← 亚历山太的革利免

杂记

§6.15.124-6.15.126

救恩迁就与异端的辨析及比喻的意图

作者援引保罗与但以理的例证以区分救恩上的迁就顺应与真正的异端,并阐明圣经以比喻隐藏其真意的缘由以及依循教会规准对其作出的正统理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15.124

αὐτίκα ὁ Παῦλος τὸν Τιμόθεον περιέτεμεν διὰ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας, ἵνα μή, καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι,1 εἰδὼς ἀκριβῶς ὅτι περιτομὴ οὐ δικαιοῖ· τοῖς πᾶσι γὰρ πάντα γίγνεσθαι ὡμολόγει, κατὰ συμπεριφορὰν σῴζων τὰ κύρια τῶν δογμάτων, ἵνα πάντας κερδήσῃ. Δανιὴλ δὲ τὸν μανιάκην ἐβάστασεν ἐπὶ τοῦ βασιλέως τῶν Περσῶν, μὴ ὑπεριδὼν θλιβῆναι τὸν λεών. ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δι’ οἰκονομίαν σωτηρίας οὐδ’ οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ’ οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ’ αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν,2 οἱ μὴ κατ’ ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς λαλοῦντές τε καὶ παραδιδόντες· παραθήκη γὰρ ἀποδιδομένη θεῷ ἡ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν διὰ τῶν ἀποστόλων αὐτοῦ τῆς θεοσεβοῦς παραδόσεως σύνεσίς τε καὶ συνάσκησις· ὃ δὲ ἀκούετε εἰς τὸ οὖς (ἐπικεκρυμμένως δηλονότι καὶ ἐν μυστηρίῳ, τὰ τοιαῦτα γὰρ εἰς τὸ οὖς λέγεσθαι ἀλληγορεῖται), ἐπὶ τῶν δωμάτων, φησί, κηρύξατε, μεγαλοφρόνως τε ἐκδεξάμενοι καὶ ὑψηγόρως παραδιδόντες καὶ κατὰ τὸν τῆς ἀληθείας κανόνα διασαφοῦντες τὰς γραφάς· οὔτε γὰρ ἡ προφητεία οὔτε ὁ σωτὴρ αὐτὸς ἁπλῶς οὕτως, ὡς τοῖς ἐπιτυχοῦσιν εὐάλωτα εἶναι, τὰ θεῖα μυστήρια ἀπεφθέγξατο, ἀλλ’ ἐν παραβολαῖς διελέξατο.

例如,保罗因那些出于犹太人的信徒而为提摩太行了割礼,免得当他废除出于律法的更属肉体的先入之见时,那些从律法受教导的人从信仰中跌落离去——保罗深知割礼并不能使人称义;因为他承认自己向众人成了全般的人,通过迁就顺应而保全教义的核心要点,为要赢得众人。但以理在波斯王面前也戴上了项圈,不忍见人民遭受压迫。因此,真正的说谎者并不是那些因救恩的经世安排而有所迁就的人,也不是在某些局部细节上犯错的人,而是那些在最根本的教义上跌倒、竭尽所能弃绝主、剥夺主的真实教义、未以配得上天主和主的方式宣讲和传授圣经的人;因为向天主交还的寄托,乃是依据主通过其使徒所赐的教导,对敬虔传统的理解与共同操练。 “你们在耳中所听见的”(显然是隐秘地并在奥秘中听见的,因为这类事被寓意为在耳中述说),祂说:“要在屋顶上宣扬出来”,既以开阔宏大的心胸领受,又崇高宏亮地传授,并按照真理的规准阐明圣经;因为无论是预言还是救主自己,都不曾如此简易地吐露神圣奥秘以致随处可见的凡夫俗子轻易捕获,而是以比喻交谈。

§6.15.125

λέγουσιν γοῦν οἱ ἀπόστολοι περὶ τοῦ κυρίου, ὅτι πάντα ἐν παραβολαῖς ἐλάλησεν καὶ οὐδὲν ἄνευ παραβολῆς ἐλάλει αὐτοῖς. εἰ δὲ πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, καὶ ἡ προφητεία ἄρα καὶ ὁ νόμος δι’ αὐτοῦ τε ἐγένετο καὶ ἐν παραβολαῖς ἐλαλήθησαν δι’ αὐτοῦ· πλὴν ἅπαντα ὀρθὰ ἐνώπιον τῶν συνιέντων, φησὶν ἡ γραφή, τουτέστι τῶν ὅσοι ὑπ’ αὐτοῦ σαφηνισθεῖσαν τὴν τῶν γραφῶν ἐξήγησιν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα ἐκδεχόμενοι διασῴζουσι· κανὼν δὲ ἐκκλησιαστικὸς ἡ συνῳδία καὶ ἡ συμφωνία νόμου τε καὶ προφητῶν τῇ κατὰ τὴν τοῦ κυρίου παρουσίαν παραδιδομένῃ διαθήκῃ. γνώσει μὲν οὖν ἕπεται φρόνησις, σωφροσύνη δὲ τῇ φρονήσει· εἰρήσθω γὰρ τὴν μὲν φρόνησιν ὑπάρχειν γνῶσιν θείαν καὶ ἐν τοῖς θεοποιουμένοις, τὴν δὲ σωφροσύνην θνητὴν καὶ ἐν ἀνθρώποις εἶναι φιλοσοφοῦσιν, οὐδέπω σοφοῖς. αὐτίκα, εἴπερ ἀρετή ἐστιν θεία, καὶ γνῶσις αὐτῆς· ἡ σωφροσύνη δὲ οἷον ἀτελὴς φρόνησις, ἐφιεμένη μὲν φρονήσεως, ἐργατικὴ δὲ ἐπιπόνως καὶ οὐ θεωρητική, καθάπερ ἀμέλει ἡ δικαιοσύνη, ἀνθρωπίνη οὖσα, κοινόν, ὑποβέβηκε δὲ τὴν ὁσιότητα, θείαν δικαιοσύνην ὑπάρχουσαν. τῷ τελείῳ γὰρ οὐκ ἐν συμβολαίοις πολιτικοῖς οὐδὲ ἐν ἀπαγορεύσει νόμου, ἀλλ’ ἐξ ἰδιοπραγίας καὶ τῆς πρὸς θεὸν ἀγάπης ἡ δικαιοσύνη.

