- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.16.146-6.16.148
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者对十诫后半部分进行寓意阐释,将孝敬父母、奸淫、杀人、偷盗与贪欲诸诫命,分别阐发为对真神与智慧的虔敬、摈弃假道与偶像崇拜,以及承认天主的创造主权与普遍摄理。
Ὁ δὲ πέμπτος ἑξῆς ἐστι λόγος περὶ τιμῆς πατρὸς καὶ μητρός. πατέρα δὲ καὶ κύριον τὸν θεὸν λέγει σαφῶς. διὸ καὶ τοὺς ἐπιγνόντας αὐτὸν υἱοὺς ἀναγορεύει καὶ θεούς. κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ’, ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ’ ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν. καὶ ἔστι δἰ αὑτὴν αἱρετή. πᾶν τε αὖ τὸ καλὸν καὶ σεμνὸν παρὰ τοῦ θεοῦ δἰ υἱοῦ γιγνώσκεται. Ἕπεται τούτῳ ὁ περὶ μοιχείας λόγος. μοιχεία δ’ ἐστίν, ἐάν τις καταλιπὼν τὴν ἐκκλησιαστικὴν καὶ ἀληθῆ γνῶσιν καὶ τὴν περὶ θεοῦ διάληψιν ἐπὶ τὴν μὴ προσήκουσαν ἔρχηται ψευδῆ δόξαν, ἤτοι θεοποιῶν τι τῶν γενητῶν ἢ καὶ ἀνειδωλοποιῶν τι τῶν μὴ ὄντων εἰς ὑπέρβασιν, μᾶλλον δὲ ἔκβασιν γνώσεως. ἀλλοτρία δὲ τοῦ γνωστικοῦ ἡ ψευδὴς δόξα ὥσπερ ἡ ἀληθὴς οἰκεία τε καὶ σύζυγος.
接续的第五条诫命是关于孝敬父母。经文清楚地称天主为父与主。因此,它亦将认识祂的人宣告为儿子与神明。因此,万物的创造者乃是主与父;而母亲并非如某些人所说,是我们由此而生的实体(质料),亦非如其他人所解释的乃是教会,而是神圣的认识与智慧,正如所罗门所言,他称智慧为义人之母。且智慧因其自身便是值得拣选的。再者,一切美善与庄严之事,皆由天主借着圣子得为人所认识。 紧随其后的是关于奸淫的诫命。所谓的奸淫,是指人若离弃教会性的、真确的认识以及对天主的领悟,转而走向不恰当的虚假意见,或将受造物中的某物奉为神明,或将不存在之物塑为偶像,以致逾越界限,甚或彻底偏离认识。虚假的意见对于知解者(诺斯替者)而言是异己的,正如同真实的意见是他所专属且如配偶一般。
διόπερ καὶ ὁ γενναῖος ἀπόστολος ἕν τι τῶν τῆς πορνείας εἰδῶν τὴν εἰδωλολατρείαν καλεῖ ἀκολούθως τῷ προφήτῃ λέγοντι· ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον· τῷ ξύλῳ εἶπεν ὅτι πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· σὺ ἐγέννησάς με. Ἔπειτα ὁ περὶ φόνου λόγος ἐπακολουθεῖ. φόνος δὲ ἔξαρσίς ἐστι βιαία. τὸν οὖν ἀληθῆ λόγον περὶ θεοῦ καὶ τῆς ἀιδιότητος αὐτοῦ ὁ βουλόμενος ἐξαίρειν, ἵνα τὸ ψεῦδος ἐγκρίνῃ, λέγων ἤτοι ἀπρονόητον εἶναι τὸ πᾶν ἢ τὸν κόσμον ἀγένητον ἢ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων ἐξωλέστατος.1 Μετὰ δὲ τοῦτον ὁ περὶ κλοπῆς ἐστι λόγος. ὡς οὖν ὁ κλέπτων τὰ ἀλλότρια μεγάλως ἀδικῶν εἰκότως περιπίπτει τοῖς ἐπαξίοις κακοῖς, οὕτως ὁ τὰ θεῖα τῶν ἔργων σφετεριζόμενος διὰ τέχνης ἤτοι πλαστικῆς ἢ γραφικῆς καὶ λέγων ἑαυτὸν ποιητὴν εἶναι τῶν ζῴων καὶ φυτῶν, ὁμοίως τε οἱ τὴν ἀληθῆ φιλοσοφίαν ἀπομιμούμενοι κλέπται εἰσί. κἂν γεωργός τις ᾖ κἂν πατὴρ παιδίου, διάκονός ἐστι σπερμάτων καταβολῆς, ὁ θεὸς δὲ τὴν πάντων αὔξησιν καὶ τελείωσιν παρέχων εἰς τὸ κατὰ φύσιν προσάγει τὰ γινόμενα.
