- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.16.143-6.16.145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了宇宙、天体、人体、人生年龄阶段(引梭伦诗作)及疾病危机期中数字“七”的诸多体现,随后结合《诗篇》与《创世记》阐明神的创造超越时间,且是借着圣子(罗格斯)成就的。
ἑπτὰ μέν εἰσιν οἱ τὴν μεγίστην δύναμιν ἔχοντες πρωτόγονοι ἀγγέλων ἄρχοντες, ἑπτὰ δὲ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τοὺς πλανήτας εἶναί φασιν ἀστέρας τὴν περίγειον διοίκησιν ἐπιτελοῦντας, ὑφ’ ὧν κατὰ συμπάθειαν οἱ Χαλδαῖοι πάντα γίνεσθαι νομίζουσι τὰ περὶ τὸν θνητὸν βίον, παρ’ ὃ1 καὶ περὶ τῶν μελλόντων λέγειν τινὰ ὑπισχνοῦνται, τῶν δὲ ἀπλανῶν ἑπτὰ μὲν αἱ πλειάδες, ἑπτάστεροι δὲ αἱ ἄρκτοι, καθ’ ἃς αἱ γεωργίαι καὶ ναυτιλίαι συμπεραιοῦνται, ἡ σελήνη τε δἰ ἑπτὰ ἡμερῶν λαμβάνει τοὺς μετασχηματισμούς. κατὰ μὲν οὖν τὴν πρώτην ἑβδομάδα διχότομος γίνεται, κατὰ δὲ τὴν δευτέραν πανσέληνος, τρίτῃ δὲ ἀπὸ τῆς ἀποκρούσεως αὖθις διχότομος, καὶ τετάρτῃ ἀφανίζεται. ἀλλὰ καὶ αὐτή, καθάπερ Σέλευκος ὁ μαθηματικὸς παραδίδωσιν, ἑπτάκις μετασχηματίζεται. γίνεται γὰρ ἐξ ἀφεγγοῦς μηνοειδής, εἶτα διχότομος, εἶτα ἀμφίκυρτος πανσέληνός τε καὶ κατὰ ἀπόκρουσιν πάλιν ἀμφίκυρτος διχότομός τε ὁμοίως καὶ μηνοειδής.
首先,拥有最大权能的受造之初的首生天使统治者共有七位;而那些出自数学门类的人所说的、执行地面区域统管之职的行星亦有七颗,迦勒底人认为依循感应,凡关涉必死生命之事皆由它们所促成,因之他们亦声称能预言某些未来的事;在恒星之中,昂星团有七星,大熊与小熊星座各具七星,农耕与航海依循它们得以成全;月亮亦每隔七日发生其形态转化。因此,在第一个七日中月亮成为半月,在第二个七日中成为满月,在亏缺之后的第三个七日中再次成为半月,在第四个七日中则隐没不见。不仅如此,正如天文学家塞琉古所传授的,月亮自身转化形态达七次之多:因为自无光之态它变为蛾眉月,随后成半月,继而凸月,成为满月;并在亏缺时再次成为凸月,同样成为半月,以及蛾眉月。
" ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους, "ποιητής τις οὐκ ἄσημος γράφει καὶ τὴν παλαιὰν λύραν ἑπτάφθογγον εἶναι διδάσκων. ἑπτὰ καὶ περὶ τῷ προσώπῳ τῷ ἡμετέρῳ ἐπίκειται τῶν αἰσθητηρίων τὰ ὄργανα, δύο μὲν τὰ τῶν ὀφθαλμῶν, δύο δὲ τὰ τῶν ἀκουστικῶν πόρων, δύο δὲ τὰ τῶν μυκτήρων, ἕβδομον δὲ τὸ τοῦ στόματος. τάς τε τῶν ἡλικιῶν μεταβολὰς κατὰ ἑβδομάδα γίνεσθαι Σόλωνος αἱ ἐλεγεῖαι δηλοῦσιν ὧδέ πως· "παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν·2 τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, ἥβης ἐκφαίνει σήματα γεινομένης· τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης· τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδι μέγ’ ἄριστος ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχους̓ ἀρετῆς· πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν· τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργα μάταια θέλει· ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος ὀκτώ τ’3 ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη· τῇ δ’ ἐνάτῃ ἔτι μὲν δύναται, μετριώτερα δ’ αὐτοῦ πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ δύναμις· τῇ δεκάτῃ δ’ ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου. "
“伴着七弦的齐特拉琴,我们将歌唱崭新的赞歌,”一位颇负盛名的诗人如此写道,教导我们古时的里拉琴乃是七音的。围绕我们面部的感官器官亦有七个:两个属于眼睛,两个属于听道,两个属于鼻孔,第七个则属于口。人的各年龄阶段的变化乃是按七之数发生,梭伦的哀歌体诗大致如此表明: “孩童尚幼弱而未成少年,长出牙齿的藩篱,初在七年之内将其脱落;当神完成另外的七年之时,他便显现出正在萌发的青春印记;在第三个七年中,随着四肢长大,下颌生须,肤色的光泽随之改变;在第四个七年周期中,人人在力量上臻于极盛最佳,男子视其为卓越的标志;在第五个七年中,男子适龄且念及婚娶,寻求身后子嗣的传续;在第六个七年中,男子的心智在一切事上得以规整,不再同样渴望行虚妄之事;在第七与第八个七年周期中,两者共十四年间,其心智与口舌臻于极盛最佳;在第九个七年中,他虽仍有能力,但与伟大的卓越相比,其体魄与力量已较为温和;及至神完成第十个七年之时,若遇死亡之分,他亦绝非夭折之身。”
