← 亚历山太的革利免

杂记

§6.15.127-6.15.129

道成肉身的经纶与圣经比喻的摄理

克莱门指出基督道成肉身与受难的经纶在不识真理者看来宛如愚拙,并通过引用《彼得宣道录》阐明先知圣经运用比喻乃出于神圣摄理以保护真理和避免迫害,进而将世俗的修辞转义与圣经的神秘隐蔽加以对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15.127

ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν,1 Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, ὥς φησιν ὁ ἀπόστολος. διανοιχθεῖσαι δὲ αἱ γραφαὶ καὶ τοῖς ὦτα ἔχουσιν ἐμφήνασαι τὸ ἀληθὲς αὐτὸ ἐκεῖνο, ὃ πέπονθεν ἡ σάρξ, ἣν ἀνείληφεν ὁ κύριος, δύναμιν θεοῦ καὶ σοφίαν καταγγέλλουσιν. ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ’ Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ’ αὐτοῦ παραδοθησομένην μυστικὴν διδασκαλίαν. εἰκότως ἄρα κηρύσσουσα ἡ προφητεία τὸν κύριον, ὡς μὴ παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις λέγουσα βλασφημεῖν τισι δοκοίη, ἐσχημάτισε τὰ σημαινόμενα φωναῖς ταῖς καὶ ἐπὶ ἑτέρας ἐννοίας ἄγειν δυναμέναις. αὐτίκα οἱ προφῆται πάντες οἱ προθεσπίσαντες τὴν παρουσίαν τοῦ κυρίου καὶ σὺν αὐτῇ τὰ ἅγια μυστήρια ἐδιώχθησαν, ἐφονεύθησαν, καθάπερ καὶ αὐτὸς ὁ κύριος διασαφήσας αὐτῶν τὰς γραφὰς καὶ οἱ τούτου γνώριμοι οἱ κηρύξαντες τὸν λόγον ὡσαύτως μετ’ αὐτὸν τὸ ζῆν παρεβάλοντο.

而且如今,关于主所预言的全部经纶,在未认识真理的人看来确实宛如比喻;当有人宣讲而众人聆听时——即创造万物的天主之子取了肉身,在童贞女的胎中受孕(按照这可感官感知的肉身之降生),随后又因这肉身的缘故受难并复活——这便如使徒所言,“对犹太人是绊脚石,对希腊人是愚拙”。然而圣经被开启,并向有耳可听的人显明那主所取的肉身所受难的真理本身,从而宣告了“天主的大能与天主的智慧”。最重要的是,圣经的比喻体裁正如我们所论证的那样乃是最古老的,先知们尤其大量使用它实属理所当然,好叫圣灵表明希腊人中的哲学家以及其他蛮族中的智者,都不晓得主将要来的临在以及祂所要传授的奥秘教训。因此,先知在宣讲主时,为免因其言论违背大众的成见而在某些人看来显得亵圣,便理所当然地用那些亦能引向其他意义的话语来塑造所指之事物。事实上,凡预言主的临在及随之而来的神圣奥秘的先知们,全都被迫害、被杀害,正如亲自阐明先知圣经的主自己,以及在祂之后同样宣扬这道的主的门徒们,都将生命置于险境。

§6.15.128

ὅθεν καὶ ὁ Πέτρος ἐν τῷ κηρύγματι περὶ τῶν ἀποστόλων λέγων φησίν· ἡμεῖς δὲ ἀναπτύξαντες τὰς βίβλους ἃς εἴχομεν τῶν προφητῶν, ἃ μὲν διὰ παραβολῶν, ἃ δὲ δἰ αἰνιγμάτων, ἃ δὲ αὐθεντικῶς καὶ αὐτολεξεὶ τὸν Χριστὸν Ἰησοῦν ὀνομαζόντων,2 εὕρομεν καὶ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν θάνατον καὶ τὸν σταυρὸν καὶ τὰς λοιπὰς κολάσεις πάσας ὅσας ἐποίησαν αὐτῷ οἱ Ἰουδαῖοι, καὶ τὴν ἔγερσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν πρὸ τοῦ Ἱεροσόλυμα † κτισθῆναι, καθὼς ἐγέγραπτο ταῦτα πάντα, ἃ ἔδει αὐτὸν παθεῖν καὶ † μετ’ αὐτὸν ἃ ἔσται. ταῦτα οὖν ἐπιγνόντες ἐπιστεύσαμεν τῷ θεῷ διὰ τῶν γεγραμμένων εἰς αὐτόν. καὶ μετ’ ὀλίγα ἐπιφέρει πάλιν θείᾳ προνοίᾳ τὰς προφητείας γεγενῆσθαι παριστὰς ὧδε· ἔγνωμεν γὰρ ὅτι ὁ θεὸς αὐτὰ προσέταξεν ὄντως, καὶ οὐδὲν ἄτερ γραφῆς λέγομεν.

