← 亚历山太的革利免

杂记

§6.16.140-6.16.142

数字七与八的象征与神圣安息的本质

克莱门阐述了数字七与八的神秘学解释,将其与主的登山变像及字母顺序相联系。他进而解释说,天主的安息并非停止作为,而是维持秩序与使造物脱离混乱,万物乃是同时而非在时间之中被创造的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.16.140

Εἰκότως ἄρα τὸν ἑπτὰ ἀριθμὸν ἀμήτορα καὶ ἄγονον λογίζονται, τὸ σάββατον ἑρμηνεύοντες καὶ τὸ τῆς ἀναπαύσεως εἶδος ἀλληγοροῦντες, καθ’ ἣν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται ἔτι· οὔτε γὰρ ἔκ τινος ἀριθμοῦ ἐπί τινα λαμβάνουσι γίνεται ὁ ἑπτὰ οὔτε ἐπί τινα ληφθεὶς ἀποτελεῖ τῶν ἐντὸς τῆς δεκάδος ἕτερον. τήν τε ὀγδοάδα κύβον καλοῦσι, μετὰ τῶν ἑπτὰ, πλανωμένων τὴν ἀπλανῆ συγκαταριθμοῦντες σφαῖραν, δἰ ὧν ὁ μέγας ἐνιαυτὸς γίνεται οἷον περίοδός τις τῆς τῶν ἐπηγγελμένων ἀνταποδόσεως. ταύτῃ τοι ὁ κύριος τέταρτος ἀναβὰς εἰς τὸ ὄρος ἕκτος γίνεται1 καὶ φωτὶ περιλάμπεται πνευματικῷ, τὴν δύναμιν τὴν ἀπ’ αὐτοῦ παραγυμνώσας εἰς ὅσον οἷόν τε ἦν ἰδεῖν τοῖς ὁρᾶν ἐκλεγεῖσι, δἰ ἑβδόμης ἀνακηρυσσόμενος τῆς φωνῆς υἱὸς εἶναι θεοῦ, ἵνα δὴ οἳ μὲν ἀναπαύσωνται πεισθέντες περὶ αὐτοῦ, ὃ δέ, διὰ γενέσεως, ἣν ἐδήλωσεν ἡ ἑξάς, ἐπίσημος, ὀγδοὰς ὑπάρχων φανῇ, θεὸς ἐν σαρκίῳ τὴν δύναμιν ἐνδεικνύμενος, ἀριθμούμενος μὲν ὡς ἄνθρωπος, κρυπτόμενος δὲ ὃς ἦν· τῇ μὲν γὰρ τάξει τῶν ἀριθμῶν συγκαταλέγεται καὶ ὁ ἕξ, ἡ δὲ τῶν στοιχείων ἀκολουθία ἐπίσημον γνωρίζει τὸ μὴ γραφόμενον.2

因此,他们合情合理地将数字七视为无母且不育之数,以此解释安息日并寓意安息的形态,依此安息,“人们既不再娶也不再嫁”;因为七既非由某数相乘而得,乘以他数亦不在十数之内生成另一数。他们又把八称为立方,是将恒星天球与七大行星一同计入,借由它们,“大年”得以形成,作为所应许之报偿的某种周期循环。正是以此方式,主作为第四人登上山岭,化为第六人,被属灵的光辉所照耀,在他所拣选观看的人所能看见的范围内显露发自他的大能,并通过第七者——那声音——被宣告为天主之子;这是为了使他们因着确信他而得享安息,而他自己,借由六所预示的生成,虽本是第八者,却显现为带有特别记号的卓越者,即天主在肉躯中彰显其大能,虽被算作凡人,却隐藏了其真实身份;因为在数的序列中六本被列入,但字母的次序却将那未写出之符认作特符。

