← 亚历山太的革利免

杂记

§6.16.137-6.16.139

十诫前三诫与安息日及数字六的象征

作者属灵地阐发了十诫的前三条诫命(独一真神、不可妄呼名、安息日),将安息日与神圣智慧之光相联系,并旁及论述了数字六在天文学、医学与数论中的完满性与象征意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.16.137

πάλιν τε αὖ ὡς αἴσθησις πρὸς τὸ αἰσθητόν, οὕτως νόησις πρὸς τὸ νοητόν. διτταὶ δὲ καὶ αἱ πράξεις, αἳ μὲν κατ’ ἔννοιαν, αἳ δὲ κατ’ ἐνέργειαν. Καὶ ἡ μὲν πρώτη τῆς δεκαλόγου ἐντολὴ παρίστησιν, ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὸν κατ’ ἀλήθειαν ἔχοντες θεόν. ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα· τοῦτο γὰρ μόνον ἐχώρουν, ὡς καὶ ἔτι νῦν οἱ πολλοί, μαθεῖν) — μὴ φέρειν τούτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια,1 ἃ δὴ οἱ τεχνῖται τῶν ἀνθρώπων πεποιήκασι, καθ’ ὧν ὁ ὢν οὐ τάσσεται· ἐν ταὐτότητι γὰρ ἀγενήτῳ ὁ ὢν αὐτὸς μόνος. τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν· θεὸς γὰρ ἄκμητός τε καὶ ἀπαθὴς καὶ ἀπροσδεής, ἀναπαύλης δὲ ἡμεῖς οἱ σαρκοφοροῦντες δεόμεθα.

此外,正如感觉对于可感物,理智对于可知物亦是如此。行动同样是双重的:一类依循意图,另一类依循效用行动。 十诫的第一条诫命阐明:唯有一位全能的天主,是他把人民从埃及经由旷野领入先祖之地,以便他们能够借由神圣的作为,尽其所能地领会他的大能,脱离对受造物的偶像崇拜,将全部希望寄托于真实存在的天主。第二句话则表明,不可妄取亦不可附会天主崇高的威严(即其圣名;因为他们当时所能领受学会的仅此而已,正如今日大众依然如此)——不可将这圣名的呼求加于受造和虚妄之物上,那些乃是人间匠人所造之物,自存者绝不与它们同列;因为自存者自身独居于非受造的同一性中。第三句话则是指明宇宙是由天主造就的,并且因着现世生活中的劳苦困顿,他赐给我们第七日作为安息;因为天主是不倦、无受动且一无所求的,但我们这些荷肉身者却需要安息。

§6.16.138

ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέγονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα κληρονομεῖται. ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται· τὸ γὰρ φῶς τῆς ἀληθείας φῶς ἀληθές, ἄσκιον, ἀμερῶς μεριζόμενον πνεῦμα κυρίου εἰς τοὺς διὰ πίστεως ἡγιασμένους, λαμπτῆρος ἐπέχον τάξιν εἰς τὴν τῶν ὄντων ἐπίγνωσιν. ἀκολουθοῦντες οὖν αὐτῷ δι’ ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δέ ἐστιν ἀναπαύσασθαι. διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ’ οὐσίαν λέγω) θείων καὶ ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει. ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον,2 ἐπεὶ περὶ ἑβδομάδος καὶ ὀγδοάδος ὁ λόγος παρεισῆλθε· κινδυνεύει γὰρ ἡ μὲν ὀγδοὰς ἑβδομὰς εἶναι κυρίως,3 ἑξὰς δὲ ἡ ἑβδομὰς κατά γε τὸ ἐμφανές, καὶ ἣ μὲν κυρίως εἶναι σάββατον, ἐργάτις δὲ ἡ ἑβδομάς· ἥ τε γὰρ κοσμογονία ἐν ἓξ περαιοῦται ἡμέραις, ἥ τε ἀπὸ τροπῶν ἐπὶ τροπὰς κίνησις τοῦ ἡλίου ἐν ἓξ συντελεῖται μησί, καθ’ ἣν πῇ μὲν φυλλορροεῖ, πῇ δὲ βλαστάνει τὰ φυτὰ καὶ αἱ τῶν σπερμάτων γίνονται τελειώσεις.