πάλιν ἐν ταῖς νόσοις κρίσιμος ἡ ἑβδόμη καὶ ἡ τεσσαρεσκαιδεκάτη, καθ’ ἃς ἡ φύσις διαγωνίζεται πρὸς τὰ νοσοποιὰ τῶν αἰτίων. καὶ μυρία τοιαῦτα ἁγιάζων τὸν ἀριθμὸν παρατίθεται Ἕρμιππος ὁ Βηρύτιος ἐν τῷ Περὶ ἑβδομάδος. σαφῶς δὲ τὸν περὶ ἑβδομάδος τε καὶ ὀγδοάδος μυστικὸν λόγον τοῖς γιγνώσκουσι παραδίδωσιν ὁ μακάριος Δαβὶδ ὧδέ πως ψάλλων· τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. † εἴη δ’ ἂν ἡμᾶς βασιλεύειν.4 ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ προφητεία· αὕτη ἡ βίβλος γενέσεως καὶ τῶν ἐν αὐτοῖς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸ μὲν γὰρ ὅτε ἐγένετο ἀόριστον ἐκφορὰν καὶ ἄχρονον μηνύει,5 τὸ δὲ ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός, τουτέστιν ἐν ᾗ καὶ δἰ ἧς τὰ πάντα ἐποίησεν, ἧς καὶ χωρὶς ἐγένετο οὐδὲ ἕν, τὴν δἰ υἱοῦ ἐνέργειαν δηλοῖ, ὅν φησιν ὁ Δαβίδ· αὕτη ἡ ἡμέρα ἥν ἐποίησεν ὁ κύριος· εὐφρανθῶμεν καὶ ἀγαλλιαθῶμεν ἐν αὐτῇ, τουτέστι κατὰ τὴν δἰ αὐτοῦ γνῶσιν παραδιδομένην τὴν θείαν ἑστίασιν εὐωχηθῶμεν. ἡμέρα γὰρ εἴρηται ὁ φωτίζων τὰ ἐπικεκρυμμένα λόγος καὶ δἰ οὗ εἰς φῶς καὶ γένεσιν ἕκαστον τῶν κτισμάτων παρῆλθεν. καὶ ὅλως ἡ δεκάλογος διὰ τοῦ ἰῶτα στοιχείου τὸ ὄνομα τὸ μακάριον δηλοῖ, λόγον ὄντα τὸν Ἰησοῦν παριστῶσα.
再者,在疾病中,第七日与第十四日是危机之日,在这些日子里,自然与致病的原因奋力交战。贝鲁特的赫尔米普斯在《论七》中列举了数以万计的此类例子以圣化这一数字。而至福的大卫亦向通晓者清楚传述了关于第七与第八的奥秘道理,他如此咏唱道: “我们的岁月如蜘蛛般思量。我们一生的年日其中有七十岁,若在强壮之中,则为八十岁。” 愿我们得以掌权为王!因此,为了让我们被教导明白世界是被造的,却又不致设想天主是在时间之中创造,先知预言接续道: “这是生成之书,是其中诸物的生成,当其造成之时;在天主造天地的那一日。” 因为“当其造成之时”预示着一种无限定且无时间的发生,而“在天主造的那一日”,即在其中且借着它造成了万物、且“没有它,造成的无一物”的那一日,乃表明了借着圣子的作为,大卫论及他道: “这是上主所造的日子,我们要在其中欢喜踊跃,”也就是说,我们要依照借着他所传授的认识,在神圣的筵席上饱享盛宴。因为照亮隐秘之事、且借着他受造物的每一物得以进入光明与生成之中的圣言(罗格斯),被称为“日子”。总之,十诫借由字母约塔表明了那至福之名,指明耶稣便是圣言。
- 6.16.143παρ’ ὃ
介词短语 παρ’ ὅ(介词 παρά 支配中性宾格单数关系代词 ὅ)在此作连接性副词短语,意为“因此”、“由于这一点”(相当于 δι’ ὅ)。它以前文整个事实(迦勒底人认为行星感应支配必死生命)为先行内容,引出他们声称能够预卜未来的推论。
- 6.16.144ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν
引自梭伦的哀歌体诗。不定过去时分词 φύσας 与限定动词 ἐκβάλλει 共同支配宾格直接宾语 ἕρκος ὀδόντων(“牙齿的藩篱”,自荷马以来的齿列诗意表达)。构文表示孩童在生长出牙齿后,在第一个七年中将乳牙脱落。
- 6.16.144ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος ὀκτώ τ’
梭伦诗中的语序倒置(hyperbaton)与关系宾格。其核心结构为 ἑπτὰ δὲ ὀκτώ τ’ ἐν ἑβδομάσιν(“在第七与第八个七年周期中”),数词 ὀκτώ τ’ 被倒置分离到后方。νοῦν καὶ γλῶσσαν 作关系宾格(“在心智与口舌方面”),修饰带有副词性 μέγα 增强语气的表语形容词 μέγ’ ἄριστος。
- 6.16.145εἴη δ’ ἂν ἡμᾶς βασιλεύειν
版本学上标记为存疑/残损(crux)的难点。在构文上,由带 ἄν 的愿望/潜在希求法 εἴη ἄν(非人称用法,表“但愿/或许允许”)支配带不定式的宾格从句 ἡμᾶς βασιλεύειν,意为“愿我们作王统治 / 愿作王之权属于我们”。
- 6.16.145τὸ μὲν γὰρ ὅτε ἐγένετο ἀόριστον ἐκφορὰν καὶ ἄχρονον μηνύει
中性单数定冠词 τό 将经文引语 ὅτε ἐγένετο(“当其造成之时”)名词化,充当主语,与后文的 τὸ δὲ ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός 相对照。名词短语 ἀόριστον ἐκφορὰν καὶ ἄχρονον(“无限定且无时间的表述”)充当谓语动词 μηνύει 的宾格直接宾语。
