- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.16.133-6.16.136
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大的革利免将十诫比作天地造化之象征以及人之官能与灵魂的十重结构,阐明唯有理智的主导部分统御属肉体的灵与情欲,才是“依天主形象”受造的真谛。
Ὑπόδειγμα δ’ ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γεγραμμέναι ἔργον θεοῦ, φυσικὴν ἐμφαίνουσαι δημιουργίαν εὑρεθήσονται·1 δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δἰ ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα. θεοῦ μὲν γὰρ γραφὴ καὶ εἰδοποιία ἐναποκειμένη τῇ πλακὶ δημιουργία τοῦ κόσμου τυγχάνει. ἡ δεκάλογος δὲ κατὰ μὲν οὐράνιον εἰκόνα περιέχει ἥλιον καὶ σελήνην, ἄστρα, νέφη, φῶς, πνεῦμα, ὕδωρ, ἀέρα, σκότος, πῦρ. αὕτη φυσικὴ δεκάλογος οὐρανοῦ. ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνῶν ὁμοίως τά τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἄκαρπα. αὕτη φυσικὴ δεκάλογος γῆς. καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία. τάχα δ’ ἂν εἶεν αἱ δύο πλάκες αὗται δισσῶν προφητεία διαθηκῶν.
顺便,让我们将十诫作为通向认知(诺斯底)之明晰性的范例列置于此。至于“十”是神圣的数,眼下则无需多言。然而,倘若所书写的石版是“天主的作为”,它们便会被发现是彰显出自然的创造(天地受造)。因为天主的指头被理解为天主的大能,天地之受造即借此得以完成,而这两块石版将被理解为这两者(天地)的象征。事实上,贮存于石版之上的天主文字与赋形,正是对宇宙的创造。而十诫依照属天的形象,包含着太阳、月亮、星辰、云彩、光芒、风(灵)、水、空气、幽暗、火。这是属天的自然十诫。而属地的形象则包含人类、牲畜、爬虫、野兽,水生生物中的鱼类与巨鲸,飞禽之中同样有肉食的与食温和饵料的,植物之中亦同样有结果的与不结果的。这是属地的自然十诫。而包含这些的约柜,当是关乎神圣与属人事物的知识与智慧。或许这两块石版亦是对两个盟约的预言。
ἀνεκαινίσθησαν οὖν μυστικῶς, πλεοναζούσης ἀγνοίας ἅμα καὶ ἁμαρτίας. δισσῶς, ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαί, τῷ τε ἡγεμονικῷ τῷ τε ὑποκειμένῳ, ἐπεὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. ἔστι δὲ καὶ δεκάς τις περὶ τὸν ἄνθρωπον αὐτόν, τά τε αἰσθητήρια πέντε καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν καὶ τοῦτο δὴ ὄγδοον τὸ κατὰ τὴν πλάσιν πνευματικόν, ἔνατον δὲ τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ δέκατον τὸ διὰ τῆς πίστεως προσγινόμενον ἁγίου πνεύματος χαρακτηριστικὸν ἰδίωμα. ἔτι πρὸς τούτοις δέκα τισὶν ἀνθρωπείοις μέρεσι προστάσσειν ἡ νομοθεσία φαίνεται, τῇ τε ὁράσει καὶ ἀκοῇ καὶ τῇ ὀσφρήσει ἁφῇ τε καὶ γεύσει καὶ τοῖς τούτων ὑπουργοῖς ὀργάνοις δισσοῖς οὖσι, χερσί τε καὶ ποσίν· αὕτη γὰρ ἡ πλάσις τοῦ ἀνθρώπου.
因此,当无知与罪恶一同泛滥之时,石版便神秘地得以更新。看来,诫命是双重地写给双重的灵,即主导部分与从属部分,因为“肉体抗拒灵起贪欲,灵抗拒肉体起贪欲”。在人自身之中亦有一种“十”存在:五种感官、发声部分、生殖部分,其后作为第八项的是依照赋形而有的属气部分,第九项是灵魂的主导部分,第十项则是通过信仰而附加的圣灵所特有的特征。此外,除这些之外,律法的设立似乎还向十个属人部分发号施令:向视觉、听觉、嗅觉、触觉、味觉,以及服侍这些感觉的双重器官——即双手与双脚;因为这便是人的赋形。
ἐπεισκρίνεται δὲ ἡ ψυχὴ καὶ προσεισκρίνεται τὸ ἡγεμονικόν, ᾧ διαλογιζόμεθα, οὐ κατὰ τὴν τοῦ σπέρματος καταβολὴν γεννώμενον, ὡς συνάγεσθαι καὶ ἄνευ τούτου τὸν δέκατον ἀριθμόν, δἰ ὧν ἡ πᾶσα ἐνέργεια τοῦ ἀνθρώπου ἐπιτελεῖται.2 τῇ τάξει γὰρ εὐθέως γενόμενος ὁ ἄνθρωπος ἀπὸ τῶν παθητικῶν τὴν ἀρχὴν τοῦ ζῆν λαμβάνει. τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι. αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ’ ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν καὶ πάντῃ διά τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος πορευόμενόν τε καὶ πρωτοπαθοῦν διὰ σώματος· τὴν προαιρετικὴν δὲ τὸ ἡγεμονικὸν ἔχει δύναμιν, περὶ ἣν ἡ ζήτησις καὶ ἡ μάθησις καὶ ἡ γνῶσις. ἀλλὰ γὰρ ἡ πάντων ἀναφορὰ εἰς ἓν συντέτακται τὸ ἡγεμονικὸν καὶ δἰ ἐκεῖνο ζῇ τε ὁ ἄνθρωπος καί πως ζῇ.