使徒们关于主确实说过:“祂用比喻讲一切,若不用比喻,就什么也不对他们讲。”如果“万物是借着祂造的,凡被造的,没有一样不是借着祂造的”,那么预言和律法也是借着祂而成立,并且是借着祂在比喻中讲述的;然而圣经说:“在明智者面前,一切都是正直的”,即是说,在那些按照教会规准领受并保守由祂所阐明的圣经诠释的人面前是正直的;而教会的规准,就是律法和先知与主降临之际所赐之约的和谐与一致。思虑紧随知识,节制紧随思虑;可以说,思虑乃是神圣的知识,存在于成神者之中,而节制则是必朽的,存在于研求哲学、尚非智慧的人之中。显然,倘若德行是神圣的,关于它的知识也是神圣的;而节制则犹如一种未完全的思虑,它渴慕思虑,却辛劳于实践而非属于观照,正如公义虽然出于属人层面是普遍平凡的,却不及那作为神圣公义的至圣之境。因为对于完全人而言,公义既不在于市民契约,也不在于律法的禁令,而在于履行自身本分与对天主的爱。

§6.15.126

Διὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί,3 πρῶτον μὲν ἵνα ζητητικοὶ ὑπάρχωμεν καὶ προσαγρυπνῶμεν ἀεὶ τῇ τῶν σωτηρίων λόγων εὑρέσει, ἔπειτα ὅτι μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγίου πνεύματος σωτηρίως εἰρημένα. διὸ δὴ τοῖς ἐκλεκτοῖς τῶν ἀνθρώπων τοῖς τε ἐκ πίστεως εἰς γνῶσιν ἐγκρίτοις τηρούμενα τὰ ἅγια τῶν προφητειῶν μυστήρια ταῖς παραβολαῖς ἐγκαλύπτεται· παραβολικὸς γὰρ ὁ χαρακτὴρ ὑπάρχει τῶν γραφῶν, διότι καὶ ὁ κύριος, οὐκ ὢν κοσμικός, ὡς κοσμικὸς εἰς ἀνθρώπους ἦλθεν· καὶ γὰρ ἐφόρεσεν τὴν πᾶσαν ἀρετὴν ἔμελλέν τε τὸν σύντροφον τοῦ κόσμου ἄνθρωπον ἐπὶ τὰ νοητὰ καὶ κύρια διὰ τῆς γνώσεως ἀνάγειν ἐκ κόσμου εἰς κόσμον. διὸ καὶ μεταφορικῇ κέχρηται τῇ γραφῇ· τοιοῦτον γὰρ ἡ παραβολή, λόγος ἀπό τινος οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα, ἤ, ὥς τινές φασι, λέξις δι’ ἑτέρων τὰ κυρίως λεγόμενα μετ’ ἐνεργείας παριστάνουσα.

因此,圣经隐藏其意义乃是出于诸多缘由:首先,为了使我们常存探求之心,在寻找救恩之言时时刻保持儆醒;其次,因为并非适合所有人都能理解,免得他们误解圣灵为救恩而说的话反而受害。因此,为人类中的选民以及那些由信心进入知识的合格者所保留的预言之圣洁奥秘,乃是被遮盖在比喻之中;因为圣经的特征本是寓言性的,因为主也本不属于尘世,却如尘世之人降临人间;因为祂披戴了一切美德,要通过知识将与尘世为伴的人从世界提升到世界,达于可领悟与根本的至境。因此祂也使用了隐喻性的圣经;比喻正是如此之物:它是从某种非本义的、却与本义相似的事物出发,将明悟者引向真实与本义之境的言辞;或者如某些人所说,是通过其他言辞将本义所指之事生动有力地展现出来的措辞。

语法注3 条
  1. 6.15.124καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι

    在由 ἵνα μή 引导的目的从句中,插入了属格独立结构 καταλύοντος αὐτοῦ,表原因或附带情境。代词 αὐτοῦ 在语境中指主句主语保罗,表明其意图是防止自己若断然废除律法中较属肉体的先入之见时,导致新受教的信徒跌倒叛道。

  2. 6.15.124ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν

    动词 ἀποστερέω 常支配双宾格,但此处采用表示分离或夺格意义的人称属格(τοῦ κυρίου)与直接宾语宾格(τὴν ἀληθῆ διδασκαλίαν)的搭配,意为“从主那里夺去真实教导”或“剥夺属于主的真实教义”。

  3. 6.15.126ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί

    在中间态动词 ἐπικρύπτονται 之后,τὸν νοῦν 用作直接宾语或关系宾格。此处体现了中间态特有的内在性或反身性意味,表示圣经(αἱ γραφαί)“在自身内部掩藏其含义/真意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.124-6.15.126