为王者的果实。
ὁ μιμούμενος ἄρα τὴν δόκησιν δολοῖ καὶ τὴν πρόληψιν. ὅταν δέ τις ἔναυσμα λαβών του πράγματος ἐξάψῃ τοῦτο ἔνδον ἐν τῇ ψυχῇ πόθῳ καὶ μαθήσει, πάντα ἐπὶ τούτοις κινεῖ πρὸς τὸ ἐπιγνῶναι. οὗ γάρ τις μὴ ἀντιλαμβάνεται, οὐδὲ ποθεῖ αὐτὸ οὐδὲ ἀσπάζεται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. τὸ ὕστερον οὖν ὁ γνωστικὸς ἐπὶ τέλει τῶν κατορθωμάτων μιμεῖται τὸν κύριον, εἰς ὅσον ἐφικτὸν ἀνθρώποις, ποιότητά τινα κυριακὴν λαβὼν εἰς ἐξομοίωσιν θεοῦ. οἱ δὲ μὴ ἐπιστάμενοι τὴν γνῶσιν οὐδὲ κανονίζειν δύνανται τὴν ἀλήθειαν. μεταλαμβάνειν οὖν τῶν γνωστικῶν θεωρημάτων οὐχ οἷόν τε, ἐὰν μὴ τῶν προτέρων διανοημάτων κενώσωμεν ἑαυτούς. ἁπλῶς γὰρ οὕτως ἀλήθεια κοινῶς λέγεται παντὸς νοητοῦ τε καὶ αἰσθητοῦ. αὐτίκα ἔνεστι θεάσασθαι καὶ ζωγραφίας ἀλήθειαν παρὰ τὴν δημώδη καὶ μουσικῆς σεμνότητα παρὰ τὴν ἀκόλαστον. καὶ φιλοσοφίας οὖν ἐστιν ἀλήθειά τις παρὰ τοὺς ἄλλους φιλοσόφους καὶ κάλλος ἀληθινὸν παρὰ τὸ δεδολωμένον. οὔκουν ποτὲ τὰς ἐπὶ μέρους ἀληθείας, καθ’ ὧν ἡ ἀλήθεια κατηγορεῖται, αὐτὴν δὲ τὴν ἀλήθειαν πολυπραγμονητέον,3 οὐκ ὀνόματα ζητοῦντας μαθεῖν· τὸ γὰρ περὶ θεοῦ πρᾶγμα οὐκ ἔστιν ἕν, ἀλλὰ μυρία, διαφέρει δὲ τὸν θεὸν ζητεῖν ἢ τὰ περὶ θεοῦ. καθόλου δὲ εἰπεῖν περὶ ἑκάστου πράγματος τῆς οὐσίας τὰ συμβεβηκότα διακριτέον.
因此,模仿之人是在伪造意见与先验观念。但每当有人取得某事物的火种,并以渴慕与学习在灵魂内将其点燃时,他便以此为基础调动一切以求达于完全的认识。因为人若未曾把握之物,他既不会渴慕它,亦不会欣然接纳由此而来的益处。因此,诺斯替者最终在诸般善行的巅峰,在人力可及的范围内效法主,获得了某种属于主的品质以同化于神。而那些不晓得认识的人,甚至无法确立真理的准绳。因此,若我们不将自己从先前的观念中倒空,便不可能分享诺斯替的诸般观照。因为就这样单纯而言,真理普遍地被述说于每一可知与可感觉的事物之上。例如,人们可以看见相较于庸俗绘画的绘画真理,以及相较于放荡音乐的音乐尊严。因此在哲学中,相较于其他哲学家亦有某种真理存在,相较于被伪造的美亦有真正的美。因此,绝不可去穷究那些被述为真理的个别真理,亦不可寻求学习名目,而当探究真理本身;因为关于神的事体并非单一,而是千差万别,追求神与追求关于神的事物是大不相同的。概括而言,必须就每一事物将偶性与其实体区分开来。
Καί μοι ἀπόχρη φάναι θεὸν εἶναι τὸν κύριον πάντων. αὐτοτελῶς δὲ λέγω τὸν κύριον πάντων, οὐδενὸς ὑπολειπομένου κατὰ ἐξαίρεσιν. ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ’ Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ παρ’ ἡμῖν ἐστι τοῖς βαρβάροις. αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μή τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιστῆται τῶν λεγομένων καὶ τοῖς καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν. οὐ τοίνυν περὶ τὴν λέξιν, ἀλλὰ περὶ τὰ σημαινόμενα ἀναστρεπτέον. τοῖς μὲν οὖν τῆς λέξεως ἀντιληπτικοῖς καὶ μὴ κινηθεῖσι πρὸς γνῶσιν οὐ πιστεύεται ὁ λόγος, ἐπεὶ καὶ οἱ κόρακες ἀνθρωπείας ἀπομιμοῦνται φωνὰς ἔννοιαν οὐκ ἔχοντες οὗ λέγουσι πράγματος, ἀντίληψις δὲ νοερὰ πίστεως ἔχεται. οὕτως καὶ Ὅμηρος εἶπεν πατὴρ ἀνδρῶν τε θεῶν τε, μὴ εἰδὼς τίς ὁ πατὴρ καὶ πῶς ὁ πατήρ.
对我而言,宣称万有之主是神便已足矣。我所说的万有之主是完全绝对的,绝无任何例外留存。既然真理有两种形式,即名目与实事,那些专注于言辞之美的人,即希腊的哲学家们,讲述的是名目,而实事则属于我们这些外邦蛮族。例如,主绝非无故地乐意取了卑微的肉身形态,以免有人赞美其仪容并惊叹其俊美,便偏离了所讲之道,因依恋于被遗弃的外物而与可知界的事物隔绝。因此,人不应当专注于字句,而应当专注于所指的事理。因此,对于那些仅仅领会字句而未被触动迈向认识的人,这道是不会被相信的,因为就连乌鸦也能模仿人的声音,对其所说之物却毫无理解,而理智的领会则紧系于信仰。荷马亦是如此说道: “人与众神之父”,却并不晓得父是谁,也不晓得祂如何为父。
- 6.17.149ὀλίγον τοῦ παντὸς ἰδόντων
此句引自恩培多克勒残篇。分词 ἰδόντων(阳性属格复数)在语法性上未与前文的中性属格复数名词 στομάτων(口)保持一致,而是依意义一致原则(constructio ad sensum)指向开口之人。
- 6.17.149βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ γενέσθαι βασιλέα καρπουμένων
βιαστῶν ἐστιν 为属格表所有构式(“天国属于强取之人”)。阳性属格复数分词 καρπουμένων 修饰 βιαστῶν,并支配定冠词不定式短语 τὸ γενέσθαι βασιλέα(“成为王者”)作为其直接宾语。
- 6.17.150οὔκουν ποτὲ τὰς ἐπὶ μέρους ἀληθείας, καθ’ ὧν ἡ ἀλήθεια κατηγορεῖται, αὐτὴν δὲ τὴν ἀλήθειαν πολυπραγμονητέον
动形容词 πολυπραγμονητέον 作非人称使用,直接支配宾格补足语(τὰς ἐπὶ μέρους ἀληθείας 与 αὐτὴν τὴν ἀλήθειαν)。否定词 οὔκουν... 与 δέ... 形成呼应对比结构:“不当探求个别真理,而当探求真理本身”。