因此,第七日被宣告为安息,以戒绝恶行来预备那本原之日——我们真实的安息之所,这确实正是光芒的真正初生,在其中万物皆被总揽参透,万有皆被继承。从这一日起,最初的智慧与认知向我们照耀闪耀;因为真理之光乃是真实、无阴影之光,是主的灵不可分地分施给那些借由信仰成圣之人,如同通向实存者之全备认识的火炬。因此,若终生追随于它,我们便被造就为无情欲受动者,这便是安息。正因如此,所罗门亦说,在天地和万有存在之前,智慧已为全能者所生;对这智慧的分享(我是指依能力的分享,而非依本质的分享)教导人对神圣与属人之事具备把握性的真知。既然讲到了这里,我们亦须顺便提及这些事,因为关于七与八的论述已经从旁切入:因为实际上,八很有可能本真意义上才是七,而显见之七乃是六,前者本真是安息日,而七则是劳作者;盖因创世在六日内告成,太阳由冬夏二至之间的运行亦在六个月内完成,依循这一运行,植物时而落叶,时而萌芽,种子的成熟得以达成。

§6.16.139

φασὶ δὲ καὶ τὸ ἔμβρυον ἀπαρτίζεσθαι πρὸς ἀκρίβειαν μηνὶ τῷ ἕκτῳ, τουτέστιν ἑκατὸν ἡμέραις καὶ ὀγδοήκοντα πρὸς ταῖς δύο καὶ ἡμίσει, ὡς ἱστορεῖ Πόλυβος μὲν ὁ ἰατρὸς ἐν τῷ Περὶ ὀκταμήνων, Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ἐν τῷ Περὶ φύσεως· οἵ τε Πυθαγόρειοι ἐντεῦθεν, οἶμαι, ἀπὸ τῆς τοῦ κόσμου κατὰ τὸν προφήτην γενέσεως, τὸν ἓξ ἀριθμὸν τέλειον νομίζουσι καὶ μεσευθὺν καλοῦσι τοῦτον καὶ γάμον διὰ τὸ μέσον αὐτὸν εἶναι τοῦ εὐθέος, τουτέστι τοῦ δέκα καὶ τοῦ δύο· φαίνεται γὰρ ἴσον ἀμφοῖν ἀπέχων. ὡς δ’ ὁ γάμος ἐξ ἄρρενος καὶ θηλείας γεννᾷ, οὕτως ὁ ἓξ ἐκ περισσοῦ μὲν τοῦ τρία, ἄρρενος ἀριθμοῦ λεγομένου, ἀρτίου δὲ τοῦ δύο, θήλεος νομιζομένου, γεννᾶται· δὶς γὰρ τὰ τρία γίνεται ὁ ἕξ. τοσαῦται πάλιν αἱ γενικώταται κινήσεις, καθ’ ἃς ἡ πᾶσα γένεσις φέρεται, ἄνω κάτω, εἰς δεξιὰ εἰς ἀριστερά, πρόσω ὀπίσω.

人们亦称胎儿在第六个月方精确成形,即在一百八十二天半之时,正如医师波吕波斯在《论八月胎》中所载,哲学家亚里士多德在《论自然》中所记;而毕达哥拉斯学派我想正是由此出发——即依循先知所载的宇宙生成——视数字六为完满之数,称其为“正中”与“婚姻”,因它是直线之数(即十与二)的正中;因它显见与两者的距离均等。正如婚姻由雄性与雌性结合而繁衍,六亦是由被称为雄性数的奇数三与被视为雌性数的偶数二相乘而生;因为二乘三即为六。万物生成赖以运行的最具属级性的运动亦恰为同数,即上、下、右、左、前、后。

语法注3 条
  1. 6.16.137ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα· τοῦτο γὰρ μόνον ἐχώρουν, ὡς καὶ ἔτι νῦν οἱ πολλοί, μαθεῖν) — μὴ φέρειν τούτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια

    在以 ὁ δεύτερος λόγος 为主语、ἐμήνυεν 为动词的宾语结构中,不定式 μὴ φέρειν 在插入句 (ὅπερ ἐστὶ τὸ ὄνομα...) 造成的中断之后作为复述性不定式出现,在句法上对前半句 μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν 的内容作同位语性质的阐释(epexegesis)。

  2. 6.16.138ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον

    在表达必然/义务的无人称动词性形容词 ὑπομνηστέον 之后,动作主体并未采用常规的与格,而是采用了宾格(ἐνταῦθα γενομένους)。这是希腊化及古典时期常见的惯用破格结构,因其在语义上等同于 δεῖ + 宾格 + 不定式(即 δεῖ ἡμᾶς... ὑπομνῆσαι),动作主体遂同化为宾格。

  3. 6.16.138κινδυνεύει γὰρ ἡ μὲν ὀγδοὰς ἑβδομὰς εἶναι κυρίως

    动词 κινδυνεύω 接不定式 εἶναι 构成的习惯用法。此处并非表示字面上的“面临危险”,而是表达盖然性与推论,意为“极有可能”、“在很大程度上当是”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.16.137-6.16.139