← 亚历山太的革利免

杂记

§6.15.130-6.15.132

预言的多重形式与向隐秘真理的提升

革利免列举《箴言》中的多种修辞形式以说明预言的多层次特性,并借助赫马的异象以及摩西双重升天的传说,论证从字面信仰向洞悉隐秘真理的诺斯底认知之循序渐进的提升。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15.130

λέγεται δ’ οὖν εἶδος τῆς προφητείας ἡ παροιμία κατὰ τὴν βάρβαρον φιλοσοφίαν λέγεταί τε καὶ παραβολὴ τό τε αἴνιγμα ἐπὶ τούτοις. ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη. ὁ τούτων ἀκούσας, φησί, τῶν προφητῶν σοφὸς σοφώτερος ἔσται,1 κυβέρνησιν δὲ ὁ νοήμων κτήσεται καὶ νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. εἰ δὲ ἀπὸ Ἕλληνος τοῦ Διὸς τοῦ κατ’ ἐπίκλησιν Δευκαλίωνος τὰς Ἑλληνικὰς συνέβη κεκλῆσθαι διαλέκτους, ἐκ τῶν χρόνων, ὧν φθάσαντες παρεστήσαμεν, ῥᾴδιον συνιδεῖν ὅσαις γενεαῖς τῆς Ἑβραίων φωνῆς αἱ παρ’ Ἕλλησι μεταγενέστεραι διάλεκτοι ὑπάρχουσι.

无论如何,依照蛮族哲学(希伯来智慧),预言的一种形式被称为“箴言”,也被称为“比喻”,此外还被称为“谜语”。更有甚者,它还被称为“智慧”,且作为与其有别之物,被称为“训育”,又称为“明达的言辞”、“言辞的奥妙(转折)”、“真实的公义”,又被称为“校正审断的教导”、“通过训育归于纯良之人的灵巧(机敏)”,以及“临到初入道者的感知与思量”。圣经说:“听从先知们这些话的智者必更具智慧,通达之人必获得统御之方,并领会比喻与幽秘之言,智者的言论及其谜语。” 如果希腊诸方言恰巧得名于宙斯之子、别号丢卡利翁的赫楞,那么从我们此前所确立的年代中便很容易看出,希腊人中的方言比希伯来人的语言晚了多少代人。

§6.15.131

Προϊούσης δὲ τῆς γραφῆς τοὺς προειρημένους ὑπὸ τοῦ προφήτου τρόπους καθ’ ἑκάστην περικοπὴν σημειωσάμενοι παραστήσομεν, τὴν γνωστικὴν ἀγωγὴν κατὰ τὸν τῆς ἀληθείας κανόνα φιλοτέχνως ἐνδεικνύμενοι. ἦ γὰρ οὐχὶ2 καὶ ἐν τῇ ὁράσει τῷ Ἑρμᾷ ἡ δύναμις ἐν τῷ τύπῳ τῆς ἐκκλησίας φανεῖσα ἔδωκεν τὸ βιβλίον εἰς μεταγραφήν, ὃ τοῖς ἐκλεκτοῖς ἀναγγελῆναι ἐβούλετο; τοῦτο δὲ μετεγράψατο πρὸς γράμμα, φησί, μὴ εὑρίσκων τὰς συλλαβὰς τελέσαι. ἐδήλου δ’ ἄρα τὴν μὲν γραφὴν πρόδηλον εἶναι πᾶσι κατὰ τὴν ψιλὴν ἀνάγνωσιν ἐκλαμβανομένην, καὶ ταύτην εἶναι τὴν πίστιν στοιχείων τάξιν ἔχουσαν, διὸ καὶ ἡ πρὸς τὸ γράμμα ἀνάγνωσις ἀλληγορεῖται· τὴν διάπτυξιν δὲ τὴν γνωστικὴν τῶν γραφῶν, προκοπτούσης ἤδη τῆς πίστεως, εἰκάζεσθαι τῇ κατὰ τὰς συλλαβὰς ἀναγνώσει ἐκδεχόμεθα. ἀλλὰ καὶ Ἡσαΐας ὁ προφήτης βιβλίον καινὸν κελεύεται λαβὼν ἐγγράψαι τινά, τὴν γνῶσιν τὴν ἁγίαν διὰ τῆς τῶν γραφῶν ἐξηγήσεως ὕστερον ἔσεσθαι προφητεύοντος τοῦ πνεύματος τὴν ἔτι κατ’ ἐκεῖνον τὸν καιρὸν ἄγραφον τυγχάνουσαν διὰ τὸ μηδέπω γινώσκεσθαι· εἴρητο γὰρ ἀπ’ ἀρχῆς μόνοις τοῖς νοοῦσιν. αὐτίκα διδάξαντος τοῦ σωτῆρος τοὺς ἀποστόλους ἡ τῆς ἐγγράφου ἄγραφος ἤδη καὶ εἰς ἡμᾶς διαδίδοται παράδοσις, καρδίαις καιναῖς κατὰ τὴν ἀνακαίνωσιν τοῦ βιβλίου τῇ δυνάμει τοῦ θεοῦ ἐγγεγραμμένη.