正因如此,尊贵的使徒亦遵循那位如此说的先知,将偶像崇拜称为淫乱的一种形态: “她与木头和石头行淫;对木头说:‘你是我的父亲’,对石头说:‘你生了我。’” 随后接续的是关于杀人的诫命。杀人乃是一种强暴的除灭。因此,凡企图除灭关于天主及其永恒性的真道,以便迎纳虚妄之人——声称万有绝无护佑,或世界未经生成,抑或[否定]依循真确教训所确立之事——乃是极其毁灭败坏之人。 在此之后是关于偷盗的诫命。因此,正如偷盗他人之物者犯下大罪,理所当然地遭遇应得的灾祸,同样,借由雕塑或绘画技艺侵夺神之作为,并声称自己是动物与植物的制作者的人,以及那些剽窃模仿真正哲学的人,皆是贼人。即便有人是农夫或孩童的生父,他也仅仅是播下种子的仆役;而提供万物的生长与成全、并将生成之物引向依循本性状态的,乃是天主。
οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπὰς τοῖς ἄστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ’ αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων.2 τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἱ δυνάμεις αἱ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτά τε πείθεται ἄγεταί τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ᾗ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεία δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν. ὁ τοίνυν ἑαυτὸν φάμενος ἐπινενοηκέναι τι ἢ πεποιηκέναι τῶν πρὸς δημιουργίαν συντεινόντων εὔθυναν ὑφέξει τοῦ ἀσεβοῦς τολμήματος. Δέκατος δέ ἐστιν ὁ περὶ ἐπιθυμιῶν ἁπασῶν λόγος. καθάπερ οὖν ὁ τῶν μὴ καθηκόντων ἐπιθυμῶν εὐθύνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐκ ἐφεῖται ψευδῶν πραγμάτων ἐπιθυμεῖν οὐδὲ ὑπολαμβάνειν τῶν ἐν γενέσει τὰ μὲν ἔμψυχα ἐξ ἑαυτῶν δύνασθαι, τὰ δὲ ἄψυχα καθάπαξ μὴ δύνασθαι σῴζειν ἢ βλάπτειν· κἄν τις λέγῃ τὴν ἀντίδοτον ἰᾶσθαι μὴ δύνασθαι καὶ τὸ κώνειον φθείρειν, σοφιζόμενος λέληθεν.3 οὐδὲν γὰρ τούτων ἐνεργεῖ ἄνευ τοῦ τῇ βοτάνῃ καὶ τῷ φαρμάκῳ χρωμένου, ὥσπερ οὐδ’ ἡ ἀξίνη ἄνευ τοῦ κόπτοντος οὐδὲ ὁ πρίων τοῦ πρίζοντος. ὡς δὲ καθ’ ἑαυτὰ μὲν οὐκ ἐνεργεῖ, ἔχει δέ τινας ποιότητας φυσικὰς τῇ τοῦ τεχνίτου ἐνεργείᾳ συντελούσας τὸ οἰκεῖον ἔργον, οὕτως τῇ καθολικῇ τοῦ θεοῦ προνοίᾳ διὰ τῶν προσεχέστερον κινουμένων καθ’ ὑπόβασιν εἰς τὰ ἐπὶ μέρους διαδίδοται ἡ δραστικὴ ἐνέργεια.
然而大多数人连同哲学家们,却首先将生长与运转归因于星辰,竭其所能地将那不知疲倦的权能从万有之父那里剥夺了。然而诸元素与星辰,即各统管之权能,受命执行适合于经纶安排之事,它们自身亦遵从并被加于其上的命令所引导,随主的话语所引领的方向而行,因为神圣的权能本性上是以隐秘的方式运作成全万事。因此,凡声称自己构思或造作了某种有助于造化的事物之人,必为其不敬的僭妄承担审判。 第十条则是关于一切欲望的诫命。因此,正如渴望不合宜之事的人受责一样,以同样的方式,渴望虚假的事物,或认定在生成之物中有生命的凭自身具有能力,而无生命的则绝无能力施救或为害,亦是不被允许的。若有人说解毒剂不能医治,毒芹不能致死,他乃是在用诡辩欺骗自己而不自知。因为若无使用草药与药剂的人,这些事物便无一能发挥功用,正如同斧子没有砍伐者、锯子没有拉锯者便不能发挥功用一样。正如它们自身虽不发挥功用,却具有某些自然的质性,与工匠的运作相配合而成全其本有的功用,照样,借着天主的普遍摄理,生动的力量借由更近接被推动的事物,循序降下而散布传递至个别的事物之中。
- 6.16.147τὸν οὖν ἀληθῆ λόγον περὶ θεοῦ καὶ τῆς ἀιδιότητος αὐτοῦ ὁ βουλόμενος ἐξαίρειν, ἵνα τὸ ψεῦδος ἐγκρίνῃ, λέγων ἤτοι ἀπρονόητον εἶναι· τὸ πᾶν ἢ τὸν κόσμον ἀγένητον ἢ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων ἐξωλέστατος.
句首的前置宾格短语 τὸν οὖν ἀληθῆ λόγον ... αὐτοῦ 是后接不定式 ἐξαίρειν 的直接宾语,而作为主语的分词短语 ὁ βουλόμενος ... ἐξαίρειν 则直接连接表语形容词 ἐξωλέστατος(省略了系动词 ἐστίν),构成破格句结构(anacoluthon)。此外,在并列连词 ἤ 的最后一项 ἢ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων 中,省略了与前述不定式从句相呼应的动词性成分(如表示否定或推翻的分词或不定式)。
- 6.16.148ἀποστεροῦντες τὸ ὅσον ἐπ’ αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων
动词 ἀποστερέω 支配表示“被剥夺者”与“被剥夺物”的双重宾格。在此处,被剥夺者 τὸν πατέρα τῶν ὅλων 与所剥夺的力量 τὴν ἀκάματον δύναμιν 均处于宾格。插入短语 τὸ ὅσον ἐπ’ αὐτοῖς 则是副词性宾格,意为“就他们自身而言 / 竭其所能”。
- 6.16.148σοφιζόμενος λέληθεν
动词 λανθάνω 搭配补充性分词的惯用结构,意为“不知不觉地做某事”或“未察觉到自己在做某事”。此处与 σοφίζομαι(施展诡辩、巧妙立论)连用,表示该人“不自觉地陷入了诡辩”或“在不知不觉中自欺”。