§6.16.141

ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἑκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ἀριθμὸν ἕκτον γίνεται τὸ ζῆτα, καὶ ἕβδομον τὸ η. εἰσκλαπέντος δ’ οὐκ οἶδ’ ὅπως τοῦ ἐπισήμου εἰς τὴν γραφήν, ἐὰν οὕτως ἑπώμεθα, ἕκτη μὲν γίνεται ἡ ἑβδομάς, ἑβδόμη δὲ ἡ ὀγδοάς· διὸ καὶ ἐν τῇ ἕκτῃ ὁ ἄνθρωπος λέγεται πεποιῆσθαι ὁ τῷ ἐπισήμῳ πιστὸς γενόμενος ὡς εὐθέως κυριακῆς κληρονομίας ἀνάπαυσιν ἀπολαβεῖν. τοιοῦτόν τι καὶ ἡ ἕκτη ὥρα τῆς σωτηρίου οἰκονομίας ἐμφαίνει, καθ’ ἣν ἐτελειώθη ὁ ἄνθρωπος. ναὶ μὴν τῶν μὲν ὀκτὼ αἱ μεσότητες γίνονται ἑπτά, τῶν δὲ ἑπτὰ φαίνονται εἶναι τὰ διαστήματα ἕξ. ἄλλος γὰρ ἐκεῖνος λόγος, ἐπὰν ἑβδομὰς δοξάζῃ τὴν ὀγδοάδα καὶ οἱ οὐρανοὶ τοῖς οὐρανοῖς διηγοῦνται δόξαν θεοῦ. οἱ τούτων αἰσθητοὶ τύποι τὰ παρ’ ἡμῖν φωνήεντα στοιχεῖα. οὕτως καὶ αὐτὸς εἴρηται ὁ κύριος ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλος, δι οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεός· ἀγαθὸς γὰρ ὤν, εἰ παύσεταί ποτε ἀγαθοεργῶν, καὶ τοῦ θεὸς εἶναι παύσεται, ὅπερ οὐδὲ εἰπεῖν θέμις.

此处,若依数字本身,各个单位依序保持直至第七与第八;但若依字母之数,泽塔成为第六,埃塔成为第七。然而不知何故,这特符潜入了书写系统,若我们依此而行,第七便成了第六,第八便成了第七;因此在第六日人被说成被造,即那信服这带有印记者的人,得以立刻领受属主产业的安息。救赎经纶的“第六时辰”亦显明了此类意涵,在此时辰人得以成全。确实,八的居中项为七,而七的间距显见为六。因为当第七者颂扬第八者且“诸天向诸天传述天主的荣耀”时,那是另一番道理。它们的可感预表便是我们这里的元音字母。因此主自己亦被称为“阿尔法与欧米伽,起始与终结”,“万物借着他而造成,没有他,造成的无一物”。因此,天主的安息绝非如某些人所认为的那样是天主停止了创造作为;因为他既然是善的,若一旦停止行善,他亦将停止成为天主,这是连说出口都是大不敬的。

§6.16.142

ἔστιν δ’ οὖν καταπεπαυκέναι τὸ τὴν τάξιν τῶν γενομένων εἰς πάντα χρόνον ἀπαραβάτως φυλάσσεσθαι τεταχέναι καὶ τῆς παλαιᾶς ἀταξίας ἕκαστον τῶν κτισμάτων καταπεπαυκέναι·3 αἱ μὲν γὰρ κατὰ τὰς διαφόρους ἡμέρας δημιουργίαι ἀκολουθίᾳ μεγίστῃ παρειλήφεισαν ὡς ἂν ἐκ τοῦ προγενεστέρου τὴν τιμήν, τάξιν ἑξόντων ἁπάντων τῶν γενομένων, ἅμα νοήματι κτισθέντων, ἀλλ’ οὐκ ἐπ’ ἴσης ὄντων τιμίων· οὐδ’ ἄν φωνῇ δεδήλωτο ἡ ἑκάστου γένεσις ἀθρόως πεποιῆσθαι λεχθείσης τῆς δημιουργίας·4 ἐχρῆν γάρ τι καὶ πρῶτον ὀνομάσαι. διὰ τοῦτο ἄρα προεφητεύθη πρῶτα, ἐξ ὧν τὰ δεύτερα, πάντων ὁμοῦ ἐκ μιᾶς οὐσίας μιᾷ δυνάμει γενομένων· ἓν γάρ, οἶμαι, τὸ βούλημα τοῦ θεοῦ ἐν μιᾷ ταὐτότητι. πῶς δ’ ἂν ἐν χρόνῳ γένοιτο κτίσις, συγγενομένου τοῖς οὖσι καὶ τοῦ χρόνου; Ἤδη δὲ καὶ ἐν ἑβδομάσι πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων.