随着经文的推进,我们将标出先知预先提及的转义手法,在每个段落中予以阐发,从而依照真理的准则工巧地显明认知(诺斯底)的指引。难道不是在给赫马的异象中,以教会的形象显现的大能赐给他那本小册子予以誊抄,而她本希望将其宣示给选民吗?他说,自己“逐字(逐字母)地”誊抄了这本册子,因为未能找出如何拼出音节。由此表明,当圣经仅按字面粗略阅读而被领会时,是对所有人显而易见的,而这就是具有文字(要素)位序的信仰,因此逐字的阅读也被寓意化;然而我们理解到,随着信仰的不断长进,对圣经认知(诺斯底)式的揭示被比作按照音节的阅读。不仅如此,以赛亚先知也被吩咐拿一卷新书写下某些事,圣灵借此预言,通过圣经的诠释而获得的圣洁知识在后来必将出现——这知识在当时因尚未被认识而依然未被写下,因为自始它便只对通晓领悟之人言说。随即,当救主指教使徒们时,关乎书写之道的未成文传统借着书卷的更新,通过天主的大能被镌刻在崭新的心版上,如今也传授给了我们。

§6.15.132

Ταύτῃ οἱ τῶν παρ’ Ἕλλησι λογιώτατοι τῷ Ἑρμῇ, ὃν δὴ λόγον εἶναί φασι, διὰ τὴν ἑρμηνείαν καθιεροῦσι τῆς ῥοιᾶς τὸν καρπόν· πολυκευθὴς γὰρ ὁ λόγος. εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ’ ἀγγέλων, τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον. εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ. ἀλλ’ οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ’ ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες. ἀμέλει καὶ τῶν ἐπιβοωμένων τὸν κύριον αὐτὸν οἱ μὲν πολλοὶ υἱὲ Δαβίδ, ἐλέησόν με ἔλεγον, ὀλίγοι δὲ υἱὸν ἐγίγνωσκον τοῦ θεοῦ, καθάπερ ὁ Πέτρος, ὃν καὶ ἐμακάρισεν, ὅτι αὐτῷ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ἀλλ’ ἢ ὁ πατὴρ αὐτοῦ3 ὁ ἐν τοῖς οὐρανοῖς, δηλῶν τὸν γνωστικὸν οὐ διὰ τῆς σαρκὸς αὐτοῦ τῆς κυηθείσης, ἀλλὰ δι’ αὐτῆς τῆς δυνάμεως τῆς πατρικῆς γνωρίζειν τὸν υἱὸν τοῦ παντοκράτορος. οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία,4 μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.

正因如此,希腊人中博学之士因阐释的缘故,将石榴果实奉献给赫尔墨斯——他们称赫尔墨斯即是言论(逻各斯);因为言论内含深奥的隐秘。因此理所当然地,嫩的儿子约书亚也看见被接升天的摩西呈现双重形象:其一与天使同在,其另一则在诸山山谷处蒙受安葬之礼。约书亚在下方与迦勒一同在灵中被提升,得见这一异象。但他们二人的观看并不相同:一人因承受沉重的负荷而更快降下,而随后降下的另一人则详述了他所见到的荣耀,因他比另一人更能深入凝视,也是由于他变得更为洁净——我想,这历史记载表明知识并非属于所有人。因为有些人如同注视摩西的肉身一般,注视着圣经的肉身,即那些字词与名称;而另一些人则查考那与天使同在的摩西,看透那些思想以及名称所指明的事物。事实上,在那些呼求主自己的人中,大众大多说“大卫之子,可怜我吧”,但极少数人认出祂是天主之子,正如彼得那样,主称他为有福,因为向他启示真理的不是血肉,而唯独是祂那在天上的父;这表明有认知之人(诺斯底者)认识全能者的儿子,不是借着祂受孕所取的肉身,而是借着父的大能本身。因此,真理的获得不仅对于普通路人是如此艰难,摩西的历史记载更教导我们,即便对那些知识本属于他们的人而言,这种观照也绝非一蹴而就地赐下,直到我们习惯于直视——正如希伯来人习惯于摩西的荣耀、以色列的圣者习惯于天使的异象一样——我们也能直视真理的耀眼光芒。

语法注4 条
  1. 6.15.130ὁ τούτων ἀκούσας, φησί, τῶν προφητῶν σοφὸς σοφώτερος ἔσται

    化用《七十士译本》箴言1:5的引文。实质分词 ὁ ἀκούσας 作主语,支配属格短语 τούτων τῶν προφητῶν。七十士译本原文为 τῶνδε ἀκούσας σοφὸς σοφώτερος ἔσται,作者在此结合上下文补入 τῶν προφητῶν,意为“听从先知们这些话的智者”。

  2. 6.15.131ἦ γὰρ οὐχὶ

    表示期待强烈肯定回答的反问语气助词组合(“难道不是……吗?”)。主句动词为 ἔδωκεν,主语为 ἡ δύναμις ἐν τῷ τύπῳ τῆς ἐκκλησίας φανεῖσα,用于引出对《赫马牧人书》(Vis. 2.1.3–4)的提及。

  3. 6.15.132ἀλλ’ ἢ ὁ πατὴρ αὐτοῦ

    紧随否定词 οὐκ 之后的惯用搭配 ἀλλ’ ἤ,意为“除……之外”。此处化用马太福音16:17,构成排他句式:“向他启示真理的不是血肉,而唯独是他那在天上的父”。

  4. 6.15.132ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία

    关系代名词 ὧν 指向省略的先行词(τούτοις),作为所有/领属属格与 ἡ ἐπιστήμη 搭配,或由形容词 οἰκεία(固有的、适宜的)所支配,意为“那些知识本属于他们的人”。在句法上与前面的 οὐ μόνον τοῖς ἐπιτυγχάνουσιν 构成并列对比:ἀλλὰ καὶ [τούτοις] ὧν...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.130-6.15.132