再者,灵魂是被引介而入的,我们赖以推论思考的主导部分也是被额外引入的,它并非随着种子的播散而生成,以致即便除此以外,也能汇集出“十”这个数目,人的全部活动皆借由它们而达成。因为人一旦依循这一秩序而生成,便立即从被动承受的功能中获得生命的开端。因此我们断言,理性与主导的部分乃是这活物得以构成的动因,亦是非理性部分得着生命并成为其一部分的动因。随即,维生能力——其中涵括营养、生长以及总体上的运动——被分配给属肉体的灵;这灵敏于运动,贯通感官与其余肉体各处而巡行,并经由肉体首先感受触动。而主导部分则拥有抉择的能力,探索、学习与认知皆围绕此能力展开。盖因万物之归宿皆统合于唯一的主导部分,人不仅借其活着,更借其得以如是生活。
διὰ τοῦ σωματικοῦ ἄρα πνεύματος αἰσθάνεται ὁ ἄνθρωπος, ἐπιθυμεῖ, ἥδεται, ὀργίζεται, τρέφεται, αὔξεται· καὶ δὴ καὶ πρὸς τὰς πράξεις διὰ τούτου πορεύεται τὰς κατ’ ἔννοιάν τε καὶ διάνοιαν, καὶ ἐπειδὰν κρατῇ τῶν ἐπιθυμιῶν, βασιλεύει τὸ ἡγεμονικόν. τὸ οὖν οὐκ ἐπιθυμήσεις οὐ δουλεύσεις φησὶ τῷ σαρκικῷ πνεύματι, ἀλλὰ ἄρξεις αὐτοῦ, ἐπεὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ εἰς τὸ παρὰ φύσιν ἀτακτεῖν ἐπανίσταται, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸς εἰς τὴν κατὰ φύσιν τοῦ ἀνθρώπου διεξαγωγὴν ἐπικρατεῖ· μή τι οὖν εἰκότως κατ’ εἰκόνα θεοῦ γεγονέναι ὁ ἄνθρωπος εἴρηται, οὐ κατὰ τῆς κατασκευῆς τὸ σχῆμα, ἀλλ’ ἐπεὶ ὁ μὲν θεὸς λόγῳ τὰ πάντα δημιουργεῖ, ὁ δὲ ἄνθρωπος ὁ γνωστικὸς γενόμενος τῷ λογικῷ τὰς καλὰς πράξεις ἐπιτελεῖ. εἰκότως τοίνυν αἱ δύο πλάκες τὰς τοῖς δισσοῖς πνεύμασι δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν·3 καὶ τὰ τῶν αἰσθήσεων κινήματα κατά τε τὴν διάνοιαν ἀποτυποῦνται κατά τε τὴν ἀπὸ τοῦ σώματος ἐνέργειαν φανεροῦνται· ἐξ ἀμφοῖν γὰρ ἡ κατάληψις.
因此,人借由属肉身的灵而产生知觉、起贪欲、享乐、发怒、得滋养、生长;确实,人借此灵依循意念与思虑走向具体行动,而每当他克制贪欲时,主导部分便居于王位。因此,“不可起贪欲”这一诫命乃是说:你不可受属肉体的灵奴役,而要统领它;因为“肉体抗拒灵起贪欲”,反叛而陷入逆乎自然的混乱,而“灵抗拒肉体”,在依循人之自然的行事为人中居于上风。那么,说人是“照着天主的形象”受造,难道不是理所当然的吗?这并非指肉身构造的形貌,而是因为天主以道(逻各斯)创造万有,而人成为有认知者(诺斯底者)后,以理性机能成就善美之行。因此,理所当然地,别处曾说这两块石版指示了赐给双重之灵的诫命——即赐给被赋形之灵与主导之灵的诫命,这些诫命早在律法之前便已传下;而感官的各种运动一方面依循思虑而受印记,另一方面依循来自肉体的效能而显发;因为理解与把握乃是出于这两者。
- 6.16.133εἰ δὲ αἱ πλάκες αἱ γεγραμμέναι ἔργον θεοῦ, φυσικὴν ἐμφαίνουσαι δημιουργίαν εὑρεθήσονται
在以 εἰ 引导的条件句前件中省略了系动词 εἰσίν,表语名词短语 ἔργον θεοῦ 呼应了《出埃及记》32:16。后件的主动词 εὑρεθήσονται(“将被发现/证明是”)与作补足成分的分词 ἐμφαίνουσαι(“彰显、显明”)构成补足结构。
- 6.16.135ὡς συνάγεσθαι καὶ ἄνευ τούτου τὸν δέκατον ἀριθμόν, δἰ ὧν ἡ πᾶσα ἐνέργεια τοῦ ἀνθρώπου ἐπιτελεῖται
连词 ὡς 带不定式 συνάγεσθαι 构成结果从句(“以致得以汇集出十这一数目”)。关系代词短语 δἰ ὧν(中性复数)在语法上并非直指单数的 τὸν δέκατον ἀριθμόν,而是在语义上指向构成该十重数目的各个人体官能与要素。
- 6.16.136τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν
此处采用人称被动构式,完成时被动态 εἴρηνται 支配不定式 μηνύειν,并与主语 αἱ δύο πλάκες 一致(“两块石版被说成指示着……”)。此外,宾格短语 τὰς πρὸ τοῦ νόμου παραδεδομένας 构成了倒装离隔结构(hyperbaton),修饰前文相距较远的宾格名词 ἐντολάς(“诫命”)。