因此,“安息”乃是指定受造之物的秩序在所有世代中不可逾越地得以保守,并使受造物中的每一物从先前的无秩序中止息;因为依照不同日子的创造活动乃是依循至高的次序相继承接,仿佛从较先生成者那里领受尊荣,所有受造之物各具秩序,皆依同一心思同时被造,却非同等尊贵;若创造被说成是一举告成的,每一物的生成便无法通过言语表明;盖因总须有某物被最先命名。正因如此,产生第二者的第一批事物才被先知性地预先说出,尽管万物乃是凭同一权能自同一本质同时而生;因为我认为,天主的旨意在独一的同一性中是唯一的。然而,当时间本身亦是与实存者一同生成时,受造又怎能在时间之中发生呢? 而如今,凡生成之动物与生长之植物的整个宇宙,皆依循以七为单位的周期而运转。

语法注4 条
  1. 6.16.140ὁ κύριος τέταρτος ἀναβὰς εἰς τὸ ὄρος ἕκτος γίνεται

    序数形容词 τέταρτος(第四)与 ἕκτος(第六)在此作表语使用。这指涉登山变像的叙事:耶稣带领三位门徒(彼得、雅各、约翰)上山,故为“第四人”;随着摩西和以利亚的显现,总数变为六人,主自身遂成为“第六人”,由此建立起神秘的数秘学对应。

  2. 6.16.140τὸ μὴ γραφόμενον

    该中性定冠词分词短语指古希腊字母中位列第六但在古典时期已不再作为常规表音文字书写、仅作为数字“6”的记号(即特符 episemon,双伽马/斯蒂格玛)存在的符号。这构成了下文所述字母顺序(zeta为第六,eta为第七)与数值序列(6、7、8)之间错位的理据。

  3. 6.16.142ἔστιν δ’ οὖν καταπεπαυκέναι τὸ τὴν τάξιν τῶν γενομένων εἰς πάντα χρόνον ἀπαραβάτως φυλάσσεσθαι τεταχέναι καὶ τῆς παλαιᾶς ἀταξίας ἕκαστον τῶν κτισμάτων καταπεπαυκέναι

    这是一个利用动词 καταπαύω 的及物/使役与不及物双重词义构成的定义句。主语是完成时不定词 καταπεπαυκέναι(“休息了”),谓语部分由定冠词 τό 引领的两个并列完成时不定词 τεταχέναι(“规定/指定了”)与及物用法的 καταπεπαυκέναι(“使……止息”)构成。作者以此将创世记中天主的“安息”解释为建立秩序与使被造物脱离原初的混乱,而非停止行动。

  4. 6.16.142οὐδ’ ἄν φωνῇ δεδήλωτο ἡ ἑκάστου γένεσις ἀθρόως πεποιῆσθαι λεχθείσης τῆς δημιουργίας

    包含 ἄν 与直陈式过去完成时 δεδήλωτο 的与过去事实相反的虚拟主句。其条件从句由属格独立结构 ἀθρόως πεποιῆσθαι λεχθείσης τῆς δημιουργίας(“若创造被说成是一举告成的”)来承担。克莱门以此说明,圣经中分六日的叙述是由于言语表达必须具有先后顺序的结构性必然,而非创世本身在时间上有先后次序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.16.140-6.16.142