因此彼得在《宣道录》中论及使徒时也说: “而我们展开我们所拥有的先知之书,其中有的通过比喻,有的通过谜语,有的则权威而逐字逐句地指名耶稣基督;我们找到了祂的临在、死亡、十字架,以及犹太人加诸祂身上的所有其余酷刑,还有复活以及在耶路撒冷建造(被毁)之前升入诸天,正如这一切关于祂必须承受的苦难以及祂之后将发生的事早已被记录。因此我们认识了这些事,便借着论及祂的记录而信了天主。” 不久之后,他又再次指出预言乃是出于神圣摄理而产生,如此说道: “因为我们知晓确实是天主吩咐了这些事,而我们若无圣经便什么也不说。”

§6.15.129

Ἔχει δ’ οὖν καὶ ἄλλας τινὰς ἰδιότητας ἡ Ἑβραίων διάλεκτος, καθάπερ καὶ ἑκάστη τῶν λοιπῶν, λόγον τινὰ ἐμπεριέχουσα ἐθνικὸν ἐμφαίνοντα χαρακτῆρα. διάλεκτον γοῦν ὁρίζονται λέξιν ἐθνικῷ χαρακτῆρι συντελουμένην. ἀλλ’ οὔτι γε ἐκείναις ταῖς διαλέκτοις ἡ προφητεία γνώριμος καθίσταται· ταῖς μὲν γὰρ Ἑλληνικαῖς κατ’ ἐπιτήδευσιν αἱ καλούμεναι τῶν τρόπων ἐξαλλαγαὶ τὰς ἐπικρύψεις ποιοῦνται κατ’ εἰκόνα τῶν παρ’ ἡμῖν προφητειῶν, † ἀναγόμεναι, πλὴν ἑκουσίου τῆς παρατροπῆς παρὰ τὸ ὀρθὸν ἐμμέτρῳ ἢ σχεδίῳ φράσει γινομένης δείκνυται. ἔστι γοῦν ὁ τρόπος λέξις παραγεγραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατασκευῆς ἕνεκα καὶ φράσεως τῆς ἐν τῷ λόγῳ εὐχρηστίας χάριν. ἡ προφητεία δὲ οὐδ’ ὅλως τοὺς περὶ τὰς λέξεις σχηματισμοὺς ἐπιτηδεύει διὰ τὸ κάλλος τῆς φράσεως, τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν3 ἐπικρύπτεται πολυτρόπως, μόνοις τοῖς εἰς γνῶσιν μεμυημένοις, τοῖς δἰ ἀγάπην ζητοῦσι τὴν ἀλήθειαν, τὸ φῶς ἀνατέλλουσα.

无论如何,希伯来人的方言正如其余各方言一样,也具有某些其他特质,内含彰显民族特性的某种言语。至少人们将方言定义为以民族特性构成的措辞。但预言绝非单凭这些方言便能为人所明了;因为在希腊诸方言中,所谓转义修辞的变化乃是依照我们预言的表象而有意进行隐蔽,只是这种偏离规范的现象被显明是在韵文或散文措辞中有意发生的。转义修辞乃是为了文饰与言谈中措辞效用之缘故,从本义转借为非本义的措辞。然而预言绝非为了文辞之美而刻意追求字句的形象化,而是因为真理并非属于所有人,才以多种方式隐蔽自身,仅仅向那些被启蒙进入知识、因着爱寻求真理的人升起光芒。

语法注3 条
  1. 6.15.127ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν

    此处理解为主格代词对照 ὁ μὲν ... οἱ δέ 的变体(或将 ὃ μὲν 作副词性宾格处理),表示“一人宣讲,众人聆听之时”。抄本写作 ὃ μὲν,但在上下文语义上构成了宣讲者与听众(不信的犹太人与希腊人)的对照,两动词为现在时虚拟式(λέγῃ, ἀκούωσιν),由时间连词 ὅταν 引导。

  2. 6.15.128ἃ μὲν διὰ παραβολῶν, ἃ δὲ δἰ αἰνιγμάτων, ἃ δὲ αὐθεντικῶς καὶ αὐτολεξεὶ τὸν Χριστὸν Ἰησοῦν ὀνομαζόντων

    属格分词 ὀνομαζόντων 与前文的属格 τῶν προφητῶν 相一致。而中性复数宾格(或主格)的 ἃ μὲν ... ἃ δὲ ... ἃ δέ 则在分词短语内部充当副词性或部分同位语成分,修饰预言宣告的不同方式(“有的通过比喻,有的通过谜语,有的直接逐字地……”)。

  3. 6.15.129τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν

    原因与格结构,由中性单数与格定冠词 τῷ 引导不定式短语 μὴ πάντων εἶναι τὴν ἀλήθειαν 构成,其中 πάντων 为所有格属格(“真理并非属于所有人”)。该结构在语义上与前文的介词短语 διὰ τὸ κάλλος 相对置,指明预言之所以隐蔽,并非出于文采之美,而是因为真理并非所有人皆可领受。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.127-6.15.129